Works of Nonnus
Page 131
220 λείψανα θερμὰ φέρουσι μαραινομένων ὑμεναίων.’
εἶπεν ἄναξ ἀθέμιστος, Ἐνυαλίοιο δὲ γαμβροῦ
ἀμφιπόλων στίχα πᾶσαν ἐδέξατο δῶρα κυδοιμοῦ
Δηριάδης, Φλογίῳ δὲ καὶ Ἀγραίῳ πόρε Βάκχας
ἑλκομένας πλοκαμῖδος: ὁμοπλέκτῳ δ᾽ ἐνὶ δεσμῷ
225 ἀρραγέες παλάμῃσιν ἐμιτρώθησαν ἱμάντες.
τὰς μὲν ἄγων Φλόγιος βασιληίδος ἄγγελα νίκης
σφιγγομένας πόμπευε δι᾽ ἄστεος. ὑψιτενεῖς δὲ
αἱ μὲν ἐυγλυφάνοιο παρὰ προπύλαια μελάθρου
ἀλχονίῳ θλίβοντο περίπλοκον αὐχένα δεσμῷ:
230 ἄλλαις θερμὸν ὄπασσε μόρον πυρόεντος ὀλέθρου:
αἱ δὲ πεδοσκαφέεσσιν ἐτυμβεύοντο ῥεέθροις
φρείατος ἐν γυάλοισιν, ὅπῃ βυθίων ἀπὸ κόλπων
χερσὶν ἀμοιβαίαις βεβιημένον ἕλκεται ὕδωρ:
καί τις ἔσω διεροῖο βαθυνομένου κενεῶνος
235 ἡμιφανὴς ἀτίνακτος ἀμοιβαίῃ φάτο φωνῇ:
‘ἔκλυον, ὡς Ἰνδοῖσι θεὸς πέλε γαῖα καὶ ὕδωρ:
οὐδὲ μάτην ποτὲ τοῦτο φατίζεται: ἀμφότεροι γὰρ
εἰς ἐμὲ θωρήχθησαν ὁμόφρονες, εἰμὶ δὲ μέσση
καὶ χθονίου θανάτοιο καὶ ὑδατόεντος ὀλέθρου,
240 καὶ μόρον ἐγγὺς ἔχω διδυμόζυγον: ἰλυόεις γὰρ
ξεῖνος δεσμὸς ἔχει με, καὶ οὐκέτι ταρσὸν ἀείρω,
ὑγρὰ δὲ ῥιζώσασα πεπηγότα γούνατα πηλῷ
ἵσταμαι ἀστυφέλικτος ἐγὼ Μοίρῃσιν ἑτοίμη:
καὶ ποταμός με δίωκε, καὶ οὐ χυτὸν ἔτρεμον ὕδωρ:
245 αἴθε καὶ οὗτος ἔην κελάδων ῥόος, ὄφρα καὶ αὐτοῦ
χεῖρας ἐρετμώσασα διατμήξω μέλαν ὕδωρ.’
ἔννεπεν: οἰγομένῳ δὲ κατάρρυτα χεύματα λαιμῷ
δεχνυμένη κατὰ βαιὸν ἀτυμβεύτῳ θάνε πότμῳ.
αὐτὰρ ὁ Χαλκομέδης πεπεδημένος ἡδέι κέντρῳ
250 Μαιναλίδων ἀσίδηρον ὅλον στρατὸν ἤλασε Μορρεὺς
εἰς πόλιν ὀφρυόεσσαν, ὀπίστερος ἔγχεϊ νύσσων.
ὡς δ᾽ ὅτε μηλονόμος πολυχανδέος εἰς μυχὰ μάνδρης
συμμιγέων ὀίων σποράδας στίχας εἰς ἓν ἐλαύνων
εἰροπόκων ἴθυνε καλαύροπι πώεα μήλων
255 πασσυδίῃ, πολέες δὲ συνεστιχόωντο βοτῆρες
μῆλα περισφίγγοντες ὁμόζυγι πήχεος ὁλκῷ
προτροπάδην στοιχηδόν ἀρηρότα, μή ποτε ποίμνης
κλειομένης πλάζοιτο παράτροπος ἑσμὸς ἀλήτης:
ὣς ὅ γε θῆλυν ὅμιλον ἔσω πυλεῶνος ἐέργων
260 εἰς πόλιν αἰπύδμητον ἀελλόπος ἤλασε Μορρεὺς
Βακχείην στίχα πᾶσαν ἀποσπάδα δηιοτῆτος.
καὶ μογέων δόλον εἶχεν ἐτώσιον, ὄφρα κυδοιμοῦ
ληίδα καλλιγύναικα λιπὼν μετανάστιον ἄγρην
Χαλκομέδην ἐρύσειεν ὑπὸ ζυγὰ δουλοσυνάων,
265 ἄλλαις θηλυτέπῃσιν ὁμόστολον, ὄφρά οἱ αἰεὶ
ἠματίη θεράπαινα καἰ ἔννυχος εὐνέτις εἴη,
καὶ διδύμων τελέσειεν ἀμοιβαδὶς ἔργα θεάων,
λάθρια Κύπριδος ἔργα καὶ ἀμφαδὸν ἱστὸν Ἀθήνης ...
Μορρεὺς δ᾽ οὐκ ἀμέλησε δορυσσόος: ἀγχιμάχῳ γὰρ
270 Δηριάδῃ φύξηλιν ἐπέτρεπε θῆλυν Ἐνυώ,
Βακχιάδος δὲ φάλαγγος ἐπέχραεν ἄρσενι χάρμῃ,
ὄφρα περικλείσειε καὶ ἀνέρας: ἐν δὲ κυδοιμοῖς
εἰς φόβον ἠπείγοντο. Θυελλήεσσα δὲ κούρη
ἵστατο κοσμηθεῖσα πρὸ ἄστεος ἐγγύθι πύργου,
275 παρθένος ἀκρήδεμνος: ἐρωμανέων δὲ γυναικῶν
νεύμασι ποιητοῖσι τύπον μιμήσατο κούρη,
ὄμματα δινεύουσα, καὶ ἠθάδος ἔκτοθι μίτρης
λευκὸς ἐρευθιόωντι χιτὼν φοινίσσετο μαζῷ:
Μορρεὺς δ᾽ εἰσορόων ἐπετέρπετο, καὶ διὰ πέπλου
280 λεπταλέου σφριγόωσαν ἴτυν τεκμαίρετο μαζοῦ.
καἰ λίθον εὐποίητον ἴσον τροχοειδέι δίσκῳ
παρθένος ἁρπάξασα, πελώριον ἄχθος ἁμάξης,
Μορρέος εὐπήληκος ἀκόντισεν ἴδμονι τέχνῃ:
καἰ λίθος ἠερόθεν πεφορημένος ὀξέι ῥοίζῳ
285 ἀσπίδος ἄκρον ἄραξεν, ὅπῃ χρυσήλατος εἰκὼν
Χειροβίης νόθον εἶχε δέμας ψευδήμονι μορφῇ,
ποιητὸν δὲ κάρηνον ἀπέξεσε, βαλλομένῃ δὲ
μαρμαρέῃ γλωχῖνι χαρασσομένοιο προσώπου
μιμηλῆς ἀμάθυνε περίτροχον εἰκόνα μορφῆς:
290 καὶ σάκος ὀλβίζων ἀνεπάλλετο πολλάκι Μορρεύς,
καὶ κραδίῃ γελόων κρυφίην ἐφθέγξατο φωνήν:
‘ἄτρομε Χαλκομέδεια, νέη ῥοδοδάκτυλε Πειθώ,
Κύπριδος ἁβρὸν ἄγαλμα καὶ εὐθώρηκος Ἀθήνης,
Βακχιὰς ἠριγένεια καὶ οὐ δύνουσα Σελήνη,
295 γραπτὸν ἐμῆς ἀλόχου τύπον ἔξεσας: αἴθε καὶ αὐτῆς
Χειροβίης ἤμησας ἀληθέος αὐχένα νύμφης.’
ὣς εἰπὼν ἐδίωκε πρὸ ἄστεος ἄζυγα κούρην,
γλῶσσαν ἀπειλείουσαν ἔχων, οὐ χεῖρα κορύσσων,
μῦθον ἀκοντίζων, οὐ παρθένον ἔγχεϊ νύσσων,
300 μειλιχίῃ παλάμῃ πεφιδημένον ἔγχος ἀείρων:
καὶ βλοσυρῆς κελάδησε βοῆς ἀπατήλιον Ἠχώ,
ὡς ἐτεὸν κοτέων πρόμος ἤπιος: ἀμφότερον γάρ,
εἶχε νόον γελόωντα, χόλον δ᾽ ἀνέφηνε προσώπῳ.
ἦκα δὲ δινήσας σφαλερὴν προέηκεν ἀκωκὴν
305 εἰς σκοπὸν ἀχρήιστον ἑκούσιος: ἡ δὲ φυγοῦσα
>
ἠερίαις ταχύγουνος ἐπέτρεχε σύνδρομος αὔραις:
τῆς δὲ τιταινομένης ἀνεμώδεϊ γούνατος ὁρμῇ
πλοχμοὺς βοτρυόεντας ἀνερρίπιζον ἀῆται,
αὐχένα γυμνώσαντες ἐριδμαίνοντα Σελήνῃ:
310 φειδομένοις δὲ πόδεσσιν ἑκούσιος ἔτρεχε Μορρεύς,
πῇ μὲν ἐυρραφέων ποδὸς ἴχνια γυμνὰ πεδίλων
εἰς σφυρὰ παπταίνων ῥοδοειδέα, πῇ δὲ δοκεύων
πλαζομένης ἑλικηδὸν ὀπίστερα βόστρυχα χαίτης
Χαλκομέδην ἐδίωκε: καὶ ἴαχεν ἡδέι μύθῳ,
315 μείλιχον ἀφλοίσβοιο χέων ἔπος ἀνθερεῶνος:
‘μίμνέ με, Χαλκομέδεια, τὸν ἱμείροντα μαχητήν:
ῥύεται ἀγλαΐη σε, καἰ οὐ δρόμος: οὐ τόσον αἰχμαὶ
ἅνδρα βαλεῖν δεδάασιν, ὅσον σπινθῆρες Ἐρώτων.
δήιος οὐ γενόμην, μὴ δείδιθι: μαρνάμενον γάρ
320 χαλκείην σέο κάλλος ἐμὴν νίκησεν ἀκωκήν:
ἔγχεος οὐ χατέεις, οὐκ ἀσπίδος: ὑμετέρου γὰρ
ὡς ξίφος, ὡς δόρυ θοῦρον, ἔχεις ἀκτῖνα προσώπου,
καἰ μελίης πολὺ μᾶλλον ἀριστεύουσι παρειαί.
φρικτὸν ἐμῆς παλάμης λέλυται σθένος: οὐ νέμεσις γάρ,
325 εἰ δόρυ θοῦρον ἔχω νικώμενον, ὅττι καὶ αὐτὸς
Κύπριδος ἱσταμένης θηλύνεται ἄγριος Ἄρης.
δέξό με σοῖς Σατύροισιν ὁμόστολον: ἐν πολέμοις γὰρ
Ἰνδοὶ ἀριστεύσουσιν, ἕως ἔτι χεῖρα κορύσσω.
ἢν δ᾽ ἐθέλῃς, ἅτε λάτρις ὑποδρήσσω Διονύσῳ:
330 ἢν ἐθέλῃς, με δάμαζε κατ᾽ αὐχένος ἢ κενεῶνος:
οὐκ ἀλέγω θανάτοιο τεῇ δεδαϊγμένος αἰχμῇ:
μοῦνον ἐμὲ στενάχιζε δεδουπότα: μυρομένης δὲ
δάκρυα Χαλκομέδης με καἰ ἐξ Ἀίδαο κομίσσει.
παρθένε, τί τρομέεις, ὅτι μείλιχον ἔγχος ἀείρω;
335 σοὐς πλοκάμους ὁρόων ἑλικώδεας ὑψόθεν ὤμων
ἀσκεπέων τρυφάλειαν ἐμῶν ἀπέθηκα κομάων:
νεβρίδα παπταίνων στυγέω θώρηκα φορῆσαι.’
ὣς φαμένου παράμειβε γυνὴ καἰ ἐμίγνυτο Βάκχοις,
καὶ φονίου Μορρῆος ἀποπλαγχθεῖσα κελεύθου
340 θαρσαλέη πολέμιζε καὶ ἤρισεν ἄρσενι χάρμῃ.
καὶ τότε δυσκελάδοιο λιπὼν στροφάλιγγα κυδοιμοῦ
ἄμπνυτο Βάκχος ὅμιλος, ἕως ἀνεχάζετο Μορρεύς.
Βασσαρίδων δὲ φάλαγγα πρὸ ἄστεος ἄορι τύπτων
Δηριάδης ἐδίωκεν, ἕως σχεδὸν ἤλασε πύργων,
345 οἰγομένου στίχα πᾶσαν ἕσω πυλεῶνος ἐέργων
τείχεος ὑψιλόφοιο: διωκόμεναι δὲ σιδήρῳ
ἄστεος ἐντὸς ἵκανον ἀποσπάδες ἠθάδος ὕλης:
ἀσταθέες δὲ φάλαγγες ἀήθεα κύκλα κελεύθου
ἔστιχον ἔνθα καὶ ἔνθα διακριδόν, εἰς πτερὸν Εὕρου,
350 εἰς ῥαχίην Ζεφύροιο παρ: Ἐσπέριον κλίμα γαίης,
αἱ δὲ Νότου παρὰ πέζαν ἀλήμονες, αἱ δὲ Βορῆς
Βασσαρίδες κλονέοντο: καἰ ἀρσενόθυμον ἀνάγκην
μαινάδες ἠλλάξαντο, πάλιν δ᾽ ἐγένοντο γυναῖκες,
καὶ μόθον ἠρνήσαντο, φιληλακάτοιο δὲ τέχνης
355 καἰ ταλάρων μνήσαντο, καἰ ἤθελον αὖτις Ἀθήνης
ἀμφιέπειν κλωστῆρα καἰ οὐκέτι θύσθλα Λυαίου.
καὶ στίχα χιονέην ὀλέκων κυανόχροος ἀνὴρ
ἐνδόμυχον κλόνον εἶχε πολισσούχοιο κυδοιμοῦ.
BOOK 35
Μορρέος ἐχθρὸν Ἔρωτα τριηκοστῷ ἐνὶ πέμπτῳ δίζεο Βασσαρίδων τε φόνον καὶ Ἄρηα γυναικῶν.
Δηριάδης δ᾽ ἀπέλεθρος ἐμάρνατο θυιάδι χάρμῃ,
καὶ βρομίου προπόλοισιν ἐπέχραε κοίρανος Ἰνδῶν,
πῇ μὲν ἀκοντίζων δολιχῷ δορί, πῇ δὲ δαΐζων
ἄορι κωπήεντι, χαραδραίοις δὲ βελέμνοις
5 τοξεύων πεφόρητο καὶ ὀξυτέροισιν ὀιστοῖς.
ὣς αἱ μὲν κλονέοντο κατὰ πτόλιν ἔνδοθι πύργων
ἔγχεϊ Δηριάδαο: πολυγλώσσῳ δὲ κυδοιμῷ
ἀμφοτέρων κτύπος ἦεν: ἐρευθιόωντι δὲ λύθρῳ
ἄστεος εὐλάιγγες ἐφοινίχθησαν ἀγυιαὶ
10 κτεινομένων καναχηδὸν ἐν ἄστεϊ θηλυτεράων.
ἀκλινέες δὲ γέροντες ἀερσιλόφων ἐπὶ πύργων
φύλοπιν ἐσκοπίαζον: ὑπὲρ τεγέων δὲ καὶ αὐταὶ
θυρσοφόρον στίχα πᾶσαν ἐθηήσαντο γυναῖκες:
καί τις ὑπὲρ μεγάροιο περικλινθεῖσα τιθήνῃ
15 παρθένος ἑλκεσίπεπλος ἐδέρκετο θῆλυν Ἐνυώ,
καὶ κταμένῃ βαρύδακρυς ἐπέστενεν ἥλικι κούρῃ.
οὐδέ τις ἱμερόεσσαν ἑλὼν ἐβιήσατο νύμφην,
ὅττι γυναιμανέεσσιν ἄναξ ἐπετέλλετο λαοῖς,
φεύγειν δήια λέκτρα δορικτήτων ὑμεναίων,
20 μὴ Παφίης ἀλέγοντες ἀφειδήσωςιν Ἐνυοῦς.
καί τις ὑπὲρ δαπέδοιο περισκαίρουσα κονίῃ
παρθενικὴ γυμνοῦτο: παρελκομένου δὲ χιτῶνος
ἀγλαΐῃ κεκόρυστο καὶ ἱμείροντα φονῆα
οὔτασεν οὐτηθεῖσα, βέλος δέ οἱ ἔπλετο μορφή,
25 καὶ φθιμένη νίκησε: κατ᾽ ἀντιβίοιο δὲ γυμνοὶ
μηροὶ ἐθωρήχθησαν, ὀιστευτῆρες Ἐρώτων.
καὶ νύ κε νεκρὸν ἔχων πόθον ἄπνοον, ὥς περ Ἀχιλλεύς,
ἄλλην Πενθεσίλειαν ὑπὲρ δαπέδοιο δοκεύων
ψυχρὰ κονιομένης προστύξατο χείλεα νύμφης,
30 εἰ μὴ Δηριαδῆος ἐδείδιεν ὄγκον ἀπειλῆς.
καὶ γυμνῆς σκοπίαζεν ἀναινομένης χρ
όα κούρης,
καὶ σφυρὰ λευκὰ δόκευε καὶ ἀσκεπέων πτύχα μηρῶν,
καὶ μελέων ἔψανσε, καὶ ἥψατο πολλάκι μαζοῦ
οἰδαλέου ῥοδόεντος, ἐοικότος εἰσέτι μήλῳ:
35 ἤθελε καὶ φιλότητι μιγήμεναι: ὀψὲ δὲ κάμνων
τοίην ἱμερόεσσαν ἀνήρυγεν ἄφρονα φωνήν:
‘παρθενικὴ ῥοδόπηχυ, τεὸν δυσέρωτα φονῆα
οὔτασας οὐταμένη, φθιμένη ζώοντα δαμάζεις,
καὶ σὺ τεὸν βλεφάροισιν ὀιστεύεις ὀλετῆρα:
40 ἔγχος ἐνικήθη σέο κάλλεϊ: σεῖο προσώπου
μαρμαρυγαὶ κλονέουσιν, ὅσον γλωχῖνες ἀκόντων:
στῆθος ἔχεις ἅτε τόξον, ἐπεὶ σέο μᾶλλον ὀιστῶν
μαζοὶ ἀριστεύουσιν, ὀιστευτῆρες Ἐρώτων.
ξεῖνον ἔχω καὶ ἄπιστον ἐγὼ πόθον, ὅττι διώκω
45 κούρης νεκρὸν ἔρωτα καταφθιμένων ὑμεναίων:
ἄπνοος οἶστρος ἔχει με τὸν ἔμπνοον: εἰ θέμις εἰπεῖν,
χείλεα φωνήεντα καὶ ἔμπνοα ταῦτα γενέσθω,
σῶν γλυκερῶν στομάτων ἵνα, παρθένε, μῦθον ἀκούσω ...
τοῖον ἔπος βοόωσα: ῾κυλινδομένην ἐνὶ γαίῃ,
50 ἣν κτάνες, ἣν σύλησας, ἀτάσθαλε, κάλλιπε κούρην:
ἣν σέο χαλκὸς ἔταμνεν, ἐμοῦ μὴ ψαῦε χιτῶνος:
τί κρατέεις κενεῶνα, τὸν οὔτασας; ἴσχεο δειλῆς
ἀμφαφόων ἐμὀν ἕλκος, ὅ μοι πόρες. ἐρρέτω αἰχμή,
ἐρρέτω ἡμετέρης παλάμης θράσος, ὅττι λιποῦσα
55 Σειληνοὺς πολιῇσιν ὑποφρίσσοντας ἐθείραις
καὶ Σατύρων δύσμορφον ὅλον γένος, ἀντὶ γερόντων,
ἀντὶ δασνστέρνων ἁπαλὴν ἐδάμασσε γυναῖκα.