Works of Nonnus
Page 123
ὣς φαμένου βρυχηδὸν ἐμυκήσαντο μαχηταί:
ἄλλῳ δ᾽ ἄλλος ἔριζε συναιχμάζων Διονύσῳ.
αἰγείοις δὲ πόδεσσιν ἐμάρνατο μειλίχιος Πάν,
ὀξὺ δὲ τοξευτῆρος ὅλον κενεῶνα χαράξας
315 θηγαλέῃ Μελανῆος ἀνέσχισε γαστέρα χηλῇ,
ποινὴν ἕλκος ἔχοντος ἀπαιτίζων Ὑμεναίου,
ὄφρα πυρισφρήγιστον ἐλαφρίσσειεν ἀνίην
ὄμμασιν ἀκλαύτοισιν ὀδυρομένου Διονύσου.
Λυσσήεις δ᾽ Ἰόβακχος ἐπέδραμε δηιοτῆτι,
320 καὶ νεφέων ἔψαυσε καὶ ἥψατο χερσὶν Ὀλύμπου,
ἄλλοτε μηκύνων ταναὸν δέμας, αἰθέρι γείτων,
καὶ χθονὶ ταρσὸν ἔπηξε, καὶ ἠέρα τύψε καρήνῳ.
τοῖσι δὲ μαρναμένοισιν ἐπήλυθεν Ἕσπερος ἀστήρ,
λύων Ἰνδοφόνοιο θεμείλια δηιοτῆτος.
325 Ἄρεϊ δ᾽ ὑπνώοντι παρίστατο νεύματι Ῥείης
φάσματα ποικίλλουσα δολοπλόκος ὄψις ὀνείρου,
τοῖον ἔπος βοόωσα, νόθῃ σκιοειδέι μορφῇ:
‘Ἆρες, Ἄρες, σὺ μὲν εὗδε, δυσίμερε, μοῦνος ἰαύων
χαλκοχίτων: Παφίην δὲ τὸ δεύτερον ὑψόθι λέκτρων
330 ὑμετέρην Ἥφαιστος ἔχει προτέρην Ἀφροδίτην,
ἐκ δὲ δόμων ἐδίωκε Χάριν, ζηλήμονα νύμφην:
ἀρχαίην δὲ δάμαρτα παλίνδρομον εἰς γάμον ἕλκων
αὐτὸς Ἔρως τόξευεν ἀναινομένην Ἀφροδίτην,
Ἡφαίστῳ γενετῆρι φέρων χάριν. ἀλλὰ καὶ αὐτὴ
335 Ζῆνα μέγαν παρέπεισε πόθων ἀδίδακτος Ἀθήνη,
παρθενικὴ δολόμητις, ὅπως Ἥφαιστον ἀλύξῃ,
μνησαμένη νόθα λέκτρα πεδοτρεφέων Ὑμεναίων,
μὴ προτέρου μετὰ πότμον Ἐρεχθέος ἄρσενι μαζῷ
ἄλλον ἀεξήσειε νεώτερον υἱὸν ἀρούρης.
340 ἔγρεο, καὶ Θρήισσαν ἰὼν ἐπὶ πέζαν ἐρίπνης
δέρκεο σὴν Κυθέρειαν ἐθήμονος ἔνδοθι Λήμνου,
δέρκεο, πῶς προπύλαια Πάφου καὶ ἐδέθλια Κύπρου
ἄνθεσιν ἐστεφάνωσεν ὁμόστολος ἑσμὸς Ἐρώτων,
Βυβλιάδων δ᾽ ἐπάκουε μελιζομένων Ἀφροδίτην
345 καὶ νεαρὴν φιλότητα παλιννόστων ὑμεναίων.
Ἆρες, ἐνοσφίσθης σέο Κύπριδος: ἀνδροφόνον γὰρ
ὁ βραδὺς ὠκὺν Ἄρηα παρέδραμε. μέλπε καὶ αὐτὸς
Ἡφαίστῳ πυρόεντι συναπτομένην Ἀφροδίτην.
Σικελίης δ᾽ ἐπίβηθι, παρισταμένους δὲ καμίνῳ
350 λίσσεό μοι Κύκλωπας: ἀριστοπόνου δὲ καὶ αὐτοὶ
ἴδμονες Ἡφαίστοιο, σοφῶν ζηλήμονες ἔργων,
σοὶ δόλον ἐντύνουσι, καὶ ἀρχαίῳ σέο δεσμῷ
ὁπλότερον τελέσουσιν ὁμοίιον, ὄφρα καὶ αὐτὸς
ἀμφοτέρους δολίῃσιν ἀλυκτοπέδῃσι πιέζων
355 δήσῃς φῶρα γάμοιο τεῷ ποινήτορι δεσμῷ,
εἰλιπόδην Ἥφαιστον ἐπισφίγξας Ἀφροδίτῃ:
καί σε θεοὶ ξύμπαντες ἐπαινήσουσιν Ὀλύμπου
δέσμιον ἀγρεύσαντα τεῶν συλήτορα λέκτρων.
ἔγρεο, καὶ σὺ γένοιο δολοπλόκος: ἔγρεο, νύμφης
360 ἁρπαμένης ἀλέγιζε. τί σοι κακὰ Δηριαδῆος;
σιγῇ ἐφ᾽ ἡμείων, Φαέθων μὴ μῦθον ἀκούσῃ.’
ὣς φαμένη πεπότητο. καὶ αὐτίκα κῶμα τινάξας
πρώιον ἀρτιχάρακτον ὀπιπεύων φάος Ἠοῦς
θερμὸς Ἄρης ἀνέπαλτο, Φόβον καὶ Δεῖμον ἐγείρας
365 ζεῦξαι φοίνιον ἄρμα ταχύδρομον: οἱ δὲ τοκῆι
σπερχομένῳ πείθοντο: καὶ ἀγκυλόδοντι χαλινῷ
Δεῖμος ἐριπτοίητος ἐπισφίγξας γένυν ἵππων
δέσμιον αὐχένα δοῦλον ἐπεσφήκωσε λεπάδνῳ,
ζεύγλην δ᾽ ἀμφὶς ἔδησεν: Ἄρης δ᾽ ἐπεβήσατο δίφρου:
370 καὶ Φόβος ἡνιόχευεν ὄχον πατρῷον ἐλαύνων,
εἰς Πάφον ἐκ Λιβάνου πεφορημένος, ἐκ δὲ Κυθήρων
ἄστατον ἔτραπεν ἄρμα Κεραστίδος εἰς χθόνα Κύπρου:
πολλάκι, πολλάκι Λῆμνον ἐδέρκετο, καὶ πλέον ἄλλων
ζηλήμων σκοπίαζε πυρίπνοον ἐσχαρεῶνα,
375 Κύπριν ἀνιχνεύων τροχαλῷ ζηλήμονι ταρσῷ,
εἴ μιν ἐσαθρήσειε παρ᾽ Ἡφαίστοιο καμίνοις,
ὡς πάρος, ἱσταμένην, καὶ ἐδείδιε, μή οἱ ὀπωπὴν
καπνὸς ἀμαλδύνειε μελαινομένης Ἀφροδίτης.
ἔδραμε καὶ μετὰ Λῆμνον ἐς οὐρανόν, ὄφρα σιδήρῳ
380 νυμφιδίην μακάρεσσιν ἀναστήσειεν Ἐνυώ,
καὶ Διὶ καὶ Φαέθοντι καὶ Ἡφαίστῳ καὶ Ἀθήνῃ.
BOOK 30
ἐν δὲ τριηκοστῷ μετὰ νέρτερον οἶκον ἀνάγκης
Τέκταφον Εὐρυμέδων δεδαϊγμένον Ἄιδι πέμπει.
ὣς ὁ μὲν ἑπτάζωνον ἐς οὐρανὸν ἔδραμεν Ἄρης
ζηλήμων, βαρύμηνις. ἐς ὑσμίνην δὲ χορεύων
θαρσήεις Διόνυσος ἐπέχραεν αἴθοπι λαῷ,
πῇ μὲν ἐνὶ πρώτοισι θορὼν ἐνοσίχθονι παλμῷ,
5 πῇ δὲ μέσος προμάχοισιν: ἀκοντιστῆρι δὲ θύρσῳ
κυανέης ἤμησε θαλύσια δηιοτῆτος,
δυσμενέος δὲ φάλαγγος ἐμαίνετο φῦλα δαΐζων:
καὶ Σατύρους θάρσυνεν ἐς Ἄρεα Δηριαδῆος,
ὡς ἴδε Βάκχος Ἄρηα λελοιπότα φύλοπιν Ἰνδῶν:
10 ἄλλῳ δ᾽ ἄλλος ἔριζε. κορυμβοφόρου δὲ κυδοιμοῦ
δεξιτερὸν στόμα λάβρον ἐπιτρέψας Διονύσῳ
λαιὸν Ἀρισταῖος κέρας ἔτρεχε δηιοτῆτος.
καὶ Βρομίου θεράποντος ὀπιπεύων ἔτι Μορρεὺς
μαρναμένους πετάλοισι καὶ ἀνθ
εμόεντι βελέμνῳ
15 ἄφρονι Δηριάδῃ πολυθαμβέα ῥήξατο φωνήν:
‘Δηριάδη, τί τὸ θάμβος; ἐμοὶ πίπτουσι μαχηταί,
βαλλόμενοι θύρσοισι καὶ οὐτιδανοῖσι πετήλοις,
ὁπλοφόρους δ᾽ ὀλέκουσιν ἀνάσπιδες: ἀκλινέες δὲ
Βασσαρίδες, πελέκεσσι καὶ ἀμφιπλῆγι μαχαίρῃ
20 τυπτόμεναι, μίμνουσιν ἀνούτατοι. εἰ θέμις εἰπεῖν,
καὶ σύ, λιπών, σκηπτοῦχε, τεὴν χαλκήλατον αἰχμὴν
οἴνοπα θύρσον ἄειρε μιαιφόνον, ὅττι σιδήρου
δυσμενέες πολὺ μᾶλλον ἀριστεύουσι κορύμβοις.
οὕ ποτε τοῖον ὄπωπα μόθου τύπον: οὐτιδανοὶ δὲ
25 θύρσοι ἀκοντιστῆρες ἀρείονές εἰσιν ἀκόντων.
δὸς καὶ ἐμοὶ κλονέειν χλοερὸν βέλος: ἡμέτεροι γὰρ
ἀπτολέμου νάρθηκος ἐνικήθησαν ὀιστοί:
δός μοι ξανθὰ πέδιλα φορήμεναι, ὅττι καὶ αὐταὶ
ἀρραγέες κνημῖδες ὑπεκλίνοντο κοθόρνοις.
30 τί πλέον, εἰ χάλκειον ἔχω σάκος, εὖτε γυναῖκες
μᾶλλον ἀριστεύουσιν ἀτευχέες, ἐν δὲ κυδοιμοῖς
κύμβαλα δινεύουσι, καὶ ὀκλάζουσι μαχηταί,
καὶ στεφάνοις τρυφάλεια καὶ εἴκαθε νεβρίδι θώρηξ;
πολλάκι δ᾽ ἀντικέλευθος ἀνουτήτου Διονύσου
35 ὠισάμην ἄρρηκτον ἀνασχίσσαι κενεῶνα,
πέμπων εὔσκοπα δοῦρα, καὶ ὡς ἔψαυε Λυαίου,
ὀξυβελὴς ἄγναμπτος ἐκάμπτετο χαλκὸς ἀκόντων.’
ὣς φαμένου μείδησεν ἄναξ θρασύς, ἀμφὶ δὲ γαμβρῷ
ὄμματα λοξὰ τίταινε χόλου κήρυκι σιωπῇ:
40 καί οἱ ἀπειλήτειραν ἀπερροίβδησεν ἰωήν:
‘τί τρομέεις Διόνυσον ἀτευχέα, νήπιε Μορρεῦ;
ἡδὺς ὁ δειμαίνων Σατύρων παίζουσαν Ἐνυώ.’
ὣς φάμενος θάρσυνεν ἀταρβέι γαμβρὸν ἀπειλῇ.
καὶ Βρομίου προμάχοισι πέλωρ ἐκορύσσετο Μορρεύς:
45 οὔτασε δ᾽ Εὐρυμέδοντα, μέσον βουβῶνα χαράξας
ἔγχεϊ φοινήεντι: διαΐσσουσα δὲ μηροῦ
πιαλέην τάμε σάρκα λιπόχροα θυιὰς ἀκωκή:
γούνατι δ᾽ ὀκλάζοντι χαμαὶ πέσε. Χαλκοχίτων δὲ
Ἄλκων οὐκ ἀμέλησε κασιγνήτοιο πεσόντος,
50 ἀλλὰ βιαζομένῳ πρόμος ἤλυθεν ἔγχος ἀείρων
καὶ σάκος εὐδίνητον: ὅλον δ᾽ ἐκάλυπτε μαχητήν,
ἀσπίδι πυργώσας δέμας ἀνέρος, ἀντιβίοις δὲ
σείων ἔνθα καὶ ἔνθα παλινδίνητον ἀκωκὴν
γνωτῷ γνωτὸς ἄμυνε: καὶ οὐταμένῳ περιβαίνων,
55 οἷα περὶ σκύμνοισι λέων, βρυχήσατο λαιμῷ,
χείλεϊ λυσσήεντι χέων Κορυβαντίδα φωνήν.
καί μιν ὀπιπεύων κυκλούμενον ἴδμονι ταρσῷ
60 γνωτοῦ κεκλιμένοιο προασπιστῆρα Καβείρου
ἰσοφυὴς Τυφῶνι πέλωρ βακχεύετο Μορρεύς,
γνωτοῖς διχθαδίοις κεκορυθμένος, ὄφρά κε μήτηρ
δίζυγα δακρύσειεν ὀλωλότα τέκνα Καβειρώ,
εἰς μίνα ἠριγένειαν ἑνὶ τμηθέντα σιδήρῳ.
καί νύ κεν ἀμφοτέρους ἰσοελκέι δῶκεν ὀλέθρῳ,
ἀλλὰ διὰ στομάτων βεβιημένον ἄσθμα τιταίνων
65 Λήμνιον Εὐρυμέδων γενέτην ἐκαλέσσατο φωνῇ.
‘ὦ πάτερ, ἐργοπόνοιο πυρίπνοε κοίρανε τέχνης,
δός μοι ὀφειλομένην προτέρην χάριν, ὁππότε μούνη
Σικελίην τρικάρηνον ἁλωιὰς ἥρπασε Δηώ,
δῶρα καλυπτομένης ὀπτήρια Περσεφονείης,
70 ἑσπερίους δ᾽ ἀνέκοψε τεοὺς φυσήτορας ἀσκοὺς
καὶ πλατὺν ἐσχαρεῶνα καὶ ἅρπαγα σεῖο πυράγρην:
ἀλλά μιν ἐπτοίησα προασπίζων γενετῆρος,
ἄκμονος ὑμετέροιο βοηθόος: ἐξ ἐμέθεν δὲ
σῷ Σικελῷ σπινθῆρι μέλας θερμαίνεται ἀήρ.
75 ῥύεό μοι σέο παῖδα, τὸν ἄγριος οὔτασε Μορρεύς.’
εἶπε, καὶ οὐρανόθεν πυρόεις Ἥφαιστος ὀρυύσας
σύγγονον ἀμφελέλιζε πολυσχιδὲς ἁλλόμενον πῦρ,
δινεύων παλάμῃ πυρόεν βέλος: ἀμφὶ δὲ δειρὴν
Μορρέος αὐτοέλικτος ἑλίσσετο πυρσὸς ἐχέφρων,
80 αὐχένι μιτρώσας πυριθαλπέος ὁρμὸν ἀνάγκης
εἰλυφόων: πυρόεν δὲ μετὰ στέφος ἀνθερεῶνος
ταρσὸν ἐς ἐσχατόωντα θορὼν ἐπιβήτορι παλμῷ
ἀμφὶ πόδα προμάχοιο πυρίπλοκον ἔπλεκε σειρήν,
σείων ἐν δαπέδῳ σταθερὸν σέλας ἅλματι πεζῷ:
85 θερμάνθη δὲ κάρηνον ἀναπτομένης τρυφαλείης.
καί νύ κεν ἐπρήνικτο τυπεὶς φλογόεντι βελέμνῳ,
εἰ μὴ Δηριάδαο πατὴρ ἤμυνεν Ὑδάσπης:
ἧστο γὰρ ὑσμίνην δεδοκημένος ὑψόθι πέτρης,
ταυροφοὴς νόθον εἶδος ἔχων βροτοειδέι μορφῇ:
90 ὅς μιν ἀνεζώγρησε χέων ἀντίπνοον ὕδωρ,
ψύχων θερμὸν ἄημα πυριβλήτοιο προσώπου,
λύματα τεφρήεντα διασμήχων τρυφαλείης:
Μορρέα δ᾽ ἁρπάξας ζοφερῇ χλαίνωσεν ὀμίχλῃ,
πορφυρέῃ νεφέλῃ κεκαλυμμένα γυῖα καλύψας,
95 μή μιν ἀποκτείνειε σελασφόρος ἀμφιγυήεις,
Λήμνιον αἰθύσσων θανατηφόρον ἁπτόμενον πῦρ,
μὴ προτέρου φθιμένοιο γέρων φιλότεκνος Ὑδάσπης
γαμβρὸν ἴδῃ πάλιν ἄλλον ὀλωλότα Δηριαδῆος,
μηδὲ μόρον Μορρῆος ἅμα κλαύσειεν Ὀρόντῃ.
100 Πυρσοφόρος δ᾽ Ἥφαιστος ὅλους ἐδίωκε μαχητὰς
ἱσταμένοθς π
ερὶ παῖδα νεούτατον, ὑψόθι δ᾽ ὤμου
υἱὸν ἐλαφρίζων ἐπερείσατο γείτονι φηγῷ,
νόσφιν ἀπὸ φλοίσβοιο, καὶ ἐζώγρησε πεσόντα,
οὐταμένῳ βουβῶνι φερέσβια φάρμακα πάσσων.
105 οὐδὲ μόθου προτέροιο λελασμένος ἔπλετο Μορρεύς:
ἀλλὰ πάλιν κεκόρυστο φυγὼν πυρόεσσαν Ἐνυὼ
καὶ πρόμον ἀστράπτοντα καὶ αἰθαλόεσσαν ἀκωκήν:
καὶ Φλόγιον Στροφίοιο πολύστροφον υἷα καχήσας
ἔκτανεν, ὀρχηστῆρα φιλοσκάρθμου Διονύσου,
110 ὅς τις ἀδακρύτοιο παρ᾽ εἰλαπίνῃσι Λυαίου
ἀνταιτύπων ἐλέλιζε πολύτροπα δάκτυλα χειρῶν,
καὶ θάνατον Φαέθοντος ἐχέφρονι χειρὶ τινάσσων
δαιτυμόνας ποίησεν ἀήθεα δάκρυα λείβειν,
ψευδαλέου Φαέθοντος ἐπικλαίοντας ὀλέθρῳ:
115 καὶ νέον αἰθαλόεντα καὶ αὐτοκύλιστον ὑφαίνων
λευγαλέον πόρε πένθος ἀπενθήτῳ Διονύσῳ.
τοῦτον ἰδὼν σκαίροντα δορυσσόος ἔννεπε Μορρεύς:
‘ἀλλοῖος χορὸς οὗτος, ὃν ἔπλεκες ἄγχι τραπέζης:
ὀρχηθμὸν γελόωντα παρὰ κρητῆρι τιταίνων
120 ὀρχηθμὸν στονόεντα πόθεν μετὰ δῆριν ὑφαίνεις;
εἰ δὲ καὶ οἶστρος ἔχει σε χοροστασίης Διονύσου,
Ἄιδι μυστιπόλευε, καὶ οὐ γύψοιο χατίζεις
αὐτοβαφῆ μεθέπων κεκονιμένα κύκλα προσώπου:
ἢν ἐθέλῃς δέ, χόρευε φιλοθρήνῳ παρὰ Λήθῃ,
125 Περσεφόνη δ᾽ ἀγέλαστος ἀγαλλέσθω σέο μολπῇ.’
ἔννεπε κυδιόων, καὶ ἐπέδραμεν ἶσος ἀέλλῃ,
Σειληνοὺς δ᾽ ἐφόβησεν. ἀμαιμακέτῳ δὲ μαχαίρῃ