by Nonnus
ἠὲ τίνας Τιτῆνας ἀπώλεσε θήλει κεστῷ,
ὅττι μετὰ πτολέμους με βιάζεται; ἀλλὰ καὶ αὐτὴ
εἰπέ μοι, ἰοχέαιρα, τεῆς πότε μεσσόθεν ὕλης
290 εἶδες ὀιστεύουσαν ἥ ἀγρώσσουσαν Ἀθήνην;
τίς καλέει γλαυκῶπιν, ὅτ᾽ ὠδίνουσι γυναῖκες;’
ὣς φαμένης ἀγέροντο θεοὶ ναετῆρες Ὀλύμπου,
ἱστὸν ἰδεῖν ἐθέλοντες ἐποιχομένην Ἀφροδίτην.
καὶ καμάτους ὁρόωντες ἀπειρομόθου Κυθερείης
295 θαμβαλέοι νόθον ἔργον ἐκυκλώσαντο θεαίνης:
καὶ γελόων ἀγόρευε πάλιν φιλοκέρτομος Ἑρμῆς:
‘ἱστὸν ἔχεις, Κυθέρεια: τεὸν λίπε κεστὸν Ἀθήνῃ.
εἰ μίτον ἀμφαφάᾳς εἰ κερκίδα χερσὶ τιταίνεις,
καὶ δόρυ θοῦρον ἄειρε καὶ αἰγίδα Τριτογενείης.
300 οἶδα, πόθεν, Κυθέρεια, πολύκροτον ἱστὸν ὑφαίνεις,
σὸς δόλος οὔ με λέληθε: τεὸς τάχα νυμφίος Ἄρης
εἰς γάμον ἱμερόεντας ἀπαιτίζει σε χιτῶνας.
Ἄρεῖ πέπλον ὕφαινε: νεοκλώστῳ δ᾽ ἐνὶ πέπλῳ
ἀσπίδα μή ποίκιλλε: τί γὰρ σακέων Ἀφροδίτῃ;
305 τεῦχε τεῆς Φαέθοντα φεραυγέα μάρτυρον εὐνῆς,
φώριον ἀγγέλλοντα τεῶν συλήτορα λέκτρων:
ἢν ἐθέλῃς, ποίκιλλε καὶ ἀρχαίους σέο δεσμούς,
καὶ θεὸν ἀσκήσειε νόθον πόσιν αἰδομένη χείρ:
καὶ σὺ τεὸν μετὰ τόξον, Ἔρως, ἄτρακτον ἑλίσσων
310 μητέρι νήματα τεῦχε φιληλακάτῳ Κυθερείῃ,
ὄφρα μετὰ πτερόεντα καὶ ἱστοπόνον σε καλέσσω,
καὶ μετὰ νεῦρα βόεια θεὸν πυρόεντα νοήσω
πηνίον ἐξέλκοντα παρὲκ μίτον ἀντὶ βελέμνων.
χρυσῷ τεῦξον Ἄρηα μετὰ χρυσῆς Ἀφροδίτης
315 κερκίδα χειρὶ φέροντα καὶ οὐ πάλλοντα βοείην,
δίπλακα ποικίλλοντα σὺν ἐργοπόνῳ Κυθερείῃ.
ἀλλά, θεὰ Κυθέρεια, φιληλακάτων ἀπὸ χειρῶν
ῥῖπτε μίτους ἀνέμοισι καὶ ἄμφεπε κεστὸν ἱμάντα,
συζυγίης δ᾽ ἀλέγιζε τὸ δεύτερον: ἀρχέγονος γὰρ
320 πλάζεται εἰσέτι κόσμος, ἕως ἔτι πέπλον ὑφαίνεις.’
ὣς φαμένου μείδησαν, ὅσοι ναετῆρες Ὀλύμπου.
καὶ μίτον ἡμιτέλεστον ἀπορρίψασα χιτῶνος
αἰδομένη γλαυκῶπιν ἑῆς ἐπεβήσατο Κύπρου
ἀνδρομέης Κυθέρεια τιθηνήτειρα γενέθλης:
325 καὶ βίον αἰολόμορφον Ἔρως πάλιν ἥρμοσε κεστῷ
σπείρων εὐαρότοιο λεχώιον ἄντυγα κόσμου.
τοίην ἱμερόφωνον ἀνέπλεκε Λεῦκος ἀοιδὴν
ἠλακάτης ἀδίδακτον ἀνυμνείων Ἀφροδίτην,
ἐργοπόνῳ μέγα νεῖκος ἀναστήσασαν Ἀθήνῃ.
330 Ἀλλ᾿ ὅτε δὴ κόρος ἔσκε φιλακρήτοιο τραπέζης,
οἶνον ἀναβλύζοντες ἐρημάδι κάππεσον εὐνῇ·
οἱ μὲν δαιδαλέης ἐπὶ νεβρίδος, οἱ δ᾿
ἐπὶ φύλλων πεπταμένων, ἕτεροι δὲ χυτῆς
ἐφύπερθε κονίης δέρμασιν αἰγείοισιν ἐπεστορέσαντο χαμεύνην·
335 ἄλλοι δ᾿ ἐγρεμόθοισιν ἐφωμίλησαν ὀνείροις,
χάλκεον ἁπλώσαντες ἐνυαλίῳ δέμας ὕπνῳ,
ὧν ὁ μὲν Ἰνδὸν ἔβαλλε καθήμενον ὑψόθεν ἵππου,
ἄλλος δ᾿ Ἰνδὸν ἔνυξε κατ᾿ αὐχένος, ὃς δὲ
δαΐζων ἄορι πεζὸν ἔτυψεν, ὁ δ᾿ οὔτασε Δηριαδῆα·
340 ἄλλος δ᾿ ἠερόφοιτον ἑὸν βέλος ὑψόσε πέμπων
ἠλιβάτους ἐλέφαντας ὀνειρείῳ βάλεν ἰῷ.
Πορδαλίων δὲ γένεθλα καὶ ἄγρια φῦλα λεόντων
καὶ κύνες ἀγρευτῆρες ἐρημονόμου Διονύσου
εἶχον ἀμοιβαίης φυλακῆς ἄγρυπνον ὀπωπήν,
345 πάννυχον ἐγρήσσοντες ὀρειάδος ἔνδοθεν ὕλης,
μή σφιν ἐπαΐξειε μελαινομένων μόθος Ἰνδῶν·
καὶ δαΐδες στοιχηδὸν ἐπαστράπτεσκον Ὀλύμπῳ,
Βακχιάδος λαμπτῆρες ἀκοιμήτοιο χορείης.
BOOK 25
εἰκοστὸν κατὰ πέμπτον ἔχεις Περσῆος ἀγῶνα
καὶ κρίσιν Ἡρακλῆος ἐς ἠνορέην Διονύσου.
Μοῦσα, πάλιν πολέμιζε σοφὸν μόθον ἔμφρονι θύρσῳ:
οὔ πω γὰρ γόνυ δοῦλον ὑποκλίνων Διονύσῳ
φύλοπιν ἑπταέτηρον Ἑώιος εὔνασεν Ἄρης:
ἀλλὰ δρακοντείοιο τεθηπότες ἄκρα γενείου
5 Ἰνδῴης πλατάνοιο πάλιν κλάζουσι νεοσσοί,
Βακχείου πολέμοιο προμάντιες. οὐ μὲν ἀείσω
πρώτους ἓξ λυκάβαντας, ὅτε στρατὸς ἔνδοθι πύργων
Ἰνδὸς ἔην: τελέσας δὲ τύπον μιμηλὸν Ὁμήρου
ὕστατον ὑμνήσω πολέμων ἔτος, ἑβδομάτης δὲ
10 ὑσμίνην ἰσάριθμον ἐμῆς στρουθοῖο χαράξω:
Θήβῃ δ᾽ ἑπταπύλῳ κεράσω μέλος, ὅττι καὶ αὐτὴ
ἀμφ᾽ ἐμὲ βακχευθεῖσα περιτρέχει, οἷα δὲ νύμφη
μαζὸν ἑὸν γύμνωσε κατηφέος ὑψόθι πέπλου,
μνησαμένη Πενθῆος: ἐποτρύνων δέ με μέλπειν
15 πενθαλέην ἕο χεῖρα γέρων ὤρεξε Κιθαιρὼν
αἰδόμενος, μὴ λέκτρον ἀθέσμιον ἠὲ βοήσω
πατροφόνον πόσιν υἷα παρευνάζοντα τεκούσῃ.
Ἀονίης ἀίω κιθάρης κτύπον: εἴπατε, Μοῦσαι,
τίς πάλιν Ἀμφίων λίθον ἄπνοον εἰς δρόμον ἕλκει;
20 οἶδα, πόθεν κτύπος οὗτος: ἀειδομένῃ τάχα Θήβῃ
Πινδαρέης φόρμιγγος ἐπέκτυπε Δώριος ἠχώ.
ἀλλὰ πάλιν κτείνωμεν Ἐρυ
θραίων γένος Ἰνδῶν:
οὔ ποτε γὰρ μόθον ἄλλον ὁμοίιον ἔδρακεν αἰὼν
Ἠῴου πρὸ μόθοιο, καὶ οὐ μετὰ φύλοπιν Ἰνδῶν
25 ἄλλην ὀψιτέλεστον ἰσόρροπον εἶδεν Ἐνυώ,
οὐδὲ τόσος στρατὸς ἦλθεν ἐς Ἴλιον, οὐ στόλος ἀνδρῶν
τηλίκος, ἀλλὰ νέοισι καὶ ἀρχεγόνοισιν ἐρίζων
εὐκαμάτους ἱδρῶτας ἀναστήσω Διονύσου,
κρίνων ἠνορέην τεκέων Διός, ὄφρα νοήσω,
30 τίς κάμε τοῖον ἀγῶνα, τίς εἵκελος ἔπλετο βάκχου.
Περσεὺς μὲν ταχύγουνος, ἐύπτερον ἴχνος ἐλίσσων,
ἀγχινεφῆ δρόμον εἶχεν ἐν ἠέρι πεζός ὁδίτης,
εἰ ἐτεὸν πεπότητο. τί δὲ πλέον, εἰ σφυρὰ πάλλων
ξείνην εἰρεσίην ἀνεμώδεϊ νήχετο ταρσῷ,
35 ὅττι βαθυνομένης παλάμης ληίστορι καρτῷ
Φορκίδος ἀγρύπνοιο λαβὼν ὀφθαλμὸν ἀλήτην,
ἄψοφον ἀκροπόρων πεφυλαγμένος ἄλμα πεδίλων,
ὄγμον ἐχιδνήεντα μιῆς ἤμησε Μεδούσης,
ἦς ἔτι κυμαίνουσα γοναῖς ἐθλίβετο γαστὴρ
40 Πήγασον ὠδίνουσα, καὶ ἔγκυον αὐχένα νύμφης
Γοργόνος Εἰλείθυια μογοστόκος ἔθρισεν ἅρπη,
αὐχένος ἱπποτόκοιο θαλύσιον; ἀπτολέμου δὲ
Περσεὺς ὠκυπέδιλος ἐκούφισε σύμβολα νίκης
ἄπνοα, Γοργείης ὀφιώδεα λήια χαίτης,
45 αἱμαλέῃ ῥαθάμιγγι κατάρρυτα λείψανα κόρσης,
ἡμιτελές σύριγμα νεοτμήτων ἀπὸ λαιμῶν
λεπτὸν ὑποτρίζοντα: καὶ οὐ στίχεν ἄρσενι χάρμῃ,
οὐ τότε χερσαίης ἐνοπῆς κτύπος, οὐδ᾽ ἐνὶ πόντῳ
Περσέι μαρναμένῳ πολεμήια λαίφεα νηῶν
50 ἐγρεμόθοις ἀνέμοισιν Ἄρης κολπώσατο ναύτης,
οὐ φονίῃ ῥαθάμιγγι Λίβυς φοινίσσετο Νηρεύς,
οὐ νέκυν αὐτοκύλιστον ἐδέξατο λοίγιον ὕδωρ:
ἀλλὰ δρακοντείης τρομέων συριγμὸν ἐθείρης
Σθεννοῦς μαινομένης πτερόεις ἐλελίζετο Περσεύς,
55 καὶ κυνέην Ἀίδαο φέρων καὶ Παλλάδος ἅρπην,
καὶ πτερὸν Ἑρμάωνος ἔχων καὶ Ζῆνα τοκῆα,
ὠκυτέρῳ φύξηλις ἀνῃώρητο πεδίλῳ,
Εὐρυάλης μύκημα καὶ οὐ σάλπιγγος ἀκούων,
συλήσας Λιβύης ὀλίγον σπέος: οὐ στρατὸν ἀνδρῶν
60 ἔκτανεν, οὐ φλογόεντι πόλιν τεφρώσατο δαλῷ.
ἀλλ᾽ οὐ τοῖος ἔην Βρομίου μόθος: οὐ ποσὶν ἕρπων
Βάκχος ἐθωρήχθη δολόεις πρόμος, οὐδὲ λοχήσας
φρουρὸν ἀκοιμήτοιο μετήλυδα κύκλον ὀπωπῆς
Φορκίδος ἀλλοπρόσαλλον ἀμειβομένης πτερὸν Ὕπνου
65 ἤνυσε θῆλυν ἄεθλον ἀθωρήκτοιο Μεδούσης:
ἀλλὰ διατμήγων δηίων στίχα δίζυγι νίκῃ
χερσαίου πολέμοιο καὶ ὑγροπόροιο κυδοιμοῦ
λύθρῳ γαῖαν ἔδευσε, καὶ αἵματι κῦμα κεράσσας
Νηρεΐδας φοίνιξεν ἐρευθιόωντι ῥεέθρῳ,
70 κτείνων βάρβαρα φῦλα: πολὺς δ᾽ ἐπὶ μητέρι Γαίῃ
ὑψιλόφων ἀκάρηνος ἐτυμβεύθη στάχυς Ἰνδῶν,
πολλοὶ δ᾽ ἐν πελάγεσσιν ὀλωλότες ὀξέι θύρσῳ
αὐτόματοι πλωτῆρες ἐπορθμεύοντο θαλάσσῃ,
Ἰνδῶν νεκρὸς ὅμιλος. ἀνικήτῳ δὲ Λυαίῳ
75 ὕδασιν αἰχμάζοντος ἐγερσιμόθου ποταμοῖο
Ἄρεα κυματόεντα παρέρχομαι, ὁππότε πεύκη
Βακχιὰς αἰθαλόεσσα κατέφλεγε βάρβαρον ὕδωρ
μυδαλέῳ σπινθῆρι, καὶ ἔζεε κύματι θερμῷ
καπνὸν ἀναβλύζων ποταμήιον ὑγρὸς Ὑδάσπης.
80 ἀλλ᾽ ἐρέεις, ὅτι ‘κῆτος ἁλίτροφον ἔκτανε Περσεύς:
ὄμματι Γοργείῳ πετρώσατο θῆρα θαλάσσης.’
τί πλέον, εἰ φονίης δεδοκημένος ὄμμα Μεδούσης
ἀνδρομέων μελέων ἑτερότροπον εἶδος ἀμείψας
εἰς λίθον αὐτοτέλεστον ἐμορφώθη Πολυδέκτης;
85 Βάκχου δ᾽ Ἰνδοφόνου βριαρὸς πόνος οὐ μία Γοργώ,
οὐ λίθος ἠερόφοιτος ἁλίκτυπος ἢ Πολυδέκτης:
ἀλλὰ δρακοντοκόμων καλάμην ἤμησε Γιγάντων
Βάκχος ἀριστεύων ὀλίγῳ ῥηξήνορι θύρσῳ,
ὁππότε Πορφυρίωνι μαχήμονα κισσὸν ἰάλλων
90 Ἐγκέλαδον στυφέλιξε καὶ ἤλασεν Ἀλκυονῆα
αἰχμάζων πετάλοισιν: ὀιστεύοντο δὲ θύρσοι
γηγενέων ὀλετῆρες, ἀοσσητῆρες Ὀλύμπου,
χερσὶ διηκοσίῃσιν ἕλιξ ὅτε λαὸς Ἀρούρης
θλίβων ἀστερόεσσαν ἴτυν πολυδειράδι κόρσῃ
95 λεπταλέῳ γόνυ κάμψεν ἀκοντιστῆρι κορύμβῳ,
ἔγχεϊ κισσήεντι, καὶ οὐ πυρόεντι κεραυνῷ
τηλίκος ἐσμὸς ἔπιπτεν, ὅσος ῥηξήνορι θύρσῳ.
ἀλλά φίλοι, κρίνωμεν: ἐν ἀντολίῃ μὲν ἀρούρῃ
Ἰνδοφόνους ἱδρῶτας ὀπιπεύων Διονύσου
100 ἠέλιος θάμβησεν, ὑπὲρ δυτικοῖο δὲ κόλπου
Εσπερίη Περσῆα τανύπτερον εἶδε Σελήνη,
βαιὸν ἀεθλεύσαντα πόνον γαμψώνυχι χαλκῷ:
καὶ Φαέθων ὅσον εὖχος ὑπέρτερον ἔλλαχε Μήνης,
τόσσον ἐγὼ Περσῆος ἀρείονα Βάκχον ἐνίψω.
105 Ἴναχος ἀμφοτέρων πέλε μάρτυρος, ὁππότε κισσῷ
καὶ φονίῳ νάρθηκι Μυκηνίδες ἤρισαν αἰχμαὶ
χαλκοβαρεῖς, Σατύρων δὲ φιλεύιον Ἄρεα φεύγων
θυρσοφόρῳ Βρομίῳ δρεπανηφόρος εἴκαθε Περσεύς,
καὶ δόρυ θοῦρον ἔπεμπε μαχήμονος ἀντὶ Λυαίου
110 ο
ὐτιδανὴν ἀσίδηρον ἀκοντίζων Ἀριάδνην:
οὐκ ἄγαμαι Περσῆα μίαν κτείναντα γυναῖκα,
εἵμασι νυμφιδίοισιν ἔτι πνείουσαν Ἐρώτων.
εἰ δὲ Διὸς χρυσέων μεγαλίζεται εἵνεκα λέκτρων,
οὐ Δανάην ἐκόμισσεν ἐς οὐρανὸν ὑέτιος Ζεύς,
115 κυδαίνων γονίμης φιλοπάρθενον ὄμβρον ἐέρσης
βαιῆς κλεψιγάμου: Σεμέλη δ᾽ ἐπέβαινεν Ὀλύμπου
σὺν Διί, σὺν μακάρεσσι μιῆς ψαύουσα τραπέζης,
υἱέι βοτρυόεντι παρεζομένη Διονύσῳ:
οὐ Δανάη λάχεν οἶκον Ὀλύμπιον, ὑγροπόρου δὲ
120 λάρνακος ἔνδον ἐοῦσα Διὸς ναυτίλλετο νύμφη,
μεμφομένη ζυγίων ἀπατήλιον ὄμβρον Ἐρώτων,
ἄστατον ὄλβον ἔχοντα μινυνθαδίου νιφετοῖο.
οἶδα μέν Ἀνδρομέδην, ὅτι φαίνεται ἐντὸς Ὀλύμπου,
ἀλλὰ πάλιν μογέει καί ἐν αἰθέρι: καί τάχα δειλὴ
125 πολλάκι τοῖον ἔλεξεν ἔπος νεμεσήμονι φωνῇ:
‘τί πλέον, εἵ με κόμισσας ἐς αἰθέρα, νυμφίε Περσεῦ;
καλὸν ἐμοὶ πόρες ἕδνον Ὀλύμπιον: ἀστερόεν γὰρ
κῆτος ἔτι κλονέει με καὶ ἐνθάδε, καὶ νέον ἄλλον
ἀντίτυπον προτέροιο μετά χθόνα καὶ φόβον ἅλμης
130 εἰσέτι δεσμὸν ἔχω καὶ ὲν ἄστρασιν: οὐ σέθεν ἅρπη
οὐρανίη με σάωσε: μάτην δέ μοι ἐντὸς Ὀλύμπου
μείλιχον ἀστραίης ἀμαρύσσεται ὄμμα Μεδούσης:
κῆτος ἔτι κλονέει με, καὶ οὐ πτερὰ κοῦφα τιταίνεις.
μήτηρ ἀχνυμένη με βιάζεται, ὅττι καὶ αὐτὴ
135 δειλὴ Κασσιέπεια δι᾽ αἰθέρος εἰς ἄλα δύνει