Works of Nonnus

Home > Other > Works of Nonnus > Page 112
Works of Nonnus Page 112

by Nonnus


  υἱέα Πηνελόπης, κεραελκέα Πᾶνα κομήτην:

  Οὐρανίη δ᾽ Ὑμέναιον ἀνεζώγρησεν ὀλέθρου

  παιδὸς ἑοῦ γονόεντος ἐπώνυμον, ἠερίας δὲ

  90 ἀτραπιτούς ἐχάραξεν, ὁμοίιος ἀστέρος ὁλκῷ,

  γνωτῷ βοτρυόεντι χαριζομένη Διονύσῳ:

  Καλλιόπη δ᾽ Οἴαγρον ἑοῖς ἀνεκούφισεν ὤμοις:

  καί τεκέων Ἥφαιστος ἑῶν ἀλέγιζε Καβείρων,

  ἀμφοτέρους δ᾽ ἥρπαξεν, ὁμοίιος ὀξέι πυρσῷ:

  95 Ἀκταίη δ᾽ ἐσάωσεν Ἐρεχθέα Παλλάς Ἀθήνη

  Ἰνδοφόνον, ναετῆρα θεοκρήπιδος Ἀθήνης:

  νύμφας δ᾽ Ἁδρυάδας ναέται ζώγρησαν Ὀλύμπου

  πάντες, ὅσοις μεμέληντο φίλαι δρύες, ἐξοχα δ᾽ ἄλλων

  δαφναίας ἐσάωσε φανεὶς δαφναῖος Ἀπόλλων,

  100 καί σφιν ἄμα χραίσμησε συνέμπορος υἱέι μήτηρ,

  εἰσέτι κυδαίνουσα λεχώια δένδρεα Λητώ.

  Βασσαρίδων δὲ φάλαγγα κορυμβοφόρους τε γυναῖκας

  ἐκ βυθίου ῥύσαντο πολυφλοίσβοιο κυδοιμοῦ

  θυγατέρες Κύδνοιο, φιλοζεφύρου ποταμοῖο,

  105 πλωτὸν ἐπιστάμεναι διερὸν δρόμον, ἅς ἐπὶ νίκῃ

  Ἄρεος Ἰνδῴοιο πατὴρ δωρήσατο Βάκχῳ,

  Νηιάδας πολέμοιο δαήμονας, ἅς ποτε χάρμην

  μαρνάμενος Κρονίωνι Κίλιξ ἐδίδαξε Τυφωεύς.

  καὶ στρατὸς ὡμάρτησεν ὁμόστολος: ἐσσυμένους δὲ

  110 Εὔιος ἔφθασε πάντας, ὀρεσσαύλων ἐπὶ δίφρων

  ἄξονος ἀβρέκτοιο διαξύων ῥόον ὁλκῷ:

  καὶ Σατύρων δρόμον εἶχεν ὁμόστολον, οἷς ἅμα Βάκχαι

  ὑγροπόροι καὶ Πᾶνες ὁμήλυδες: ἔξοχα δ᾽ ἄλλων

  ὠκύτεροι Τελχῖνες ἁλιτρεφέων ὑπὲρ ἵππων,

  115 πατρῴης ἐλατῆρες ἁλικρήπιδος ἀπήνης,

  εἰς δρόμον ὡμάρτησαν ἐπειγομένῳ Διονύσῳ.

  ἄλλοι δ᾽ ἦσαν ὄπισθεν, ἐπεσσεύοντο δὲ πορθμῷ

  ἐξ ἑτέρης ἀνιόντες ἀθηήτοιο κελεύθου,

  ἧχι θεὸς πόμπευεν: ἐπεὶ πτερὸν ἠρέμα πάλλων

  120 αἰετὸς ἡγεμόνευε δι᾽ οὔρεος ἀντίτυπος Ζεύς,

  φειδομένοις ὀνύχεσσι μετάρσιον υἷα κομίζων,

  Αἰακὸν ἠερίῃ πεφορημένον ὕψι κελεύθῳ.

  Ἰνδώῃ δ᾽ ἐχόρευον ἐπισκαίροντες ἐρίπνῃ,

  καὶ σκοπέλους ἐδίωκον, ἐναυλίζοντο δὲ λόχμαις,

  125 καὶ κλισίας πήξαντες ἐς ἠρέμα δάσκιον ὕλην ...

  οἱ δὲ τανυκραίρων ἐλάφων κεμαδοσσόον ἄγρην

  εἶχον ἅμα σκυλάκεσσιν: Ἁμαδρυάδεσσι δὲ Νύμφαις

  Ὑδριάδες μίσγοντο φιλοπτόρθου Διονύσου.

  Βασσαρίδων δὲ φάλαγγες Ἐρυθραίῃ παρὰ λόχμῃ

  130 σκύμνον ὀρεσσαύλοιο τιθηνήσαντο λεαίνης,

  αὐτοχύτου δὲ γάλακτος ἀνέβλυον ἰκμάδα μαζοί:

  ἄλλη ἐχιδναίοιο πόθον μεθέπουσα κορύμβου

  ἰοβόλων μάστευε δι᾽ οὔρεος ἄντρα δρακόντων,

  θηροσύνην δ᾽ ἀνέφαινεν: ἀκοντιστῆρι δὲ θύρσῳ

  135 ἡ μὲν νεβρὸν ἔβαλλεν ἀελλόπον: ἡ δέ λαθοῦσα

  ἅλματι λυσσήεντι κατέδραμε λυσσάδος ἄρκτου:

  ἡ δὲ μελαρρίνων ῥαχίης ἐδράξατο θηρῶν

  καὶ λοφίης ἐπέβαινεν ὀρεσσινόμων ἐλεφάντων.

  καί τις ὀιστοβόλων βέλος ἥρμοσε κυκλάδι νευρῇ

  140 καὶ πτελέην τόξευεν: ὁ δὲ σκοπὸν εἶχεν ἐλαίην:

  καὶ πίτυν ἄλλος ἔβαλλε: πολὺς δ᾽ ἐπὶ γείτονα πεύκην

  πεμπομένων σύριζεν ἐν ἠέρι ῥοῖζος ὀιστῶν.

  τοῖσι μὲν ἔβρεμε κῶμος ὀρίκτυπος. ἀχνύμενος δὲ

  Δηριάδῃ βασιλῆι δυσάγγελος ἵκετο Θουρεύς,

  145 δάκρυσιν ἀφθόγγοισιν ἀπαγγέλλων φόνον Ἰνδῶν,

  καὶ μόγις ἐκ στομάτων ἀνενείκατο πενθάδα φωνήν:

  ‘Δηριάδη σκηπτοῦχε, θεηγενὲς ἔρνος Ἐνυοῦς,

  ᾔομεν, ὡς ἐκέλευσας, ἐς ἀντιπέραιαν ἐρίπνην,

  εὕρομεν ἐν βήσσῃσιν ἐρημάδα γείτονα λόχμην:

  150 κεῖθι λόχον στήσαντες ἐμίμνομεν, εἰσόκεν ἔλθῃ

  θυρσομανὴς Διόνυσος: ἐπερχομένοιο δὲ Βάκχου

  αὐλὸς ἐπεσμαράγησεν, ἀδεψήτου δὲ βοείης

  τυπτομένης ἑκάτερθεν ἔην χαλκόκροτος ἠχὼ

  καὶ καναχὴ σύριγγος: ὅλη δ᾽ ἐλελίζετο λόχμη

  155 καὶ δρύες ἐφθέγξαντο καὶ ὠρχήσαντο κολῶναι:

  νηιάδες δ᾽ ὀλόλυξαν. ἐγὼ δ᾽ ἐκόρυσσα μαχητάς,

  ὀκναλέους, τρομέοντας, ἀπειθέας εἰς μόθον ἕλκων.

  καὶ θεός, ὃν καλέουσιν, ἀκαχμένα θύρσα τινάσσων,

  οὐτιδανοῖς πετάλοισιν ὀιστεύων γένος Ἰνδῶν,

  160 κτεῖνε μὲν ἐν πεδίῳ στρατὸν ἄσπετον ὀξέι θύρσῳ

  βλήμενον, ἐν ῥοθίοις δὲ τὸ λείψανον ὤλεσεν Ἰνδῶν.

  ἀλλὰ σοφοὺς Βραχμῆνας ἐρείομεν, ὄφρα δαείης,

  εἰ θεὸς οὗτος ἵκανεν ἐς ἡμέας ἢ βροτὸς ἀνήρ.

  μή νυχίην ἀνόνητον ἀναστήσειας Ἐνυώ,

  165 μὴ στρατιὴν ὀλέσειας ἀφεγγέι δηιοτῆτι:

  ἤδη δ᾽ ἀχλυόεις τέταται ζόφος: ἀγχιφανὴς δὲ

  δῆριν ἀναστέλλων ἀμαρύσσεται Ἕσπερος ἀστήρ.

  εἰ δὲ πόθος μεθέπει σε δυσαντήτοιο κυδοιμοῦ,

  σήμερον Ἰνδὸν ἔρυκε, καὶ αὕριον εἰς μόθον ἕλκεις.’

  170 ὣς εἰπὼν παρέπεισεν ἀπειθέα Δηριαδῆα,

  οὐ χάριν ἀδρανίης πειθήμονα, δυομένῳ δὲ

  μεμφόμενον Φαέθοντι καὶ οὐκ εἴκοντα Λυαίῳ.

  Ἰνδῴην δὲ φάλαγγα
μεταστήσας ποταμοῖο

  Δηριάδης ὑπέροπλος ἐχάζετο πενθάδι λύσσῃ,

  175 ἑζόμενος λοφίῃσι παλιννόστων ἐλεφάντων.

  Ἰνδοὶ δ᾽ ἔνθα καὶ ἔνθα σὺν ἠλιβάτῳ βασιλῆι

  εἰς πόλιν ἐρρώοντο πεφυζότες, ἔνδοθι πύργων

  νίκην εἰσαΐοντες ἀρειμανέος Διονύσου.

  ἤδη δὲ στονόεσσα δι᾽ ἄστεος ἵπτατο φήμη,

  180 σύγγονον ἀγγέλλουσα νεοσφαγέων φόνον Ἰνδῶν.

  καὶ γόος ἄσπετος ἔσκε: φιλοθρήνων δὲ γυναικῶν

  πενθαλέοις ὀνύχεσσι χαράσσετο κύκλα προσώπου,

  καὶ μεσάτου στέρνοιο διεσχίζοντο χιτῶνες

  στήθεα γυμνώσαντες, ἀμοιβαίῃσι δὲ ῥιπαῖς

  185 τυπτομένων παλάμῃσιν ἴτυς φοινίσσετο μαζῶν

  αἱμοβαφής. πολιὸς δὲ γέρων ἐπὶ γήραος οὐδῷ

  χιονέην πλοκαμῖδα κατηφέι τάμνε σιδήρῳ,

  τέσσαρας ἡβώοντας ὀλωλότας νἷας ἀκούων,

  Αἰακὸς οὓς ἐδάμασσε μιῇ δασπλῆτι μαχαίρῃ,

  190 κτεινομένους ἐλεεινά: βαρυτλήτων δὲ γυναικῶν

  ἡ μὲν ἑὸν στενάχιζεν ἀδελφεόν, ἡ δὲ τοκῆα:

  ἄλλη ποικιλόδακρυς ἀνεστεναχίζετο νύμφη

  νυμφίον ἀρτιχόρευτον ἐοικότα Πρωτεσιλάῳ,

  ἄλλη Λαοδάμεια: νεοζεύκτοιο δὲ νύμφης

  195 ἄπλοκος ἀκρήδεμνος ἐτίλλετο βότρυς ἐθείρης.

  καί τις ἀμηχανέουσα δεδουπότος εὐνέτις Ἰνδοῦ,

  ἀγχιτόκους ὠδῖνας ἀναπλήσασα λοχείης

  καὶ δεκάτης ὁρόωσα λεχώια κύκλα Σελήνης,

  ὑδρηλῷ πολύδακρυς ἐπέστενεν ἀνδρὸς ὀλέθρῳ,

  200 καὶ ποταμῷ κοτέουσα γοήμονα ῥήξατο φωνήν:

  ‘οὐ πίομαι πατρῷον ἐμόν ποτε πικρὸν Ὑδάσπην:

  οὐκέτι κεῖνα ῥέεθρα παρέρχομαι, οὐκέτι δειλὴ

  σεῖο νέκυν κρύψαντος ἐπιψαύσω ποταμοῖο,

  οὐ μὰ σέ καί σέο φόρτον, ὃν ἔνδοθι γαστρὸς ἀείρω,

  205 οὐ μὰ καὶ τὸν ἔρωτα, τὸν οὐ χρόνος οἶδε μαραίνειν.

  τίς με λαβὼν κομίσειεν, ὅπου πέσε νεκρὸς ἀκοίτης,

  ὄφρα περιπτύξω διερὸν νέκυν, ὄφρα καὶ αὐτὴν

  κῦμα κατακρύψῃ με σὺν ὑγροπόρῳ παρακοίτῃ;

  αἴθε δὲ καὶ τέκον υἷα καὶ ἔτρεφον: ἄρτι δὲ δειλὴν

  210 γαστέρος ὄγκος ἔχει με πεπαινομένου τοκετοῖο.

  εἰ δὲ τέκω ποτὲ παῖδα καὶ αἰτίζῃ γενετῆρα,

  υἱέι παππάζοντι πόθεν δείξαιμι τοκῆα;’

  εἶπε τὸν οὐκ ἀίοντα κινυρομένη παρακοίτην.

  ἄλλη δ᾽ ἐστενάχιζεν ἀνυμφεύτους ὑμεναίους

  215 ὀλλυμένου μνηστῆρος, ὃν οὐκ ἴδεν εὔγαμος ὥρη

  στέμματι νυμφιδίῳ πεπυκασμένον, οὐδ᾽ ἐνὶ παστῷ

  ἡδυμελὴς ἤεισε βιοσσόος αὐλὸς Ἐρώτων.

  τοῖσι μὲν ἀχνυμένοισιν ἔην γόος. ἀμφὶ δὲ λόχμας

  Βάκχος ἑοῖς Σατύροισι καὶ Ἰνδοφόνοισι μαχηταῖς

  220 εἰλαπίνην ἔστησεν: ἐδαιτρεύοντο δὲ ταῦροι,

  καὶ δαμάλαι στοιχηδὸν ἐμιστύλλοντο μαχαίρῃ

  θεινόμεναι πελέκεσσιν, Ἐρυθραίης δ᾽ ἀπὸ ποίμνης

  πυκνὰ δορικτήτων ἱερεύετο πώεα μήλων.

  ἑζόμενοι δ᾽ ἀγεληδὸν ἐπ᾽ εὐκύκλοιο τραπέζης

  225 Σειληνοὶ Σάτυροί τε σὺν εὐθύρσῳ Διονύσῳ

  χερσὶ πολυσπερέεσσι μιῆς ἔψαυσαν ἐδωδῆς:

  πίνετο δ᾽ ἄσπετος οἶνος ἀμοιβαδίς: οἰνοχόοι δὲ

  εὐόδμους ἐκένωσαν ἀπείρονας ἀμφιφορῆας,

  νεκταρέης ἀρύοντες ἀμεμφέα βότρυν ὀπώρης.

  230 τοῖσι δὲ τερπομένοισι παρὰ κρητῆρα λιγαίνων

  Λέσβιος αὐτοδίδακτος ἀνέπλεκε Λεῦκος ἀοιδήν,

  πῶς πρότεροι Τιτῆνες ἐθωρήχθησαν Ὀλύμπῳ:

  καὶ Διὸς ὑψιμέδοντος ἀληθέα μέλπετο νίκην,

  πῶς Κρόνον εὐρυγένειον ὑποκλάζοντα κεραυνῷ

  235 Ταρταρίῳ ζοφόεντι κατεσφρηγίσσατο κόλπῳ,

  χείματος ὑδρηλοῖσι μάτην κεκορυθμένον ὅπλοις.

  Κυπριάδος δὲ Λάπηθος ἀτευχέος ἀστὸς ἀρούρης

  ἔμφρονι φορμικτῆρι παρέζετο, καί οἱ ἐδωδῆς

  πίονα μοῖραν ὄρεξε, καὶ ᾔτεε κεῖνον ἀείδειν

  240 τερπνὸν ἀσιγήτοισι μεμηλότα μῦθον Ἀθήναις,

  ἱστοπόνον Κυθέρειαν ἐριδμαίνουσαν Ἀθήνῃ.

  αὐτὰρ ὁ φορμίζων ἀνεβάλλετο Κύπριν ἀείδειν,

  ὥς ποτε κέντρον ἔχουσα φιληλακάτοιο μερίμνης

  χερσὶν ἀπειρήτοισι μετήιεν ἱστὸν Ἀθήνης,

  245 κερκίδα κουφίζουσα καὶ οὐκέτι κεστὸν Ἐρώτων.

  καὶ Παφίης τετάνυστο παχὺς μίτος, οἷά τε μακρὴ

  οἰσυΐνη μήρινθος ἐύστροφος, ἥν τινι τέχνῃ

  ὁλκοῖς μηκεδανοῖσι γέρων ἐρράψατο τέκτων,

  φράξας ἀρτιτέλεστα σεσηρότα δούρατα νηῶν:

  250 ἡ δὲ πανημερίη καὶ παννυχίη πέλας ἱστοῦ

  Παλλάδος ἔργον ἔτευχε παλίλλυτον, ἀλλοτρίῳ δὲ

  ἀτρίπτους ἕο χεῖρας ἀήθεϊ τείρετο μόχθῳ:

  καὶ κτενὶ πουλυόδοντι διαξύουσα χιτῶνα

  καὶ λίθον ὀρχηστῆρα περικρεμάσασα μεσάκμῳ

  255 κερκίδι πέπλον ὕφαινε, καὶ ἔπλετο Κύπρις Ἀθήνη:

  καὶ πόνος ᾖν ἀγέλαστος: ὑφαινομένοιο δὲ πέπλου

  εὐρυτενὴς ὠγκοῦτο πέλωρ μίτος: αὐτόματοι δὲ

  στήμονες ἐρρήγνυντο παχυνομένοιο χιτῶνος:

  εἶχε δὲ διχθαδίοισι πόνοις ἐπιμάρτυρα τέχνης

  260
ἠέλιον καὶ λύχνον ἀναγκαίην τε Σελήνην.

  οὐ χορὸν ὠρχήσαντο χορίτιδες Ὀρχομενοῖο

  ἀμφίπολοι Πασιθέη κλωστῆρα, καὶ εἰροκόμος πέλε Πειθώ,

  Πασιθέη κλωστῆρα, καὶ εἰροκόμος πέλε Πειθώ,

  καὶ μίτον Ἀγλαϊη καὶ νήματα δῶκεν ἀνάσσῃ.

  265 καὶ μερόπων ἀλάλητο γάμων βίος: ἁρμονίην δὲ

  ἔστενεν ἀχρήιστον ἀνυμφεύτων ὑμεναίων

  ἡνίοχος βιότοιο γέρων δεδονημένος Αἰών:

  καὶ φλογερὴν ἀγέραστος Ἔρως ἀνελύσατο νευρήν,

  παπταίνων ἀλόχευτον ἀνήροτον αὔλακα κόσμου.

  270 οὐ τότε φορμίγγων ἐρόεις κτύπος, οὐ τότε σύριγξ,

  οὐ λιγὺς αὐλὸς ἔμελπεν ‘Ὑμὴν Ὑμέναιε’ λιγαίνων:

  ἀλλὰ βίου μινύθοντος ἱμασσομένης τε γενέθλης

  συζυγίης ἀλύτοιο μετωχλίσθησαν ὀχῆες.

  καὶ Παφίην φιλόμοχθον ἴδεν ταλαεργὸς Ἀθήνη,

  275 καὶ χόλον εἶχε γέλωτι μεμιγμένον, ὡς ἴδε μακρὴν

  τρηχαλέην μήρινθον ἀπειροπόνου Κυθερείης:

  ἀθανάτοις δ᾽ ἤγγειλε: βαρυζήλῳ δὲ μενοινῇ

  ἔννεπε, μεμφομένη καὶ Κύπριδι καὶ γενετῆρι:

  ‘σὴ δόσις ἀλλοπρόσαλλος ἀμείβεται, οὐράνιε Ζεῦ:

  280 οὐκέτι Μοιράων μεθέπω δόσιν: ἱστοπόνος γὰρ

  κλῆρον ἐμὸν σύλησε τεὴ θυγάτηρ Ἀφροδίτη.

  κλῆρον Ἀθηναίς οὐχ ἥρπασε δεσπότις Ἥρη,

  γνωτὴ καὶ παράκοιτις ἐμοῦ Διός, ἀλλὰ χαλέπτει

  ἐκ γενετῆς σακέεσσι κορυσσομένην Ἀγελείην

  285 ἡ ταμίη θαλάμων, ἁπαλὴ θεός. ὑμετέρου δὲ

  ἀπτόλεμος Κυθέρεια πότε προμάχιζεν Ὀλύμπου,

 

‹ Prev