Works of Nonnus

Home > Other > Works of Nonnus > Page 119
Works of Nonnus Page 119

by Nonnus


  Ἰνδοῖς κτεινομένοισι καὶ υἱέι Δηριαδῆι,

  ἀνδροφυὴς κερόεσσαν ἔχων ποταμηίδα μορφήν,

  185 χεῦμα γεφυρώσαντες ὑπερφιάλου ποταμοῖο

  ἴχνεσιν ἀβρέκτοισιν ὁδεύσατε δίψιον ὕδωρ,

  καὶ γυμνῇ ψαμάθῳ πατέων αὐχμηρὸν Ὑδάσπην

  πεζὸς ὄνυξ εὔιππος ἐπιξύσειε κονίην.

  εἰ δὲ πολυπτοίητος Ἀρειμανέων πρόμος Ἰνδῶν

  190 αἰθερίου Φαέθοντος ἀπόσπορός ἐστι γενέθλης,

  καὶ Φαέθων πυρόεσσαν ἐμοὶ στήσειεν Ἐνυώ,

  θυγατέρος κερόεσσαν ἑῆς ὠδῖνα γεραίρων,

  γνωτὸν ἐμοῦ Κρονίδαο πάλιν Φαεθοντίδι χάρμῃ

  πόντιον ὑδατόεντα πυρὸς σβεστῆρα κορύσσω:

  195 Θρινακίην δ᾽ ἐπὶ νῆσον ἐλεύσομαι, ὁππόθι ποῖμναι

  καὶ βόες αἰθερίοιο πυραυγέος Ἡνιοχῆος,

  ἠελίου δὲ θύγατρα, δορικτήτην ἅτε κούρην,

  Λαμπετίην ἀέκουσαν ὑπὸ ζυγὰ δούλια σύρω,

  ὄφρα γένυ κλίνειε: καὶ εἰς ὄρος Ἀστρὶς ἀλάσθω,

  200 μυρομένη βαρύδεσμον ὀπάονα Δηριαδῆα:

  ἐλθέτω, ἢν ἐθέλῃ, μετανάστιος εἰς χθόνα Κελτῶν,

  ὄφρα φυτὸν γεγαυῖα σὺν Ἡλιάδεσσι καὶ αὐτὴ

  πυκνὰ φιλοθρήνοισιν ἐπικλαύσειε ῥεέθροις.

  σπεύσατέ μοι καὶ κύκλα μελαρρίνοιο προσώπου

  205 Ἰνδῶν ληιδίων λευκαίνετε μύστιδι γύψῳ,

  καὶ θρασὺν ἀμπελόεντι περιπλεχθέντα κορύμβῳ...

  νεβρίδα χαλκοχίτωνι καθάψατε Δηριαδῆι:

  καὶ Βρομίῳ γένυ δοῦλον ὑποκλίνων μετὰ νίκην

  Ἰνδὸς ἄναξ ῥίψειεν ἑὸν θώρηκα θυέλλαις,

  210 κρείσσονι λαχνήεντι δέμας θώρηκι καλύπτων,

  καὶ πόδα πορφυρέοισι περισφίγξειε κοθόρνοις

  ἀργυρέας ἀνέμοισιν ἑὰς κνημῖδας ἐάσας,

  καὶ μετὰ φοίνια τόξα καὶ ἠθάδος ἔργα κυδοιμοῦ

  ὄργια νυκτιχόρευτα διδασκέσθω Διονύσου,

  215 βάρβαρα δινεύων ἐπιλήνια βόστρυχα χαίτης.

  δυσμενέων δὲ κάρηνα κομίσσατε σύμβολα νίκης

  Τμῶλον ἐς ἠνεμόεντα, πεπαρμένα μάρτυρι θύρσῳ.

  πολλὰς δ᾽ ἐκ πολέμοιο μεταστήσω στίχας Ἰνδῶν

  ζωγρήσας μετ᾽ Ἄρηα, παρὰ προπύλαια δὲ Λυδῶν

  220 πήξω μαινομένοιο κεράατα Δηριαδῆος.’

  ὥς φάμενος θάρσυνεν: ἐπερρώοντο δὲ Βάκχαι,

  Σειληνοὶ δ᾽ ἀλάλαζον Ἀρηιφίλης μέλος Ἠχοῦς

  καὶ Σάτυροι κελάδησαν ὁμοφθόγγων ἀπὸ λαιμῶν:

  καὶ τυπάνου κελάδοντος ὁμόθροος ἔβρεμεν ἠχὼ

  225 φρικαλέον μύκημα, φιλοκροτάλων δὲ γυναικῶν

  χερσὶν ἀμοιβαίῃσιν ἀράσσετο δίκτυπος ἠχώ:

  καὶ νομίη Φρύγα ῥυθμὸν ἀγέστρατος ἴαχε σύριγξ.

  καὶ στρατιῆς προκέλευθος ἐπιβρίθουσα κυδοιμῷ

  Μυγδονίη μάρμαιρε δι᾽ ἠέρος ἁλλομένη φλόξ,

  Βακχείην πυρόεσσαν ἀπαγγέλλουσα λοχείην:

  Σειληνοῦ δὲ γέροντος ἀπ᾽ εὐκεράοιο μετώπου

  235 μαρμαρυγὴ σελάγιζεν: ὀρεσσαύλοιο δὲ Βάκχης

  δέσμιος ἀπλέκτοισι δράκων ἐσφίγγετο χαίταις:

  καὶ Σάτυροι πολέμιζον: ἐλευκαίνοντο δὲ γύψῳ

  μυστιπόλῳ, καὶ φρικτὸν ἐπῃώρητο παρειαῖς

  230 ψευδομένου νόθον εἶδος ἀφωνήτοιο προσώπου.

  καί τις ἐπ᾽ ἀντιβίοισι μεμηνότα τίγριν ἱμάσσων

  δίφρα διεπτοίησεν ὁμοζυγέων ἐλεφάντων:

  καὶ πολιὸς κεκόρυστο Μάρων ἑλικώδεϊ θαλλῷ,

  240 ἡμερίδων ὄρπηκι διασχίζων δέμας Ἰνδῶν

  μαρναμένων. — καὶ πάντες, ὅσοι ναετῆρες Ὀλύμπου,

  Ζηνὶ παρεδριόωντες ἔσω θεοδέγμονος αὐλῆς

  πασσυδὸν ἠγορόωντο πολυχρύσων ἐπὶ θώκων.

  τοῖσι δὲ δαινυμένοισιν ἀπὸ κρητῆρος ἀφύσσων

  245 εὐχαίτης γλυκὺ νέκταρ ἐῳνοχόει Γανυμήδης.

  οὐ τότε γὰρ Τρώεσσιν Ἀχαιικὸς ἔβρεμεν Ἄρης,

  ὡς πάρος ὄφρα κύπελλα πάλιν μακάρεσσι κεράσσῃ

  ἥβη καλλιέθειρα, καὶ ἀθανάτων ἑκὰς εἴη

  Τρώιος οἰνοχόος, μὴ πατρίδος οἶτον ἀκούσῃ.

  250 τοῖσι συναγρομένοις ἀγορήσατο μητίετα Ζεύς,

  ἔννεπε δ᾽ Ἀπόλλωνι καὶ Ἡφαίστῳ καὶ Ἀθήνῃ:

  ‘ἄξονος ὀμφαίοιο θεηγόρε κοίρανε Πυθοῦς,

  τοξοσύνης σκηπτοῦχε, σελασφόρε, σύγγονε Βάκχου,

  μνώεο Παρνησσοῖο καὶ ὑμετέρου Διονύσου:

  255 ἄμπελος οὔ σε λέληθεν ἐφήμερος: οἶσθα καὶ αὐτὴν

  ἀμφοτέρων σκοπέλων διδυμάονα μύστιδα πεύκην:

  ἀλλὰ κασιγνήτοιο τεοῦ προμάχιζε Λυαίου,

  Βασσαρίδων ἐπίκουρος Ὀλύμπια τόξα τιταίνων:

  Παρνησσοῦ δὲ γέραιρε τεὴν ξυνήονα πέτρην,

  260 ὁππόθι κωμάζουσα χοροίτυπος ἴαχε Βάκχη,

  σοὶ μέλος ἐντύνουσα καὶ ἀγρύπνῳ Διονύσῳ,

  Δελφικὸν ἀμφοτέροισιν ὁμόζυγον ἁψαμένη πῦρ.

  μνώεο σῆς, κλυτότοξε, λεοντοφόνοιο Κυρήνης:

  δὸς χάριν ἀμφοτέροισι, καὶ Ἀγρέι καὶ Διονύσῳ:

  265 ὡς Νόμιος Σατύρων νομίων προμάχιζε γενέθλης.

  Ἥρης ζῆλον ἄλαλκε βαρύφρονα, μή ποτε Φοίβου

  μητρυιὴ γελάσειε Διωνύσοιο φυγόντος,

  ἥ τις ἐμῶν μεθέπουσα χόλον καὶ ζῆλον ἐρώτων

  αἰὲν ἐμοῖς τεκέεσσι κορύσσεται: οὔ σε διδάξω

  270 μητέρος ὑμετέρης λόχιον πόνο
ν, ἡνίκα παίδων

  δίζυγα φόρτον ἔχουσα πολύπλανος ἤιε Λητώ,

  κέντροις παιδογόνοισιν ἱμασσομένη τοκετοῖο,

  ὁππότε Πηνειοῖο φυγὰς ῥέος, ὁππότε Δίρκη

  μητέρα σὴν ἀπέειπεν, ὅτε δρόμον εἶχε καὶ αὐτὸς

  275 Ἀσωπὸς βαρύγουνος ὀπίστερον ἴχνος ἐλίσσων,

  εἰσόκε Δῆλος ἄμυνε μογοστόκος, εἰσόκε Λητὼ

  οὐτιδανοῖς πετάλοισι γέρων μαιώσατο φοῖνιξ.

  καὶ σύ, Διὸς πατέρος καὶ μητέρος ἄτρομε κούρη,

  γνωτῷ, Παλλάς, ἄμυνε τεῆς κοσμήτορι πάτρης:

  280 ῥύεο σοὺς ναετῆρος ἐφεσπομένους Διονύσῳ,

  μηδὲ τεοῦ Μαραθῶνος ὀλωλότα τέκνα νοήσῃς:

  ἀκταίης δὲ γέραιρε φερέπτολιν ὄζον ἐλαίης:

  Ἰκαρίῳ δὲ γέροντι χαρίζεο: καὶ γὰρ ἐκείνῳ

  δώσει ποικιλόβοτρυς ἑὴν Διόνυσος ὀπώρην:

  285 μνώεο Τριπτολέμοιο καὶ εὐαρότου Κελεοῖο,

  μὴ ταλάρους γονόεντας ἀτιμήσῃς Μετανείρης:

  καὶ γὰρ ἀοσσητῆρος ἐρισταφύλου σέο Βάκχου

  Ζεὺς γονόεις ὠδῖνα πατὴρ ἐγκύμονι μηρῷ,

  θηλυτέρην δ᾽ ἐλόχευσε τεὴν ὠδῖνα καρήνῳ.

  290 ἀλλὰ τεὴν δονέουσα γενέθλιον ἥλικα λόγχην,

  αἰγίδα δ᾽ αἰθύσσουσα κυβερνήτειραν Ἐνυοῦς,

  γίνεό μοι Σατύροισι βοηθόος, ὅττι καὶ αὐτοὶ

  αἰγὸς ὀρεσσινόμου λασίους φορέουσι χιτῶνας:

  καὶ θεὸς ἀγρονόμων, νομίης σύριγγος ἀνάσσων,

  295 αἰγίδος ὑμετέρης ἐπιδεύεται αἰγίβοτος Πάν,

  ὃς πρὶν ἀσυλήτοισιν ἐμοῖς σκήπτροις συνερίζων

  μάρνατο Τιτήνεσσι, γαλακτοφόρου δὲ τιθήνης

  αἰγὸς Ἀμαλθείης ὀρεσίδρομος ἔπλετο ποιμήν:

  ῥύεό μιν μετόπισθε βοηθόον Ἀτθίδι χάρμῃ,

  300 Μηδοφόνον ῥυτῆρα τινασσομένου Μαραθῶνος:

  αἰγίδα σεῖο τίνασσε προασπίζουσα Λυαίου,

  σεῖο κασιγνήτου μελαναίγιδος, ὃς σέο πάτρην

  ῥύσεται ἐξελάσας Βοιώτιον ἡγεμονῆα:

  καὶ μέλος ἀείσει ζωάγριον ἀστὸς Ἐλευθοῦς

  305 πιστὸν ἀνευάζων Ἀπατούριον υἷα Θυώνης,

  εἰ μιγάδην Φρύγα ῥυθμὸν ἀνακρούσουσιν Ἀθῆναι

  λιμναῖον μετὰ Βάκχον Ἐλευσινίῳ Διονύσῳ.

  ὦ γένος ἀλλοπρόσαλλον Ὀλύμπιον: ἆ μέγα θαῦμα:

  ξείνῳ Δηριαδῆι παρίσταται Ἀργολὶς Ἥρη,

  310 Κεκροπίδας δὲ φάλαγγας ἀναίνεται Ἀτθὶς Ἀθήνη,

  μητρὶ δὲ πιστὰ φέρων, ἐμὸν υἱέα Βάκχον ἐάσας

  καὶ στρατιὴν Θρήισσαν ἐφεσπομένην Διονύσῳ,

  ῥύεται Ἰνδὸν ὅμιλον ἐμὸς Θρηίκιος Ἄρης.

  ἀλλὰ πυρὶ φλογόεντι συναιχμάζων Διονύσῳ,

  315 μοῦνος ἐγὼ πάντεσσι κορύσσομαι, εἰσόκε Βάκχος

  κυανέην προθέλυμνον ἀιστώσειε γενέθλην.

  καὶ σύ, τελεσσιγόνου φιλοπάρθενε νυμφίε Γαίης,

  ἠρεμέεις, Ἥφαιστε, καὶ οὺκ ἀλέγεις Μαραθῶνος,

  ἦχι θεᾶς ἀγάμου γάμιον σέλας; οὔ σε διδάξω

  320 μυστιπόλους σπινθῆρας ἀειφανέος σέο λύχνου.

  λάρνακα παιδοκόμου μιμνήσκεο παρθενεῶνος,

  ᾧ ἔνι κοῦρος ἔην Γαιήιος, ᾧ ἔνι κούρη

  σὸν σπόρον αὺτοτέλεστον ἀνέτρεφεν ἄρσενι μαζῷ:

  σὸν πέλεκυν κούφιζε μογοστόκον, ὄφρα σαώσῃς

  325 σῷ λοχίῳ βουπλῆγι τεῆς ναετῆρας Ἀθήνης.

  ἠρεμέεις, Ἥφαιστε, καὶ οὐ σέο τέκνα σαώσεις;

  ὴθάδα πυρσὸν ἄειρε προασπιστῆρα Καβείρων,

  ὄμμα δὲ σεῖο τίταινε, καὶ ἀρχαίην σέο νύμφην

  μεμφομένην σκοπίαζε τεὴν φιλόπαιδα Καβειρώ:

  330 Λημνιὰς Ἀλκιμάχεια τεῆς ἐπιδεύεται ἀλκῆς.’

  ὥς φαμένου σπέρχοντο θεοὶ ναετῆρες Ὀλύμπου,

  ξυνοὶ ἀοσσητῆρες Ἀθηναίη καὶ Ἀπόλλων,

  καὶ πυρόεις ῞Ηφαιστος ὁμάρτεε Τριτογενείῃ.

  ἀθανάτοις δ᾽ ἑτέροισιν ὁμίλεε σύνδρομος ῞Ηρη,

  335 Ἄρεα χειρὸς ἔχουσα καὶ εὐρυρέεθρον Ὑδάσπην,

  δυσμενέων συνάεθλον ὁμοζήλοιο κυδοιμοῦ,

  τοῖσι Φόβος καὶ Δεῖμος ὁμέμποροι, ὁ̣̣̓σι καὶ αὐτὴ

  ἀντίπαλος Βρομίοιο φερέσταχυς ἵκετο Δηώ,

  ζωογόνῳ φθονέουσα φιλοσταφύλῳ Διονύσῳ,

  340 ὅττι μέθης ποτὸν εὗρε, παλαίτερον εὖχος ἐλέγξας

  Ζαγρέος ἀρχεγόνοιο φατιζομένου Διονύσου.

  BOOK 28

  εἰκοστὸν σκοπίαζε καὶ ὄγδοον, ὁππόθι πολλὴν

  Κυκλώπων πυρόεσσαν ἐσαθρήσειας Ἐνυώ.

  ἔνθά τις ἀπρήυντος ἔην ἔρις: ἀμφότεροι γὰρ

  Φαῦνος Ἀρισταῖός τε μίαν συνέλασσαν Ἐνυώ,

  οἶσιν ἐφωμάρτησε καὶ Αἰακός, ἄξια ῥέζων

  Ζηνὸς ἐοῦ γενετῆρος, ὑπὲρ νώτοιο τιταίνων

  5 ἀσπίδα χαλκείην πολυδαίδαλον, ἧς ἐνὶ κύκλῳ

  δαίδαλα πολλὰ πέπαστο, τά περ κάμε Λήμνιος ἄκμων.

  καὶ στρατιὴ κεκόρυστο πολύτροπος εἰς μόθον Ἰνδῶν

  σπερχομένων ἀγεληδόν: ὁ μὲν ταμεσίχροϊ κισσῷ

  κραιπνὸς ἐς ὑσμίνην πολυδαίδαλα δίφρα νομεύων

  10 πορδαλίων ἐπέβαινεν, ὁ δὲ φρίσσοντι λεπάδνῳ

  ζεῦξεν Ἐρυθραίων ὀρεσίδρομον ἅρμα λεόντων

  καὶ βλοσυρὴν ἴθυνε συνωρίδα, κυανέας δὲ

  ἄλλος ἐριπτοίητος ἀκοντίζων στίχας Ἰνδῶν

  ἀστεμφὴς ἀχάλινον ἐτέρπετο ταῦρον
ἱμάσσων,

  15 καί τις ἀναΐξας Κυβελίδος εἰς ῥάχιν ἄρκτου

  ἔχραε δυσμενέεσσι, καὶ οἴνοπα θύρσον ἑλίσσων

  ἡνιόχους ἐφόβησε τανυκνήμων ἐλεφάντων:

  ἄλλος ἀκοντίζων στρατιὴν ταμεσόχροϊ κτσσῷ

  οὐ ξίφος, οὐ σάκος εἶχε περίτροχον, οὐ δόρυ χάρμης

  20 φοίνιον, ἀλλὰ πέτηλα φυτῶν ἑλικώδεα σείων

  λεπτῷ χαλκοχίτωνα κατέκτανεν ἀνέρα θαλλῷ.

  καὶ πάταγος βρονταῖος ἐπέκτυπεν εἴκελος αὐλῷ:

  Σειληνοὶ δ᾽ ἰάχησαν: ἐπεστρατόωντο δὲ Βάκχαι,

  νεβρίδας ὡς θώρηκα κατὰ στέρνοιο βαλοῦσαι.

  25 καί τις ὸρεσσινόμων Σατύρων, ἄτε πῶλον ἐλαύνων,

  ποσσὶ διχαζομένοισιν ὑπὲρ ῥάχιν ἦστο λεαίνης.

  Ἰνδοὶ δ᾽ ἀνταλάλαζον, ἀολλίζων δὲ μαχητὰς

  βάρβαρος ἐσμαράγησεν ἀγέστρατος αὐλὸς Ἐνυοῦς:

  στέμματα μὲν κορύθεσσιν, ἐπέκτυπε δ᾽ αἰγίδι θώρηξ,

  30 ἔγχεσι θύρσος ἔθυσε, καὶ ἰσάζοντο κοθόρνοις

  ἀντίτυποι κνημῖδες: ὁμοζυγέων δὲ φορήων

  στοιχάδες ἀλλήλῃσιν ἐπηρείδοντο βοεῖαι,

  καὶ πρυλέες πρυλέεσσιν, ἀερσιλίφῳ δὲ καρήνῳ

  Μυγδονίην πήληκα Πελασφιὰς ὤθεε πήληξ.

  35 καὶ κλόνος ἦν προμάχων ἑτερότροπος: ὄς μὲν ἀείρων

  Βακχείης ἐλέλιζε μετάρσιον ἅλμα χορείης,

  ὃς δὲ πεσὼν στενάχιζεν, ὁ δ᾽ ἐκροτάλιζε πεδίλῳ,

  ὃς δὲ τυπεὶς ἤσπαιρεν, ὁ δ᾽ ἐσκίρτησε Λυαίῳ:

  ἄλλος ἀπὸ στομάτων πολεμήιον ἦχον ἰάλλων

  40 Ἄρεος ἔγχος ἔμελπεν, ὁ δ᾽ εἰλαπίνην Διονύσου:

 

‹ Prev