Works of Nonnus
Page 114
Νηρεΐδας τρομέουσα, καὶ ὀλβίζει δρόμον Ἄρκτου
ἄβροχον Ὠκεανοῖο καὶ οὐ ψαύοντα θαλάσσης:
καὶ φόβον Ἀνδρομέδης ὁρόων καὶ Κῆτος Ὀλύμπου
γηραλέος μετὰ γαῖαν ὀδύρεται ἐνθάδε Κηφεύς.’
140 τοῖον ἔπος βαρύδεσμος ἀνίαχε πολλάκι νύμφη,
Περσέα κικλήσκουσα, καὶ οὐ χραίσμησεν ἀκοίτης.
εἰ δέ καὶ Ἀνδρομέδης ἐπαγάλλεται ἄστρασι Περσεύς.
δόχμιον ὄμμα τίταινε δι᾽ αἰθέρος, ἧχι φαείνει
αἰγλήεις Ὀφιοῦχος Ὄφιν δινωτὸν ἀείρων,
145 καὶ Στέφανον περίκυκλον ἐσαθρήσεις Ἀριάδνης
σύνδρομον Ἠελίοιο, συναντέλλοντα Σελήνῃ,
ἵμερον ἀγγέλλοντα φιλοστεφάνου Διονύσου.
οἶδα μόθου Μίνωος, ὃν ὤπασε θῆλυς Ἐνυὼ
κεστὸν ἐλαφρίζουσα καὶ οὐ τελαμῶνα βοείης,
150 ὁππότε Κύπρις ἕην κορυθαιόλος, ὁππότε Πειθὼ
χάλκεον ἔγχος ἔπαλλε καὶ ἔπλετο Παλλὰς Ἀθήνη,
μαρναμένῳ Μίνωι συνέμπορος, ἐν δὲ κυδοιμοῖς
ἀπτολέμων τόξευε γαμοστόλος ἑσμὸς Ἐρώτων,
καὶ Πόθος ἱμερόεις πτολιπόρθιος, ἡνίκα λαῷ
155 Νισαίῳ Μεγαρῆι Κυδωνιὰς ἔβρεμε σάλπιγξ,
εὖτε Φόβον καὶ Δεῖμον ἰδὼν συνάεθλον Ἐρώτων
ἴχνεσιν αἰδομένοισιν ἐχάζετο χάλκεος Ἄρης,
ἀσπίδα κουφίζουσαν ὀπιπεύων Ἀφροδίτην
καὶ Πόθον αἰχμάζοντα, καὶ εὐθώρηκι μαχητῇ
160 ἁβροχίτων ἐτέλεσσεν Ἔρως καλλίτριχα νίκην:
Σκύλλα γὰρ ὑπνώοντος ἀκερσικόμοιο τοκῆος
ἥλικα πορφυρέης ἀπεκείρατο βότρυν ἐθείρης,
καὶ πόλιν ἔπραθε πᾶσαν ἕνα τμητῆρι σιδήρῳ
βόστρυχον ἀμήσασα πολισσούχοιο καρήνου.
165 Μίνως μὲν πτολίπορθος ἑῷ ποτε κάλλεϊ γυμνῷ
ὑσμίνης τέλος εὗρε, καὶ νίκησε σιδήρῳ,
ἀλλὰ πόθῳ καὶ ἔρωτι: κορυσσομένου δὲ Λυαίου
οὐ Πόθος ἐπρήυνεν ἀκοντοφόρων μόθον Ἰνδῶν,
οὐ Παφίη κεκόρυστο συναιχμάζουσα Λυαίῳ,
170 κάλλεϊ νικήσασα, μόθου τέλος οὐ μία κούρη
οἰστρομανὴς χραίσμησεν ἐρασσαμένη Διονύσου,
οὐ δόλος ἱμερόεις, οὐ βόστρυχα Δηριαδῆος,
ἀλλὰ πολυσπερέων πολέμων ἑτερότροπος Ἰνδὸς
νίκης εὖχος ἔχων παλιναυξέος. εἰ δὲ γεραίρεις
175 Ἴναχον Ἡρακλῆος, ὅλον πόνον αὐτὸς ἐλέγξω.
οἶδα μέν, ὅττι λέοντι βραχίονα λοξὸν ἑλίξας
εὐπαλάμῳ πήχυνε περίπλοκον αὐχένα δεσμῷ,
πότμον ἄγων ἀσίδηρον, ὅπῃ ζωαρκέι λαιμῷ
ἔμπνοος ἀσφαράγοιο μέσος πορθμεύεται ἀήρ:
180 οὐκ ἄγαμαι καὶ τοῦτο: παρ᾽ εὐπετάλῳ ποτὲ λόχμῃ
χερσὶ λεοντοφόνοισιν ἀριστεύουσα Κυρήνη
παρθένος ἔργον ἔτευξεν ὁμοίιον, ὅττι καὶ αὐτὴ
ἄρσενα θῆρα δάμασσεν ἀκαμπέι θήλεϊ δεσμῷ:
ἀρτιθαλὴς δ᾽ ἔτι κοῦρος ἐν οὔρεσι Βάκχος ἀθύρων
185 χειρὶ μιῇ λασίου δεδραγμένος ἀνθερεῶνος
φοίνιον εἷλκε λέοντα, καὶ ὤρεγε μητέρι Ῥείῃ
αὐχενίου πλοκάμοιο κεχηνότα θῆρα πιέζων:
εἷλκεν ἔτι ζώοντα, περισφίγξας δὲ λεπάδνῳ
θῆρα κυβερνητῆρι διεσφήκωσε χαλινῷ
190 ζεύξας δοῦλα γένεια, καὶ ἥμενος ὑψόθι, δίφρου
ἄγρια ταρβαλέων ἐπεμάστιε νῶτα λεόντων.
πορδαλίων δὲ γένεθλα καὶ ὠμοβόρων γένος ἄρκτων
νηπιάχοις παλάμῃσιν ἐδουλώθη Διονύσου.
οἶδα καὶ Ἀρκάδα κάπρον ὀρίδρομον: ἀλλὰ Λυαίῳ
195 παίγνια κουρίζοντι σύες καὶ φῦλα λεόντων.
τί πλέον Ἡρακλέης θρασὺς ἥνυσεν, εἴ τινα πηγὴν
πολλὰ καμὼν ὀλίγην ὀφιώδεα λύσατο Λέρνην,
τέμνων αὐτοτέλεστα θαλύσια φωλάδος ὕδρης
φυταλίην πολύδειρον ἀνασταχύοντα δρακόντων;
200 αἴθε δὲ μοῦνος ἔπεφνε, καὶ οὐκ ἐκάλεσσε μογήσας
ἀρτιφύτων Ἰόλαον ἀλοιητῆρα καρήνων,
δαλὸν ἀερτάζοντα σελασφόρον, εἰσόκεν ἄμφω
θῆλυν ὄφιν πρήνιξαν, ἐγὼ δ᾽ οὐκ οἶδα γεραίρειν
οὐτιδανῇ δύο φῶτας ἐριδμαίνοντας ἐχίδνῃ:
205 εἷς πόνος ἀμφοτέροισι μερίζετο: θυρσοφόρος δὲ
μοῦνος ἀποτμήξας ὀφιώδεας υἷας Ἀρούρης
Εὔιος ἔχραε πᾶσι, Διὸς πρόμος, ὧν ὑπὲρ ὥμων
ἀμφιλαφεῖς ἑκάτερθεν ἀμοιβάδες ἔρρεον ὕδραι,
ὕδρης Ἰναχίης πολὺ μείζονες, ἀντὶ δὲ Λέρνης
210 ἀσταθέες σύριζον ἐν αἰθέρι γείτονες ἄστρων.
ἱλήκοις, Ἰόλαε: σὺ γὰρ δέμας ἔφλεγες ὕδρης,
καὶ μόνος Ἡρακλέης, μόνος ἥρπασεν οὕνομα νίκης.
οὐ Νεμέην ἐλάχειαν ἐμὸς πρόμος, οὕ τινα Λέρνην
Βάκχος ἀνεζώγρησε πολυσφαράγων ἀπὸ λαιμῶν,
215 θάμνον ἐχιδνήεντα ταμὼν παλιναυξέος ὕδρης,
ἀλλὰ Νότον καὶ ταρσὰ Βορήια καὶ πτερὸν Εὕρου
καὶ Ζέφυρον κήρυκα φέρων τετράζυγι νίκῃ
ὠκεανόν, χθόνα, πόντον ἑῶν ἔπλησεν ἀέθλων.
εἰ κλέος ἀνδρὶ φέρουσι δράκων, εἰ φωλάδες ὕδραι,
220 Βάκχου στέμματα ταῦτα λεχώια, ταῦτα Λυαίου
φρικτὰ δρακοντείων ὀφιώδεα δεσμὰ κομάων,
ἐξ ὅτε πατρὸς ἔλειπε τελεσσιγόνου πτύχα μηροῦ.
/> Σιγήσω κεμάδος χρύσεον κέρας, οὕ τι χαλέψω
τηλίκον Ἡρακλῆα μιῆς ἐλάφοιο φονῆα:
225 μὴ τρομερῆς ἐλάφου μιμνήσκεο: νεβροφόνῳ γὰρ
θυιάδι βαιὸν ἄθυρμα πέλει κεμαδοσσόος ἄγρη.
Κνώσσιον Ἡρακλῆος ἔα πόνον: οἰστρομανῆ γὰρ
οὐκ ἄγαμαί τινα ταῦρον, ὃν ἤλασεν, ὅττι τινάσσων
τοσσατίην κορύνην ὀλίγην ἔτμηξε κεραίην:
230 πολλάκι τοῦτο τέλεσσε γυνὴ μία, πολλάκι Βάκχη
ἄσπετον εὐκεράων ἀγέλην δαιτρεύσατο ταύρων,
οὐτιδανὴ θεράπαινα βοοκραίρου Διονύσου:
θηγαλέην δ᾽ ἐπίκυρτον ἀνειρύσσασα κεραίην
πολλάκις, εἰ κεράεσσιν ἐμάρνατο μαινόμενος βοῦς,
235 εἰς γόνυ ταῦρον ἔκαμψεν, ἀκοντιστῆρα λεόντων.
κάλλιπε καὶ τριλόφοιο καρήατα Γηρυονῆος:
καὶ γὰρ ἐμὸς Διόνυσος ἑῷ ταμεσίχροϊ κισσῷ
Ἄλπον ἀπηλοίησε, θεημάχον υἱὸν Ἀρούρης,
Ἄλπον ἐχιδναίοις ἑκατὸν κομόωντα καρήνοις,
240 ἠελίου ψαύοντα καὶ αὖ ἐρύοντα Σελήνην,
ἀστραίην πλοκάμοισι περιθλίβοντα χορείην.
ἆθλα μὲν Ἡρακλῆος, ὃν ἤροσεν ἀθάνατος Ζεὺς
Ἀλκμήνης τρισέληνον ἔχων παιδοσπόρον εὐνήν,
οὐτιδανὸς πόνος ἦεν ὀρίτροφος: ἔργα δὲ Βάκχου
245 ἠὲ Γίγας πολύπηχυς ἢ ὑψιλόφων πρόμος Ἰνδῶν,
οὐ κεμάς, οὐ βοέης ἀγέλης στίχες, οὐ λάσιος σῦς,
οὐδὲ κύων, ἣ ταῦρος, ἢ αὐτόπρεμνος ὀπώρη
χρυσοφαής, ἣ κόπρος, ἢ ἄστατος ὄρνις ἀλήτης
οὐτιδανὴν ἀσίδηρον ἔχων πτερόεσσαν ἀκωκήν,
250 ἢ γένυς ἱππείη ξεινοκτόνος, οὐ μία μίτρη
Ἱππολύτης ἐλάχεια: Διωνύσοιο δὲ νίκη
Δηριάδης ἀπέλεθρος ἢ εἰκοσίπηχυς Ὀρόντης.
παμφαὲς υἱὲ Μέλητος, Ἀχαιίδος ἄφθιτε κῆρυξ,
ἱλήκοι σέο βίβλος ὁμόχρονος ἠριγενείῃ:
255 Τρῳάδος ὑσμίνης οὐ μνήσομαι: οὐ γὰρ ἐίσκω
Αἰακίδῃ Διόνυσον ἢ Ἕκτορι Δηριαδῆα.
ὑμαήσειν μὲν ὄφελλε τόσον καὶ τοῖον ἀγῶνα
Μοῦσα τεὴ καὶ Βάκχον ἀκοντιστῆρα Γιγάντων,
ἄλλοις δ᾽ ὑμνοπόλοισι πόνους Ἀχιλῆος ἐᾶσαι,
260 εἰ μὴ τοῦτο Θέτις γέρας ἥρπασεν. ἀλλὰ λιγαίνειν
πνεῦσον ἐμοὶ τεὸν ἄσθμα θεόσσυτον: ὑμετέρης γὰρ
δεύομαι εὐεπίης, ὅτι τηλίκον Ἄρεα μέλπων
Ἰνδοφόνους ἱδρῶτας ἀμαλδύνω Διονύσου.
ἀλλά, θεά, με κόμιζε τὸ δεύτερον εἰς μέσον Ἰνδῶν,
265 ἔμπνοον ἔγχος ἔχοντα καὶ ἀσπίδα πατρὸς Ὁμήρου,
μαρνάμενον Μορρῆι καὶ ἄφρονι Δηριαδῆι
σὺν Διὶ καὶ Βρομίῳ κεκορυθμένον: ἐν δὲ κυδοιμοῖς
Βακχιάδος σύριγγος ἀγέστρατον ῾̣̣̓χν ἀκούσω
καὶ κτύπον οὐ λήγοντα σοφῆς σάλπιγγος Ὁμήρου,
270 ὄφρα κατακτείνω νοερῷ δορὶ λείψανον Ἰνδῶν.
ὣς ὁ μὲν Ἰνδῴοιο περὶ ῥάχιν εὔβοτον ὕλης
ἕζετο Βάκχος ὅμιλος ἐρημάδος ἀστὸς ἐρίπνης,
ἀμβολίῃ πολέμοιο: φόβῳ δ᾽ ἐλελίζετο Γάγγης
οἰκτείρων ἑὰ τέκνα: νεοφθιμένων δ᾽ ἐπὶ πότμῳ
275 πᾶσα πόλις δεδόνητο: φιλοθρήνων δὲ γυναικῶν
πενθαλέοις πατάγοισιν ἐπεσμαράγησαν ἀγυιαί.
Δηριάδην δ᾽ ἐλέλιζε φόβος καὶ θαῦμα καὶ αἰδώς:
ἤδη γὰρ κλύε πάντα: τὸ δὲ πλέον ὄμματι λοξῷ
ἄχνυτο παπταίνων, ὅτι θέσκελον εἶδος ἀμείψας
280 οἴνῳ κυματόεντι μέλας κελάρυζεν Ὑδάσπης.
κεῖθι καὶ εὐρυγένειος ἑὸν πόδα νωθρὸν ἑλίσσων
κάμμορος ἀχλυόεσσαν ἔχων ἀλαωπὸν ὀμίχλην,
ξανθὴν λυσιπόνοιο μέθης ἔρραινεν ἐέρσην
ὄμμασι κολλητοῖσιν: ἀρυομένου δὲ προσώπου
285 οἰνωπὰς ῥαθάμιγγας ἀνωίχθησαν ὀπωπαί:
τερπομένοις δὲ πόδεσσι γέρων ἐχόρευε λιγαίνων
ἰκμάδα φοινίσσουσαν ἀλεξικάκου ποταμοῖο:
χερσὶ δὲ γηραλέῃσι ῥόον νεφεληδὸν ἀφύσσων
πορφυρέης ἔπλησε μέθης εὐώδεας ἀσκούς,
290 καὶ Διὶ βωμὸν ἀνῆψε καὶ οἰνοχύτῳ Διονύσῳ,
ἀθρήσας Φαέθοντος ἀήθεος ὄψιμον αἴγλην.
καὶ κύνας οἰνωθέντας ἐπ᾽ ᾐόνι κοῦρος ἐάσας
λαρὸν ὕδωρ λάπτοντας ἐρευθομένου ποταμοῖο
θηρητὴρ ὁμόφοιτος ὀρειάδος ἰοχεαίρης
295 εἰς πόλιν ἴχνος ἔκαμψεν, ἀπειθέι Δηριαδῆι
ἀγγέλλων γλυκὺ χεῦμα μεθυσφαλέος ποταμοῖο.
ἤδη δ᾽ ἀμπελόεσσα δι᾽ ἄστεος ἔτρεχεν ὀδμὴ
καὶ λιαροῖς ἀνέμοισιν ὅλας ἐμέθυσσεν ἀγυιάς,
νίκην Ἰνδοφόνοιο προθεσπίζουσα Λυαίου:
300 πύργοις δ᾽ ἠλιβάτοισιν ἐναυλίζοντο πολῖται
δειδιότες, καὶ τεῖχος ἐμιτρώσαντο βοείαις
ἄστεος ὑψιλόφοιο φυλάκτορες. ὲν δὲ κολώναις
ἀσχαλόων Διόνυσος ἐμέμφετο πολλάκις Ἥρῃ,
ὅττι πάλιν φθονέουσα μάχην ἀνεσείρασεν Ἰνδῶν,
πλησαμένης δέκα κύκλα παλιννόστοιο Σελήνης
μετρήσασα μόθοιο τριηκοστῆς δρόμον Ἠοῦς:
305 νίκης δ᾽ ἐλπίδα πᾶσαν ἀνερρίπιζον ἀῆται.
παπταίνων δὲ λέοντας ἀεργηλῇ παρὰ φάτνῃ,
οἶα λέων βρυχᾶτο καὶ ἔστενεν ἔνδοθι λόχμης
310 ὄμμασιν
ἀκλαύτοισι: κατηφιόωντι δὲ Βάκχῳ
ἑλκεχίτων Σκυθικοῖο δι᾽ οὔρεος ἄσπορος Ἄττις
ἵκετο μαστίζων μετανάστιον ἄρμα λεόντων,
Ῥείης θεσπεσίης ταχὺς ἄγγελος, ὅς ποτε χαλκῷ
φοινίξας γονόεντα τελεσσιγάμου στάχυν ἥβης
315 ῥῖψεν ἀνυμφεύτων φιλοτήσιον ὄγμον ἀρότρων,
ἄρσενος ἀμητοῖο θαλύσιον, αἱμαλέῃ δέ
παιδογόνῳ ῥαθάμιγγι περιρραίνων πτύχα μηροῦ
θερμὸν ἀλοιητῆρι δέμας θήλυνε σιδήρῳ:
ὃς τότε διφρεύων Κυβεληίδος ἅρμα θεαίνης
320 ἄγγελος ἀσχαλόωντι παρήγορος ἦλθε Λυαίῳ:
καί μιν ἰδὼν Διόνυσος ἀνέδραμε, μὴ σχεδὸν ἔλθῃ
Ῥείην πανδαμάτειραν ἄγων ἐπὶ φύλοπιν Ἰνδῶν.
στήσας δ᾽ ἄγριον ἅρμα, δι᾽ ἄντυγος ἡνία τείνας,
καὶ ῥοδέης ἀχάρακτα γενειάδος ἄκρα φαείνων
325 Βάκχῳ μῦθον ἔλεξε, χέων ὀξεῖαν ἰωήν:
‘ἀμπελόεις Διόνυσε, Διὸς τέκος, ἔγγονε Ῥείης,
εἰπέ μοι εἰρομένῳ, πότε νόστιμος εἰς χθόνα Λυδῶν
ἵξεαι οὐλοκάρηνον ἀιστώσας γένος Ἰωδῶν;
οὔ πω ληιδίας κυανόχροας ἔδρακε Ῥείη,
330 οὔ πω σοὶ μετὰ δῆριν ὀρεσσαύλῳ παρὰ φάτνῃ
Μυγδονίων ἔσμηξε τεῶν ἱδρῶτα λεόντων
Πακτωλοῦ παρὰ χεῦμα ῥυηφενές: ἀλλὰ κυδοιμοῦ
ἄψοφον ἀενάων ἐτέων στροφάλιγγα κυλίνδεις:
οὔ πω θηροκόμῳ θεομήτορι σύμβολα νίκης
335 Ἰνδῴων ἐκόμισσας ἑώια φῦλα λεόντων.
ἀλλὰ παρ᾽ Ἡφαίστοιο καὶ ἀθανάτης σέο Ῥείης
δέχνυσο τεύχεα ταῦτα, τά περ κάμε Λήμνιος ἄκμων,