Works of Nonnus

Home > Other > Works of Nonnus > Page 121
Works of Nonnus Page 121

by Nonnus


  ἐκ πεδίου φεύγοντα πρλὺν στρατὸν ἄχρι θαλάσσης.

  κόηπον ἐς ίχθυόεντα περικλείων στίχας Ἰνδῶν,

  245 δυσμενέας νίκησεν ἀκοντοφόρου διὰ πόντου,

  ὄρθιον εἰκοσίπηχυ δι᾽ ὕδατος ἆορ ἑλίσσων:

  καὶ δολιχῷ βουπλῆγι ταμὼν ἁλιγείτονα πέτρην

  ῥῖψεν ἐπ᾽ ἀντιβίοισιν: ἀτυμβεύτοιο δὲ πολλοὶ

  διχθαδίης ἐνόησαν ἁλιβρέκτου λίνα Μοίρης,

  250 Αρεϊ κυματόεντι καὶ ὀκριόεντι βελέμνῳ.

  τοῖς ἅμα σύγγονος ἄλλος ἀριοτεύων Ἁλιμήδης

  ἠλιβάτοις μελέεσσι πέλωρ βακχεύετο Κύκλμψ,

  καὶ δηίους ἐφόβησε: φυλασσόμενος δὲ προσώπου

  360 κυκλάδος ὀμφαλόεντα προΐσχανε νῶτα βοείης.

  καί μιν ἰδὼν Φλόγιος κταμένων τιμήορος Ἰνδῶν

  τόξον ἑὸν κύκλωσε, καὶ ἠνενόεν βέλος ἕλκων

  μεσσοφνῆ πτερόεντι βαλεῖν ἤμελλε βελέμυῳ:

  ἀλλὰ τιτυσκομένοιο μαθὼν ἀντώπιον ὁρμὴν

  265 δόχμιος ἐσσυμένοιο βολὴν ἀλέεινεν ὀιστοῦ

  Κύκλωψ ὑψικάρηνος: ὁ δὲ πρηῦνα τινάσσων

  ῥῖπτε κατὰ Φλαγίου κραναὸν βέλος: αὐτὰρ ὁ φεύγων

  ἅρμασι βουκεράοιο παρίστατο Δηριαδῆος,

  καὶ μόγις ἠερόφοετον ἀλεύατο μάρμαρον αἰχμήν,

  270 κεῖθι μένων: κοτέων δὲ περὶ Φλουίοιο φυγόντος

  λοίγεον ἀνθερεῶνα διαπτύξας Ἁλιμήδης

  δώδεκα φῶτας ἔπεφνε μιῆς μυκήματι φωνῆς,

  λυσσαλέης προχέων ὀλεσήνορα βόμβον ἰωῆς.

  Κυκλώπων δ᾽ ἀλαλητὸς ἐπεσμαράγησεν Ὀηύμπῳ

  275 γλώσσαις σμερδαλέῃσι. καὶ ὀρχηστῆρες Ἐνυοῦς,

  Δικταῖοι Κορύβαντες ἐπεστρατόωντο κυδοιμῷ.

  Δαμνεὺς μὲν πολέμιξεν ἀνάρσια φῦλα δεώκων...

  ἐν πεδίῳ δ᾽ ἀλαλητός: ὀρινομένῃσι δὲ Βάκχαις

  Πρυμνεὺς εὔδιος ἦλθεν, ἅτε πρυμναῖος ἀήτης

  ῥυόμενος πλωτῆρα συνιππεύοντα θυέλλαις:

  καὶ στρατεῇ πολύευκτος ἐπήλυθεν, οἷος ἱκάνει

  255 νηυσὶ τινασσομένῃσι γαληναῖος Πολυδεύκης,

  εὐνήσας βαρὺ κῦμα θυελλοτόκοιο θαλάσσης.

  ποσσὶ δ᾽ ἐλαφροτέροισι διεπτοίησε μαχητάς

  Ὠκύθοος: πολέας δὲ κατέκτανεν ὀξέι πότμῳ,

  280 τὸν μέν ἐνὶ σταδίῃ δαμάσας δορί, τὸν δὲ βελέμνῳ

  τηλεφανής, ἕτερον δὲ ταμών δασπλῆτι μαχαίρῃ:

  ἄλλον ἔτι προθέοντα, πεφυγμένον εἴκελον αὔραις,

  λυσσήεις ἐκίχησε ποδήνεμα γούνατα πάλλων,

  εἰς δρόμον Ἰσίκλῳ πανομοίιος, ὅς τις ἐπείγων

  285 ταρσὰ ποδῶν ὰβάτοιο κατέγραφεν ἄκρα γαλήνης,

  καὶ σταχύων ἐφύπερθε μετάρσιον εἶχε πορείην,

  ἀνθερίκων πάτον ἄκρον ἀκαμπέα ποσσὶν ὁδεύων.

  Ὠκύθοος πέλε τοῖος ἀελλόπος. ἐν δὲ κυδοιμοῖς

  εἰλιπόδην ἔστησε Μίμας εὔρυθμου Ἐνυώ,

  290 καὶ στρατὸν ἐπτοίησε, χοροίτυπον ἆορ ἐλίσσων,

  σκερθμὸν ἔχων ἀγέλαστον ἐνόπλιον ἴδμονι ταρσῷ,

  οἷον ὅτε Κρονίοισατ ὑπ᾽ οὔασι δοῦπον ἐηείρων

  Πύρριχος Ἰδαίοισι σάκος ξιφέεσσιν ἀράσσων

  ψευδομένης ἀλάλαζε μέλος μενεδήιον Ἠχοῦς,

  295 Ζηνὸς ὑποκλέπτων παλιναυξέος ἔγκρυφον ἥβην:

  τοῖον ἔχων μιμηλὸν ἐνόπλιον ἅλμα χορείης

  χαλκοχίτων ἐλέλιζε Μίμας ἀνεμώδεα λόγχην:

  τέμνων δ᾽ ἐχθπὰ κάρηνα, σιδήρεα λήια χάρμης,

  Ἰνδοφόνοις πελέκεσσι καὶ ἀμφιπλῆγι μαχαίρῃ

  300 δυσμενέων ἐτίταινε θαλύσια μάρτυρι Βάκχῳ,

  ἀντὶ θυηπολίης βοέης καὶ ἐθήμονος οἴνου

  λοιβὴν αἱματοεσσαν ἐπισπένδων Διονύσῳ.

  καὶ ποδὸς ἀσταθέος κυκλούμενος ἴδμονι ταρσῷ,

  310 σύνδρομος Ὠκυθόῳ κορυθαιόλος ἤιεν Ἄκμων:

  μάρνατο δ᾽ ἀστυφέλικτος ἄτε σφυρήλατος ἄκμων,

  ἀσπίδα κουφίζων Κορυβαντίδα, τῆς ἐνὶ μέσσῳ

  πολλάκις ὕπνον ἴαυεν ἐν οὔρεσι νημίαχος Ζεύς:

  καὶ Διὸς οἶκος ἔην ὀλίγον σπέος, ἔνθά ἑ κείνη

  315 αἴξ ἱερὴ γλαγόεντι νόθῳ μαιώσατο μαζῷ,

  ξεῖνον ἀναβλύζουσα σοφὸν γλάγος, εὖτε βοείη

  κλεψιτόκοις πατάγοισι σακέσπαλον ἔβρεμεν Ἠχώ,

  τυπτομένη μέσα νῶτα κυβιστητῆρι σιδήρῳ.

  ὧν χάριν ἀσκήσασα λίθον ψευδήμονα Ῥείη

  ἀντίδοτον Κρονέδαο Κρόνου παρέθηκε τραπέζῃ.

  Ὀξυφαὴς δ᾽ Ἰδαῖος ἐδύσατο κῶμον Ἐνυοῦς,

  ὀρχηστὴρ πολέμοιο πολύτροπον ἴχνος ἑλίσσων,

  305 ἄσχετος Ἰνδοφόνοιο μόθου δεδονημένος οἴστρῳ.

  καὶ ζοφερὴν στίχα πᾶσαν ἀνεπτοίησε Μελισσεύς,

  θάρσος ἔχωυ ἀδόνητον: ἐπωνυμίην δὲ φυλάσσων

  φρικτὰ κορυσσομένης μιμήσατο κέντρα μελίσσης:

  καὶ βαλίου Κουρῆτος ἀκοντιστῆρα τιταίνων

  320 μάρμαρον ἀντιπόροιο Μελισσέος ἤμβροτε Μορρεύς,

  ἤμβροτεν: οὐ γὰρ ἔοικε μύλῳ Κορύβαντας ὀλέσσαι.

  Ξυνὴν δ᾽ εἰς ἓν ἰόντες ὁμόζυγον εἶχον Ἐνυὼ

  325 Ἄρεος ὀρχηστῆρες ἀτερπἐος: ἀμφὶ δὲ δίφρῳ

  Δηριάδην στεφανηδὸν ἐμιτρώσαντο βοείαις

  τεύχεα πεπλήγοντες, ἐν εὐρύθμῳ δὲ κυδοιμῷ

  πύργον ἐκυκλώσαντο φεπρεσσακέεσσι χορείαις.

  ἠχὴ δ᾽ ἠερόφοιτος ἀνἐδρ
αμεν εἰς Διὸς αὺλάς,

  330 καὶ κτύπον ἀμφοτέρων ἐπεδείδιον εὔποδες Ὧραι.

  BOOK 29

  εἰκοστῷ δ᾽ ἐνάτῳ πολέμων ἀποχάζεται Ἄρης,

  οἷά περ εὶς γάμον ἄλλον ἐπειγόμενος Κυθερείης.

  Ἥρη δ᾽ ὡς ἐνόησε δαϊζομένων στίχας Ἰνδῶν,

  δύαμαχου ἔμβαλε θάραος ἀγήνορι Δηριαδῆι.

  καὶ πλέον οἶστρον ἔρωτος ἐδέξατο δηιοτῆτος

  φρικτὸς ἄναξ: προμάχοις δὲ χέων λυσσώδεα φωνὴν

  5 κυανέην στοιχηδὸν ὅλην περιδέδρομε χάρμην.

  λαὸν ὅλον φεύγοντα παλίσσυτον εἰς μόθον ἕλκων,

  ἄλλον ἐνηείῃ μεταωεύμενος, ἄλλον ἀπειλῇ.

  καὶ θρασὺς ἔπλετο μᾶλλον: ὁμηγερέες δὲ καὶ αὐτοὶ

  κεκλομένου βασιλῆος ἐπὶ κλόνον ἔρρεον Ἰνδοί.

  10 καὶ Σατύρων στίχα πᾶσαν ἑκηβόλος ἔσχισε Μορρεύς,

  πῇ μὲν ἐπ᾽ ἀντιβίοισιν ὀπροθοτόνων ἀπὸ τόξων

  πέμπων ἠερόφοιτον ἐπασσυτέρων νέφος ἰῶν,

  πῇ δὲ παλινδίνητον ἑὸν δόρυ θοῦρον ἑλίσσων

  Σειληνῶν κερόεσσαν ἀνεπτοίησε γενέθλην.

  15 Εὐχαίτης δ᾽ Ὑμέναιος ἐμάρνατο φάογανα σείων,

  Θεσσσαλικῆς ἀκίχητος ὑπὲρ ῥάχιν ἥμενος ἵππου,

  Ἰνδοὺς κυανέους ῥοδοειδέι χειρὶ δαΐζων:

  ἀγλαΐῃ δ᾽ ἤστραπτεν: ἴδοις δέ μιν εἰς μέσον Ἰνδῶν

  Φωσφόρον αἰγλήεντα δυσειδέι σύνδρομον ὄρφνῃ:

  20 καὶ δηίους ἐφόβησεν, ἐπεί νύ οἱ εἵνεκα μορφῆς

  μαρναμένῳ Διόνυσος ἐνέπνεεν ἔνθεον ἀλκήν.

  τὸν μὲν ἰδὼν Ἰόβακχος ἀριστεύοντα κυδοιμῷ

  τέρπετο, καὶ συνάεθλον ἑῆς οὐκ ἤθελε χάρμης

  ἀστεροπὴν Κρονίωνος, ὅσον μελίην Ὑμεναίου.

  25 εἴ ποτε πῶλον ἔλαυνεν ἀπόσσυτον εἰς μόθον Ἰνδῶν,

  δαιδαλέων Διόνυσος ἐμάστιεν αὐχένα θηρῶν,

  ἵππῳ δ᾽ ἅρμα πέλαζε παρ᾽ ἡβητῆρι θαμίζων,

  κοῦρον ἔχων, ἅτε Φοῖβος Ἀτύμνιον: ἵστατο δ᾽ αἰεὶ

  ἀγχιφανής, ἐρόεις δὲ καὶ ἄλκιμος εἰν ἑνὶ θεσμῷ

  30 ἠιθέῳ μενέαινε φανήμεναι: ἐν δὲ κυδοιμοῖς

  καὶ νεφέων ἔψαυε συναιχμάζων Ὑμεναίῳ.

  ἓν δέ ἑ μοῦνον ὄρινεν, ὅτι χθονίης ἀπὸ φύτλης

  υἱὸς ἔην Φλεγύαο, καἰ οὐ Κρονίδαο τοκῆος.

  καί οἱ ἀεὶ παρέμιμνε, πατὴρ ἅτε παῖδα φυλάσσων,

  35 δειμαίνων, ἵνα μή τις ἑκηβόλος ἰὸν ἰήλας

  κοῦρον ὀιστεύσειεν: ἐπερχομένων δὲ βολάων

  δεξιτερὴν ἐτίταινε προασπίζων Ὑμεναίου.

  καί οἱ ἀριστεύοντι τόσην ἐφθέγξατο φωνήν:

  ‘πέμπε βέλος, φίλε κοῦρε, καὶ οὐκέτι μαίνεται Ἄρης:

  40 κάλλεϊ Βάκχον ἔβαλλες ὀιστευτῆρα Γιγάντων,

  βάλλε τεοῖς βελέεσσι καὶ ἄφρονα Δηριαδῆα,

  δυσμενέων βασιλῆα θεημάχον, ὄφρά τις εἴπῃ:

  ‘ἀμφοτέρων ἐτύχησε βαλὼν Ὑμέναιος ὀιστῷ,

  εἰς χρόα Δηριάδαο καὶ εἰς κραδίην Διονύσου.’’

  45 ὣς φαμένου Βρομίοιο πολὺ πλέον ἥψατο χάρμης

  ἱμερόεις Ὑμέναιος ἑκηβόλος, ᾧ ἔπι χαίρων

  οἰστρήεις Διόνυσος ἐδύσατο μᾶλλον Ἐνυὼ

  καἰ ζοφερὴν προθέλυμνον ὅλην ἐφόβησε γενέθλην:

  καί τις ἰδὼν Διόνυσον ἀφειδέι λαίλαπι χάρμης

  50 Ἰνδῴων ἀκόρητον ὀιστευτῆρα καρήνων

  τοῖον ἔπος κατέλεξε φιλοκτεάνῳ Μελανῆι:

  ‘τοξότα, πῇ σέο τόξα καὶ ἠνεμόεντες ὀιστοί;

  ἡμέας ἁβροχίτωνες ὀιστεύουσι γυναῖκες.

  ἀλλὰ βέλος προΐαλλε μινυνθαδίῳ Διονύσῳ:

  55 μή σε παραπλάγξειεν Ὀλύμπιον οὔνομα φήμης:

  μὴ τρομέοις ποτὲ Βάκχον, ὃς ἐκ χθονίοιο τοκῆος

  ὠκύμορον λάχεν αἷμα, Διὸς δ᾽ ἐψεύσατο φύτλην.

  δεῦρο βέλος προΐαλλε καί, εἰς σκοπὸν αἴ κε τυχήσῃς,

  δέχνυσαι ἄσπετα δῶρα βαθυπλούτου βασιλῆος,

  60 αἴ κεν ἴδῃ Διόνυσον, ἀγήνορα παῖδα Θυώνης,

  πυρκαϊῆς ἐπιβάντα τεῷ δμηθέντα βελέμνῳ:

  ἓν δὲ βέλος λύσειεν ὅλον μόθον. ἀμφοτέροις δέ,

  ὕδατι χεῖρας ἄειρε καὶ εὔχεο μητέρι Γαίη:

  ῥέζειν δ᾽ ἀμφοτέροισι θυηπολίας μετὰ νίκην

  65 ἀψεύστοις στομάτεσσιν ὑπόσχεο: καὶ παρὰ βωμῷ

  ταυροφυὴς ἐχέτω κεραελκέα ταῦρον Ὑδάσπης,

  γαῖα δὲ κυανέη μελανόχροον ἄρνα δεχέσθω.’

  ὣς εἰπὼν παρέπεισεν ὀιστοβόλον Μελανῆα,

  ἄνδρα νοοπλανέων κτεάνων δεδονημένον οἴστρῳ:

  70 αὐτὰρ ὁ σιγαλέος γυμνώσατο πῶμα φαρέτρης

  ἰὸν ἑλὼν προβλῆτα, καὶ εἴρυσεν ἠθάδα νευρὴν

  τόξον ὀπισθοτόνῳ παλάμης κυκλούμενος ὁλκῷ,

  ἀκρότατον δὲ σίδηρον ἐρεισάμενος περὶ τόξῳ

  φοίνια νεῦρα βόεια πελάσσατο γείτονι μαζῷ:

  75 καὶ βέλος ἰθυκέλευθον ἀπεπλάγχθη Διονύσου

  Ζηνὸς ἐρητύσαντος, ἐυστεφάνου δ᾽ Ὑμεναίου

  αἱμοβαφὴς πτερόεντι χαράσσετο μηρὸς ὀιστῷ.

  οὐ δὲ λάθεν Διόνυσον ἀπήορος ἰὸς ἀλήτης

  ἱπτάμενος ῥοιζηδόν, ἀφειδέι σύνδρομος αὔρῃ:

  80 ἀλλά διεσσυμένοιο βολὴν θήλυνεν ὀιστοῦ,

  καὶ φονίην ἀλάωσεν ἑκηβολίην Μελανῆος:

  καὶ Παφίη γλωχῖνας ἀπηκόντιζε βελέμνου,

  σύγγονος ἱμείροντι χαριζομένη Διονύσ
ῳ,

  καὶ βέλος ἔτραπε τόσσον ἀπὸ χροός, ὡς ὅτε μήτηρ

  85 παιδὸς ἔτι κνώσσοντος ἀλήμονα μυῖαν ἐλάσσῃ.

  ἠρέμα φάρεος ἄκρον ἐπαιθύσσουσα προσώπῳ.

  καὶ χροὸς ἄγριον ἕλκος ἐρευθομένου διὰ μηροῦ

  ἀγχιφανὴς Ὑμέναιος ἐδείκνυε γείτονι Βάκχῳ,

  δάκρυ χέων ἐρατεινὸν ὑπ᾽ ὀφρύσιν, ὄφρα νοήσῃ

  90 δεξιτερὴν ἐπίκουρον ἀλεξικάκου Διονύσου,

  ἰητροῦ χατέων ζωαρκέος: αὐτὰρ ὁ λευκῆς

  χειρὸς ἔχων Ὑμέναιον ἑῆς ἐπέβησεν ἀπήνης,

  καί μιν ἄγων ἀπάνευθε πολυφλοίσβοιο κυδοιμοῦ

  νωθρὸν ἐπὶ σκιόεντι πέδῳ παρὰ γείτονι φηγῷ

  95 θῆκε καρηβαρέοντα: καἰ ὡς Ὑάκινθον Ἀπόλλων

  ἔστενεν ἀνδροφόνῳ βεβολημένον ὀξέι δίσκῳ,

  μεμφόμενος Ζεφύρου ζηλήμονος ἄσθμα θυέλλης,

  οὕτω καὶ Διόνυσος ἀνέσπασε πολλάκι χαίτην,

  ὄμμασιν ἀκλαύτοισιν ἐπικλαύσας Ὑμεναίῳ.

  100 καὶ χροὸς ἐκτός ἐόντας ἰδὼν πώγωνας ὀιστοῦ

  ἀσπάσιον λάχε θάρσος: ἀφ᾽ αἱμαλέοιο δὲ μηροῦ

  λευκὸν ἐρευθομένου διδυμόχροον ἕλκος ἀφάσσων

  φειδομέναις παλάμῃσιν ἀνείρυσεν ἄκρον ὀιστοῦ.

  δάκρυα δ᾽ ἡβητῆρος ὀδυρομένοιο δοκεύων

  105 ἀμφοτέροις κεχόλωτο, καὶ Ἄρεϊ καἰ Μελανῆι:

  καὶ γλυκεροὺς ἱδρῶτας ἀποσμήξας Ὑμεναίου

  μεμφομένοις στομάτεσσιν ὑποκρυφίην χέε φωνήν:

  ‘ἄμπελον ἔκτανε ταῦρος, Ἄρης Ὑμέναιον ὀλέσσει.

  αἴθε δὲ πάντας ἔπεφνεν, ὅσους ἐκόρυσσα μαχητάς,

 

‹ Prev