Works of Nonnus

Home > Other > Works of Nonnus > Page 120
Works of Nonnus Page 120

by Nonnus


  καὶ τελετῇ Βρομίοιο συνεσμαράγησεν Ἐνυώ,

  εὔια δ᾽ ἴαχε ῥόπτρα, καὶ ἡγήτειρα κυδοιμοῦ

  λαὸν ἀολλίζουσα συνέκτυπε πηκτίδι σάλπιγξ,

  σπονδῇ λύθρον ἔμιξε, φόνον δ᾽ ἐκέρασσε χορείῃ.

  45 ἔνθα πολὺ πρώτιστος, ἑῷ ποδὶ κοῦφος ὀρούσας,

  ἀντία Δηριάδαο κατηκόντιζε Φαληνεύς,

  καὶ τύχεν ἀρρήκτοιο σιδηρείοιο χιτῶνος:

  οὐ δὲ τιταινομένη χροὸς ἥψατο λοίγιος αἰχμή,

  ἀλλὰ παραΐξασα πάγη χθονί: λυσσαλέος δὲ

  50 Δηριάδῃ πέλας ἐχθρὸν ἐπαΐσσοντα νοήσας

  ἀλκήεις ἐκίχησε Κορύμβασος, ἐσσυμένου δὲ

  λαιμὸν ἀπηλοίησε μεσαίτατον ἄορι τύψας,

  καὶ κεφαλὴν ἤμησε: δαϊζομένου δὲ καρήνου

  αἱμοβαφὴς ἀκάρηνος ἐπὶ χθόνα πῖπτε Φαληνεύς.

  55 Ἀμφὶ δέ οἱ μόθος ὦρτο πολύθροος: ἀκρότατον δὲ

  Δεξίοχος Φλογίοιο μεσόφρυον ἔξεσε χαλκῷ,

  πλήξας ἄκρα μέτωπα διχαζομένης τρυφαλείης:

  αὐτὰρ ὁ ταρβήσας, ὀλίγον γόνυ γουνὸς ἀμείβων,

  μηκεδανῇ κεκάλυπτο κασιγνήτοιο βοείῃ,

  Δαρδανίης ἅτε Τεῦκρον ὀιστευτῆρα γενέυλης

  εἰς σάκος ἐπταβόειον ἐδέχνυτο σύγγονος Αἴας,

  60 πατρῴῃ συνάεθλον ἀδελφεὸν ἀσπίδι κεύθων.

  αὐτίκα δ᾽ ἐκ κολεοῖο Κορύμβασος ῾̣̣̓ορ ἐρύσσας

  αὐχένα Δεξιόχοιο κατεπρήνιξε μαχαίρῃ:

  65 καὶ ταχὺς ἀσπαίροντι θορὼν περιδέδρομε νεκρῷ

  οἰστρομανὴς Κλύτιος, πρυλέων πρόμος: ὑψιλόφο δὲ

  κραιπνὸς ἐριπτοίητος ἀκόντισε Δηριαδῆος:

  ἀλλὰ δόρυ προμάχοιο παρακλιδὸν ἔτραπεν Ἥρη,

  καὶ Κλυτίῳ κοτέουσα καὶ Ἰνδοφόνῳ Διονύσῳ:

  70 ἔμπης δ᾽ οὐκ ἀφάμαρτε ταχὺς πρόμος: ἀλλὰ τορήσας

  θηρὸς ἀμαιμακέτοιο πελώριοω ἀνθερεῶνα

  ὀρθοπόδην ἐλέφαντα κατέκτανε Δηριαδῆος:

  καὶ μογέων ὀδύνῃσιν ὅλην ἐτίναξεν ἀπήνην

  αὐχένι κυανέῳ περιδέξιος ὴλίβατος θήρ:

  75 καὶ γένυν αἰθύσσων σκολιὴν προβλῆτα προσώπου

  αἱμοβαφῆ ζυγίων ἀνεσείρασε δεσθὰ λεπάδνων:

  ἀλλὰ πολυκλήιστον ὑπὸ ζυγὸν ἄορι κάμψας

  αὐχενίων ἀνέκοψεν ὁμόζυγον ὁλκὸν ἱμάντων

  ἡνίοχος ταχυεργός: ἀπ᾽ εὐρυβάτοιο δὲ φάτνης

  80 ὑψιφανῆ νέον ἄλλον ἑλὼν ἔζευξε Κελαινεύς.

  καὶ Κλύτιος θρασὺς ἔσκεν ἀνεικέος ἐλπίδι νίκης:

  Δεξιόχου δὲ φονῆα καλέσσατο θυιάδι φωνῇ,

  λοίγιον ὑβριστῆρι χέων ἔπος ἀνθερεῶνι:

  ‘στῆθι, κύων, μὴ φεῦγε, Κορύμβασε, καί σε διδάξω,

  οἷοι ἀκοντιστῆρες ὀπάονές εἰσι Λυαίου.

  ὑμέας εἰς Φρυγίην ληίσσομαι, ἄστεα δ᾽ Ἰνδῶν

  85 δῃώσει δόρυ τοῦτο, καὶ Ἰνδοφόνον μετὰ νίκην

  Δηριάδην θεράποντα Διωνύσοιο τελέσσω:

  παρθενικὴ δ᾽ ἀνάεδνος ἑὴν λύσειε κορείην,

  90 δεχνυμένη Σατύροιο δασυστέρνους ὑμεναίους,

  Ἰνδὴ Μυγδονίοιο μιαινομένη σχεδόν Ἕρμου.’

  ὣς φαμένου κεχόλωτο Κορύμβασος, ὀψιμόθου δὲ

  φθεγγομένου Κλυτίοιο διέθρισεν ἀνθερεῶνα:

  καὶ κεφαλὴ πεπότητο μετάρσιος ἅλματι Μοίρης,

  αἱμαλέῃ ῥαθάμιγγι περιρραίνουσα κονίην.

  καὶ νέκυν ὀρχηστῆρα παλινδίνητον ἐάσας

  95 Σειληνοὺς ἐφόβησε Κορύμβασος, ἔξοχος Ἰνδῶν,

  ἔξοχος ἠνορέην μετὰ Μορρέα καὶ βασιλῆα.

  αἰχμητὴν δὲ Σέβητα βαλὼν ὑπὲρ ἄντυγα μαζοῦ

  100 χάλκεον ὤθεεν ἔγχος ἔσω χροός, αἱμαλέου δὲ

  δούρατος ἑλκομένοιο χυτῇ κατέβαλλε κονίῃ.

  Οἰνομάῳ δ᾽ ἐπόρουσεν: ὁ μὲν φυγὰς εἴκελος αὔραις

  εἰς στρατιὴν Βρομίοιο τεθηπότι χάζετο ταρσῷ:

  καί μιν ἰδὼν ἐδίωκεν ὀπίστερος, ἐν δ᾽ ἄρα νώτῳ

  105 μεσσατίῳ δόρυ τῆξε: διαΐσσουσα δὲ ῥιπῇ

  γαστέρος ἀντιπόροιο παρ᾽ ἀμφαλὸν ἄνθορεν αἰχμή:

  αὐτὰρ ὁ φοινήεντι πεπαρμένος ἀμφὶ σιδήρῳ

  πρηνὴς ἀρτιδάικτος ἐπωλίσθησε κονίῃ:

  τὸν δὲ κατὰ βλεφάρων θανατηφόρος ἔσκεπεν ἀχλύς.

  110 οὐδὲ μόθων ἀπέληγε πέλωρ πρόμος: ἀλλὰ μαχηταὶ

  τέσσαρες εὐπήληκες ἑνὶ κτείνοντο φονῆι,

  Τυνδάριός τε Θόων τε καὶ Αὐτεσίων καὶ Ὀνίτης.

  καὶ πολὺς ἀρτιδάικτος ἔην νέκυς, οὐ χθονὶ πίπτων

  πρηνής, οὐ δατέδῳ τετανυσμένος ὕπτιος ἀνήρ:

  115 ἀλλὰ θανὼν ἀτίνακτος ὲπεστηρίζετο γαίῃ,

  μαρναμένῳ προμάχῳ πανομοίιος, ὡς δόρυ πάλλων,

  ὡς τανύων θοὰ τόξα καὶ ὡς βέλος εἰς σκοπὸν ἕλκων.

  καὶ νέκυς ἀλκήεις ποθέων μετὰ πότμον Ἐνυὼ

  νήματα Μοιράων ἐβιήσατο, δούρατι κούφῳ

  120 εἴκελος αἰχμάζοντι, πολυσπερέων ἀπὸ τόξων

  ἐκ κεφαλῆς βελέεσσι πεπαρμένος εἰς πόδας ἄκρους,

  Ἄρεος ὀρθὸν ἄγαλμα: καὶ αἰχμητῆρα θανόντα

  ὄμμασι θαμβαλέοισιν ἐθηήσαντο μαχηταί,

  ἔγχος ἔτι κρατέοντα καὶ οὐ ῥίψαντα βοείην,

  125 νεκρὸν ἀκοντιστῆρα καὶ ἄπνοον ἀσπιδιώτην.

  καί τις Ἀθηναίοιο τυχὼν δασπλῆτι σιδήρῳ

  δεξιτερὴν ἤμησε, βραχίονος ἄκρον ἀράξας:

  ἡ δὲ κυβιστήσασα
φόνου βητάρμονι παλμῷ

  ἤριπεν ἀρτιδάικτος, ὁμήλικι σύμπλοκος ὤμῳ,

  130 ξανθὰ διαστίζουσα κατάρρυτα νῶτα κονίης.

  καί νύ κεν ἁλλομένης ταναὸν δόρυ χειρὸς ἐρύσσας

  ἔγχεϊ τηλεβόλῳ παλινάγρετον εἶχεν Ἐνυώ,

  καί λαιὴ πολέμιζε δορυσσόος ἀντίτυπος χείρ:

  ἀλλά μιν ἀντικέλευθος ἀνάρσιος ἔφθασεν ἀνήρ,

  135 καὶ λαιὴν προθέλυμνον ἀμοιβάδι τύψε μαχαίρῃ:

  καὶ παλάμη χθονὶ πῖπτεν, ἀκοντίζων δὲ φονῆα

  αἱμαλέης ἔρραινεν ἑκηβόλος ὁλκὸς ἐέρσης

  πορφυρέαις λιβάδεσσιν, ὑπὲρ δαπέδοιο δὲ δειλὴ

  ἅλμασιν αὐτοκύλιστος ἐπάλλετο μαινομένη χεὶρ

  140 αἵματι φοινιχθεῖσα, καὶ ἀγκύλα δάκτυλα γαίῃ

  εὐπαλάμῳ σφήκωσε μέσῳ γαμψώνυχι δεσμῷ,

  οἷα περισφίγγουσα πάλιν τελαμῶνα βοείης.

  καί τινα μῦθον ἔειπεν Ἀρήια δάκρυα λείβων:

  ‘ἄλλην εἰσέτι χεῖρα λιλαίομαι, ὄφρα τελέσσω

  145 τριχθαδίαις παλάμῃσιν ἐπάζια Τριτογενείης:

  ἔμπης καὶ μετὰ χεῖρας ἀνάρσιον ἄνδρα διώξω:

  τοῦτό μοι ἠνορέης ἔτι λείψανον, ὄφρά τις εἴπῃ

  εὖχος Ἀθηναίων περιδέξιον, ὅττι καὶ αὐτοῖς

  ποσσὶν ἀριστεύουσι δαϊζομένων παλαμάων.’

  150 ὣς εἰπὼν προμάχοισιν ἐπέδραμεν εἴκελος αὔραις,

  ὑσμίνην ἀσίδηρον ἐπεντύνων ὀλετῆρι.

  οἱ δέ μιν ἀθρήσαντες ἐθάμβεον ἄλλος ἐπ᾽ ἄλλῳ,

  καὶ πρόμον ἡμιτέλεστον ἐκυκλώσαντο μαχηταὶ

  ἀμφιλαφεῖς: ὁ δὲ μοῦνος ἀφειδέι δέκτο μαχαίρῃ

  155 πληγὴν ἀλλοπρόσαλλον ἀμοιβαίοιο σιδήρου:

  καὶ μόγις εἰς χθόνα πῖπτεν: ἔην δέ τις Ἄρεος εἰκὼν

  ὀψιγόνῳ ναετῆρι φυλασσομένη γενετῆρα.

  οὐ τότε μοῦνος ὅμιλος ἐτέμνετο πεζὸς ὁδίτης,

  ἀλλὰ καὶ ἱππήεσσιν ἔην φόνος: ἔστιχε δ᾽ ἄλλος

  160 ἄλλῳ πότμον ἄγων: ἐλατὴρ δ᾽ ἐλατῆρα κιχήσας,

  ἤ προτέρω φεύγοντι μετάφρενα δουρὶ δαΐζων,

  ἢ σχεδὸν ἀντιόωντα κατὰ στέρνοιο τυχήσας,

  ἱππόθεν ἀρτιδάικτον ἀπεστυφέλιξε κονίῃ.

  καί τις ὑπὲρ λαπάρην βεβολημένος ἵππος ὀιστῷ

  165 εἰς πέδον ἠκόντιζεν ἀπόσσυτον ἡνιοχῆα,

  οἷος ἀερσιπότητος ἀλήμονι σύνδρομος αὔρῃ

  Πήγασος ὠκυπέτης ἀπεσείσατο Βελλεροφόντην:

  ἄλλος ἐριπτοίητος ὀλισθηρῶν ἀπὸ νώτων

  ὄρθιος ἱππείης διὰ γαστέρος εἰς χθόνα πίπτων

  170 κύμβαχος ἐστήρικτο παρήορος, ἀμφί δὲ γαίῃ

  κρᾶτα βαλὼν ἐκύλισσε, λιπὼν πόδας εἰς ῥάχιν ἵππου.

  καὶ βριαροὶ Κύκλωπες ἐκυκλώσαντο μαχητάς,

  Ζηνὸς ἀοσσητῆρες: ὀμιχλήεντι δὲ λαῷ

  Ἀργίλιπος σελάγιζε φεραυγέα δαλὸν ἀείρων.

  175 καί χθονίῳ κεκόρυστο πυριγλώχινι κεραυνῷ

  μαρνάμενος δαΐδεσσι: καὶ ἔτρεμον αἴθοπες Ἰνδοὶ

  οὐρανίῳ πρηστῆρι τεθηπότες ἀντίτυπον πῦρ:

  καὶ πυρόεις πρόμος ἦεν: ἐπ᾽ ἀντιβίων δὲ καρήνοις

  γηγενέος σπινθῆρες ἐτοξεύοντο κεραυνοῦ:

  180 καὶ μελίας νίκησε καὶ ἄσπετα φάσγανα Κύκλωψ,

  σείων θερμὰ βέλεμνα καὶ αἰθαλόεσσαν ἀκωκήν,

  δαλὸν ἔχων ἅτε τόξα: καὶ ἄσπετον ἄλλον ἐπ᾽ ἄλλῳ

  Ἰνδόν ὀιστευτῆρι κατέφλεγεν ἀνέρα πυρσῷ,

  οὐχ ἕνα Σαλμωνῆα, νόθῳ δ᾽ ἤλεγξε κεραυνῷ:

  185 οὐχ ἕνα μοῦνον ἔπεφνε θεημάχον: οὐ μία μούνου

  Εὐάδνη στενάχιζε μαραινομένου Καπανῆος.

  καὶ Στερόπης κεκόρυστο σέλας μιμηλὸν ἑλίσσων,

  αἰθερίαις στεροπῇσι φέρων ἀντίκτυπον αἴγλην,

  σβεστόν ἔχων ἀμάρυγμα, τό περ τέκεν Ἑσπερίη φλόξ,

  190 σπέρμα πυρὸς Σικελοῖο καὶ αἴθοπος ἐσχαρεῶνος:

  καὶ νεφέλῃ σκέπας εἶχεν ὁμοίιον, ἐνδόμυχον δὲ

  κρύπτε καὶ ἂψ ἀνέφηνε σέλας διδυμάονι παλμῷ,

  φέφφεος οὐρανίοιο φέρων τύπον: ἀστεροπὴ γὰρ

  ἐρχομένη φεύγουσαν ἔχει παλινάγρετον αἴγλην.

  195 καὶ Βρόντης πολέμιζε μέλος κελαδεινὸν ἀράσσων,

  βρονταίοις πατάγοισι χέων ἀντίτυπον ἠχώ:

  καὶ ξείνῃ ῥαθάμιγγι χαμαιγενέος νιφετοῖο

  ποιητὸν προχέων μινυώριον αἴθριον ὕδωρ

  μιμηλαῖς λιβάδεσσι νόθος πέλεν ἀννέφελος Ζεύς.

  200 βροντῆς δ᾽ ἰοοτύπου τεχνήμονα δοῦπον ἐάσας

  εἰς φόνον ἀντιβίων Σικελῷ κεκόρυστο σιδήρῳ,

  καὶ δονέων ῥαιστῆρα μετάρσιον ὑψόθεν ὤμων

  δυσμενέων ἤρασσε καρήατα πυκνὰ σιδήρῳ:

  τύπτε δ᾽ ἐπιστροφάδην ζοφερὰς στίχας, οἷά περ αἰεὶ

  205 Αἰτναίῳ πατάγῳ σφυρήλατον ἄκμονα τύπτων.

  καί σκοπιῆς πρηῶνα τανυκρήπιδος ἀράξας

  ἔγχεϊ πετρήεντι κατέτρεχε Δηριαδῆος:

  καὶ παλάμῃ περίμετρον ἀφειδέι πέτρον ἰάλλων

  ἄντα κορυσσομένοιο μελαρρίνου βασιλῆος

  210 στήθεα λαχνήεντα χαραδραίῃ βάλεν αἰχμῇ:

  αὐτὰρ ὁ τοσσατίῳ μεθύων μυλοειδέι πέτρῳ

  στέρνον ὅλον βεβάρητο: φόνον δ᾽ ἤμυνεν Ὑδάσπης

  παιδὸς ἑοῦ βληθέντος. ὁ δὲ θρασύς, ἕλκεϊ κάμνων,

  ἀκαμάτων δόρυ θοῦρον ἑῶν ἀπεσείσατο χειρῶν,
>
  215 χάλκεον εἰκοσίπηχυ, πέδῳ δ᾽ ἔρριψε βοείην

  αἰδομέναις παλάμῃσι: καὶ ἀδρανὲς ἄσθμα τιταίνων,

  μαρμαρέῃ γλωχῖνι τετυμμένος ἄντυγα μαξοῦ,

  ἠερόθεν προκάρηνος ἀπ᾽ ἠλιβάτου πέσε δίφρου,

  ὡς ἐλάτη περίμετρος ὑπέρλοφος — ἡ δὲ πεσοῦσα

  220 ἄσπετον εὐρείης περιδέδρομε κόλπον ἀρούρης — .

  ἀμφὶ δέ μιν προχυθέντες ἐς ἅρματα κούφισαν Ἰνδοί,

  δειδιότες Κύκλωπα δυσειδέα, μή τινι ῥιπῇ

  ὑψιτενῆ πάλιν ἄλλον ἑλὼν πρηῶνα κολώνης

  τπηχαλέῳ βασιλῆα κατακτείνειε βελέμνῳ,

  225 μῆκος ἔχων ἰσόμετρον ἀερσιλόφου Πολυφήμου.

  καὶ βλοσυροῦ προμάχοιο μέσῳ σελάυιζε μετώπῳ

  μαρμαρυηὴ τροχόεσς μονογλήνοιο προσώπου:

  καὶ βλοσυροῦ Κύκλωπος ὑποπτήσσοντες ὀπωπὴν

  θαμβαλέῳ δεδόνηντο φόβῳ κυανόχροες Ἰνδοί,

  230 οὐρανόθεν δοκέοντες Ὀλυμπιὰς ὅττι Σελήνη

  γηγενέος Κύκλωπος ἐναντέλλουαα προσώπῳ

  πλησιφαὴς ἤστραπτε, προασπίζουοα Λυαίου.

  Ζεὺς δὲ πατήρ, Κύκλωπος ἰδών μίμημα κυδοιμοῦ,

  ὑψινεφὴς ἐγέλασσεν, ὅτι χθονίων νεφελάων

  235 δεχνυμένη ξένον ὄμβρον ἀπειρήτου διὰ κόλπου

  νίφετο μὲν τότε γαῖα, χυτὴν δ᾽ οὐκ εἶχευ ἐέρσην

  ἄβροχα νῶτα φέρων γυμνούμενα δίψιος ἀήρ.

  καὶ Τπάχιος κεκόρυστο: κασιγνήτῳ δ᾽ ἅμα βαίνων,

  ἠλιβάτῳ παλάμῃ δονέων σάκος ἶσον ἐρίπνῃ,

  240 ὑψινεφὴς ἐλάτην περιμήκετον εἶχεν Ἐλατρεύς,

  ἔγχεϊ δενδρήεντι καρήατα δήια τέμνων.

  Εὐρύαλος κεκόρυστο: διατμήξας δὲ κυδοιμῷ

 

‹ Prev