Works of Nonnus
Page 133
ὡς ὄναρ ἔδραμε πάντα, καὶ ἴαχε πενθάδι φωνῇ.
ὡς Διὶ καὶ Φαέθοντι χολώετο καὶ Διονύσῳ,
260 Μαιναλίδας φυγάδας διζήμενος. ἀμφὶ δὲ πύργους
Βασσαρίδες κελάδησαν ἀνάμπυκες Εὐάδι φωνῇ.
Δηριάδης δ᾽ ἐδίωκε τὸ δεύτερον, ἔγρετο δὲ Ζεὺς
Καυκάσου ἐν κορυφῇσιν ἀπορρίψας πτερὸν Ὕπνου:
καὶ δόλον ἠπεροπῆα μαθὼν κακοεργέος Ἥρης
265 Σειληνοὺς ἐδόκευε πεφυζότας, ἔδρακε Βάκχας
σπερχομένας ἀγεληδὸν ἀπὸ τριόδων, ἀπὸ πύργων,
καὶ Σατύρους κείροντα καὶ ἀμώοντα γυναῖκας
Δηριάδην ἐνόησεν ὀπίστερον, ὄρχαμον Ἰνδῶν,
υἱέα δ᾽ ἐν δαπέδῳ κατακείμενον: ἀμφὶ δὲ νύμφαι
270 ἐγγὺς ἔσαν στεφανηδόν: ὁ δ᾽ ἐν στροφάλιγγι κονίης
κεῖτο καρηβαρέων, ὀλιγοδρανὲς ἄσθμα τιταίνων,
ἀφρὸν ἀκοντίζων χιονώδεα, μάρτυρα λύσσης.
καὶ φθονερῆς ἤλεγξε δόλον δυσμήχανον Ἥρης,
καὶ δολίην παράκοιτιν ἐμέμψατο κέντορι μύθῳ:
275 καί νύ κεν ἀχλυόεντος ὁμέστιον Ἰαπετοῖο
ὕπνον ὀμιχλήεντι κατεκλήισσε βερέθρῳ,
εἰ μὴ Νὺξ ἱκέτευε, θεῶν δμήτειρα καὶ ἀνδρῶν.
καὶ μόγις εὐνήσας ὀλοὸν χόλον ἴαχεν Ἥρῃ:
‘οὔ πω ἐμῆς Σεμέλης ἐκορέσσαο, δύσμαχος Ἥρη,
280 ἀλλ᾽ ἔτι καὶ φθιμένῃ τάχα χώεαι; οὐδὲ καὶ αὐτὴ
σὸν κότον ἐπρήυνεν ἀτέρμονα νυμφιδίη φλόξ,
λέκτρα διασκεδάσασα Διοβλήτοιο Θυώνης;
Ἰνδοφόνῳ τέο μέχρις ἐπιβρίθεις Διονύσῳ;
ἅζεο σοὺς προτέρους πάλιν ἄκμονας: εἰσέτι κεῖνοι,
285 εἰσέτι μοι παρέασιν ἀρηγόνες, οὓς ποσὶ δήσας
ὑμετέροις ἔσφιγξα: σὺ δ᾽ ἄστατος ὑψόθι γαίης
αἰθέρι καὶ νεφέλῃσι μετάρσιον εἶχες ἀνάγκην:
καὶ θρασὺς ἐν νεφέλῃσι περίπλοκον ὑψόθι γαίης
δέσμιον εἶδεν Ἄρης σε, καὶ οὐ χραίσμησε τεκούσῃ:
290 οὐ πυρόεις Ἥφαιστος ἐπήρκεσεν: οὐ δύναται γὰρ
τλήμεναι αἰθαλόεντος ἕνα σπινθῆρα κεραυνοῦ.
δήσω σὰς παλάμας χρυσέῳ πάλιν ἠθάδι δεσμῷ:
Ἄρεα δ᾽ ἀρραγέεσσιν ἀλυκτοπέδῃσι πεδήσω
295 εἰς τροχὸν αὐτοκύλιστον ὁμόδρομον, οἷος ἀλήτης
Τάνταλος ἠερόφοιτος ἤ Ἰξίων μετανάστης:
καί μιν ἀναλθήτοισιν ὅλον πληγῇσιν ἱμάσσω,
εἰσόκε νικήσειεν ἐμὸς πάις υἱέας Ἰνδῶν.
ἀλλὰ τεῷ Κρονίωνι χαρίζεαι, αἴ κεν ἐλάσσῃς
λύσσαν ἐριπτοίητον ἱμασσομένου Διονύσου,
300 μηδὲ λίπῃς κοτέοντα τεὸν πόσιν, ἀλλὰ μολοῦσα
Ἰνδῴης ἀκίχητος ὑπὸ κλέτας εὔβοτον ὕλης
Βάκχῳ μαζὸν ὄρεξον ἐμὴν μετὰ μητέρα Ῥείην,
ὄφρα τελειοτέροισιν ἑοῖς στομάτεσσιν ἀρύσσῃ
σὴν ἱερὴν ῥαθάμιγγα προηγήτειραν Ὀλύμπου,
305 καὶ βατὸν αἰθέρα τεῦξον ἐπιχθονίῳ Διονύσῳ:
ὑμετέρῳ δὲ γάλακτι δέμας χρίσασα Λυαίου
σβέσσον ἀμερσινόοιο δυσειδέα λύματα νούσου.
καί σοι ἐπεντύνω γέρας ἄξιον: ὑμετέρῃ γὰρ
στηρίξω κατ᾽ Ὄλυμπον ἐοικότα κύκλον ἐέρσῃ,
310 Ἡραίοιο γάλακτος ἐπώνυμον, ὄφρα γεραίρω
ἰκμάδα πασιμέλουσαν ἀλεξικάκου σέο μαζοῦ:
μοῦνον ἐμοί πεφύλαξο Διὸς φιλότεκνον ἀπειλήν,
μηδέ πάλιν δόλον ἄλλον ἐπεντύνῃς Διονύσω.’
ὣς εἰπὼν προέηκε παλίγκοτον εὐνέτιν Ἥρην
315 Βακχείης κακότητος ἀλεξήτειραν ἀνάγκῃ,
ἵλαον εὐάντητον ἀτυζομένῳ Διονύσῳ,
ὄφρα δέμας Βρομίοιο γαλαξαίῃσιν ἐέρσαις
χειρὶ περιχρίσειε θεοτρεφέων ἀπὸ μαζῶν.
Ἥρη δ᾽ οὐκ ἀμέλησεν: ἀκεσσιπόνοιο δὲ θηλῆς
320 θεσπεσίῃ ῥαθάμιγγι δέμας χρίσασα Λυαίου
ἄγρια δαιμονίης ἀπεσείσατο λύματα λύσσης:
καὶ δίδυμον φθόνον εἶχεν ὑποκλέπτοντι προσώπῳ
ἠνορέην ὁρόωσα καὶ ἀγλαΐην Διονύσου,
καὶ φθονεραῖς παλάμῃσι μεμηνότος ἥψατο Βάκχου:
325 ἀμφί δέ οἱ στομάτεσσιν ἀνειρύσσασα χιτῶνος
ἀμβροσίης πλήθουσαν ἑὴν γυμνώσατο θηλήν,
θλιβομένην βλύζουσα χύσιν ζηλήμονι μαζῷ:
καί μιν ἀνεζώγρησε: τανυπλοκάμου δὲ Λυαίου
ὄμμασι μηκεδανοῖσι τόσην διεμέτρεεν ἥβην,
330 εἴ ποτε τηλίκον εἶδος ἐπιχθονίη τέκε γαστήρ,
εἰ τόσος ἦεν Ἄρης ἐγχεσπάλος, εἰ τόσος Ἑρμῆς,
εἰ Φαέθων πέλε τοῖον ἢ ἱμερόφωνος Ἀπόλλων:
καί μιν ἔχειν μενέαινεν ἐν αἰθέρι νυμφίον Ἥβης,
εἰ μή οἱ κατένευσε μετὰ χρόνον ὑψιμέδων Ζεὺς
335 μόρσιμον Ἡρακλῆα δυωδεκάεθλον ἀκοίτην.
ἡ μὲν ἀλεξήσασα πόνον μανιώδεα Βάκχου
ὑψιφανὴς ἀνέβαινε τὸ δεύτερον εἰς χορὸν ἄστρων,
μὴ στρατιὴν ἀσίδηρον ἐσαθρήσῃ Διονύσου
μαρναμένην νάρθηκι καὶ ἀμπελόεντι κορύμβῳ,
340 καὶ προμάχους κταμένους ὀλίγῳ ῥηξήνορι θύρσῳ.
οὐδὲ μάχης ἀμέλησε Διὸς πάις, ἀλλὰ μαχητὰς
θωρήξας παλίνορσος ἀγέστρατον ἴαχε φωνήν,
χειρὶ Γιγαντοφόνῳ ταμεσίχροα κισσὸν ἐλίσσων:
‘θαρσαλέοι μάρνασθε τὸ δεύτερον: ὲν πολ
έμοις γὰρ
345 Ζεὺς πάλιν ἡμείων πρόμος ἵσταται, υἱέι Βάκχῳ
ἴλαος, οὐρανόθεν δὲ προασπίζων Διονύσου
ἀθανάτων χορὸς ἦλθε, καὶ οὐκέτι χώεται Ἥρη.
τίς στεροπῇ Κρονίδαο μαχέσσεται; ἢ πότε δειλοὶ
δυσμενέες μίμνουσι κορυσσομένοιο κεραυνοῦ;
350 ἶσος ἐμῷ γενετῆρι φανήσομαι: ἐν πολέμοις γὰρ
γηγενέας Τιτῆνας ἐμὸς νίκησε Κρονίων,
νικήσω καὶ ἔγωγε χαμαιγενέων γένος Ἰνδῶν.
σήμερον ἀθρήσητε κορυμβοφόρον μετὰ νίκην
Δηριάδην ἱκέτην βραδυπειθέα, καὶ χορὸν Ἰνδῶν
355 αὐχένα δοχμώσαντα γαληναίῳ Διονύσῳ.
καὶ ποταμὸν μεθέποντα μεθυσφαλὲς Εὔιον ὕδωρ:
ἀντιβίους δ᾽ ὄψεσθε παρὰ κρητῆρι Λυαίου
ξανθὸν ὕδωρ πίνοντας ἀπ᾽ οἰνοπόρου ποταμοῖο,
καὶ θρασὺν Ἰνδὸν ἄνακτα, κατάσχετον οἴνοπι κισσῷ,
360 ἰλλόμενον πετάλοισι καὶ ἀμπελόεντι κορύμβῳ,
εἴκελα δεσμὰ φέροντα, τά περ μετὰ κύματα λύσσης
Νυσιάδες βοόωσι θεουδέες εἰσέτι Νύμφαι,
ἀλκῆς ἡμετέρης ἐπιμάρτυρες, ὁππότε κισσοῦ
ἀγχονίῳ σφίγξασα θεημάχον ἀνέρα δεσμῷ
365 Ἀρραβίην ἐφόβησεν ἐμὴ θρασυεργὸς ὀπώρη,
ἅμματι βοτρυόεντι βιαζομένου Λυκοόργου.
ἀλλὰ τόσου μετὰ κύκλα κυλινδομένοιο κυδοιμοῦ
ληίδα δυσμενέων συλήσατε καὶ κτέρας ἅλμης,
μαρμαρέας λάιγγας, ἐμὴν δ᾽ ἐπὶ μητέρα Ῥείην
370 ἑλκομένας πλοκάμοιο μεταστήσασθε γυναῖκας:
καὶ προμάχους τίσασθε δεδουπότας, ὧν ἐπὶ πότμῳ
τείρομαι ὀξείῃσι μεληδόσιν: ἐν κραδίῃ δὲ
ἀμφότερον κοτέω τε καὶ ἄχνυμαι, ὅττι δοκεύω
Δηριάδην ζώοντα καὶ ἀκτερέιστον Ὀφέλτην,
375 μεμφόμενον μετὰ πότμον ἀεργέα χεῖρα Λυαίου:
οὐκέτι Κωδώνη θωρήσσεται, οὐκέτι δειλὴ
μάρναται Ἀλκιμάχεια δορυσσόος: ἀλλὰ καὶ αὐτὸς
Αἰβίαλος δέδμητο, καὶ εἰσέτι θύρσον ἐρύκω.
αἰδέομαι μετὰ δῆριν Ἀρέστορα, μὴ καὶ ἀκούσῃ,
380 ὅττι θανὼν οὐχ εὗρεν ἀρηγόνα νεκρὸς Ὀφέλτης:
οὐ δύναμαι Κρήτης Κορυβαντίδος ἄστυ περῆσαι,
μὴ γενέτης Ἀγέλαος ὀλωλότα παῖδα γοήσῃ,
Ἀνθέος ὀλλυμένοιο φόνον νήποινον ἀκούων:
αἰδέομαι Μίνωι φανήμεναι: ἐν κλισίῃ γὰρ
385 Ἀστέριος μογέει βεβολημένος, ὃν πλέον ἄλλων
ῥύσομαι: Εὐρώπης γάρ ἔχεε γένος: ἀλλὰ σαώσας
νόστιμον ἀρτεμέοντα πάλιν γενετῆρι κομίσσω
πηὸν ἐμὸν μετὰ δῆριν, ὅπως μὴ Κάδμος ἀκούσῃ
Ἀστέριον χατέοντα λιποπτολέμου Διονύσου.
390 ἀλλὰ πάλιν μάρνασθε, καὶ εἰν ἑνὶ πᾶσιν ἀρήξω,
τοσσατίων ἕνα μοῦνον ἀποκτείνας ὀλετῆρα.’
BOOK 36
ἐν δὲ τριηκοστῷ ἕκτῳ μετὰ λύματα λύσσης
Βάκχος Δηριαδῆι κορύσσεται εἶδος ἀμείβων.
ὣς φάμενος θάρσυνε γεγηθότας ἡγεμονῆας:
Δηριάδης δ᾽ ἑτέρωθεν ἑοὺς ἐκόρυσσε μαχητάς.
ἀμφοτέρῃ δὲ φάλαγγι θεοὶ ναετῆρες Ὀλύμπου
κεκριμένοι στέλλοντο κυβερνητῆρες Ἐνυοῦς,
5 οἱ μὲν Δηριαδῆος ἀρηγόνες, οἱ δὲ Λυαίου.
Ζεὺς μὲν ἄναξ μακάρων ὑψίζυγος ὑψόθι Κέρνης
Ἄρεος εἶχε τάλαντα παρακλιδόν: οὐρανόθεν δὲ
ἔμπυρον ὑδατόεις προκαλίζετο κυανοχαίτης
ἠέλιον, γλαυκῶπιν Ἄρης, Ἥφαιστος Ὑδάσπην:
10 Ἥρης δ᾽ ἀντικέλευθος ὀρεστιὰς Ἄρτεμις ἔστη:
Λητῴην δ᾽ ἐπὶ δῆριν ἐύρραπις ἤλυθεν Ἑρμῆς.
καὶ ζαθέου πολέμου διδυμόκτυπος ἔβρεμεν ἠχὼ
ἀμφοτέροις μακάρεσσιν, ἐπεσσυμένων δὲ κυδοιμῷ
Ἄρης ἑπταπέλεθρος ἐμάρνατο Τριτογενείῃ,
15 καἰ δόρυ θοῦρον ἴαλλεν: ἀνουτήτου δὲ θεαίνης
μέσσην αἰγίδα τύψεν, ἀθηήτου δὲ καρήνου
ἤλασε Γοργείης ὀφιώδεα λήια χαίτης,
Παλλάδος οὐτήσας λάσιον σάκος: ὀξυτενὴς δὲ
πεμπομένη ῥοιζηδὸν ἀκαμπέος ἔγχεος αἰχμὴ
20 ποιητὴν πλοκαμῖδα νόθης ἐχάραξε Μεδούσης.
κούρη δ᾽ ἐγρεκύδοιμος ἐπαΐξασα καὶ αὐτὴ
σύγγονον ἔγχος ἄειρεν ἐπ᾽ Ἄρεϊ Παλλὰς ἀμήτωρ,
κεῖνο, τό περ φορέουσα λεχώιον ἥλικι χαλκῷ
ἄνθορε πατρῴοιο τελεσσιγόνοιο καρήνου.
25 καὶ δαπέδῳ γόνυ κάμψε τυπεὶς περιμήκετος Ἄρης:
ἀλλά μιν ὀρθώσασα παλινδίνητον Ἀθήνη
μητρὶ φίλῃ μετὰ δῆριν ἀνούτατον ὤπασεν Ἥρῃ.
Ἥρῃ δ᾽ ἀντερίδαινεν ὀρεσσινόμου Διονύσου
Αρτεμις ὡς συνάεθλος ὀρεστιάς, ἰθυτενὲς δὲ
30 τόξον ἑὸν κύκλωσεν: ὁμοζήλῳ δὲ κυδοιμῷ
Ηρη Ζηνὸς ἑλοῦσα νέφος πεπυκασμένον ὤμοις
ἀρραγὲς ὡς σάκος εἶχε: καὶ Ἄρτεμις ἄλλον ἐπ᾽ ἄλλῳ
ἠερίης πέμπουσα δι᾽ ἄντυγος ἰὸν ἀλήτην
εἰς σκοπὸν ἀχρήιστον ἑὴν ἐκένωσε φαρέτρην,
35 καὶ νεφέλην ἄρρηκτον ὅλην ἐπύκαζεν ὀιστοῖς:
καὶ γεράνων μιμηλὸς ἔην τύπος ἠεροφοίτης
ἱπταμένων στεφανηδὸν ἀμοιβαίῳ τινὶ κύκλῳ:
καὶ νέφεϊ σκιόεντι πεπηγότες ἦσαν ὀιστοί:
ὠ
τειλὰς δ᾽ ἀχάρακτος ἀναίμονας εἶχε καλύπτρη.
40 καὶ κραναὸν κούφισσεν ὑπηνέμιον βέλος Ἥρη,
χειρὶ δὲ δινεύουσα πεπηγότα νῶτα χαλάζης
Αρτεμιν ἐστυφέλιξε χαραδρήεντι βελέμνῳ:
τόξου δ᾽ ἀγκύλα κύκλα συνέθλασε μάρμαρος αἰχμή:
οὐ δὲ μάχην ἀνέκοψε Διὸς δάμαρ: Ἀρτέμιδος δὲ
45 στήθεος ἄκρον ἔτυψε μεσαίτατον: ἡ δὲ τυπεῖσα
ἔγχεϊ παχνήεντι χαμαὶ κατέχευε φαρέτρην.
καί οἱ ἐπεγγελόωσα Διὸς μυθήσατο νύμφη:
‘Ἄρτεμι, θηρία βάλλε: τί μείζοσιν ἀντιφερίζεις;
καὶ σκοπέλων ἐπίβηθι: τί σοὶ μόθος; οὐτιδανὰς δὲ
50 ἐνδρομίδας φορέουσα λίπε κνημῖδας Ἀθήνῃ:
καὶ λίνα σεῖο τίνασσε δολοπλόκα: θηροφόνοι γὰρ
σοὶ κύνες ἀγρώσσουσι, καὶ οὐ πτερόεντες ὀιστοί:
οὐ σὺ λεοντοφόνον μεθέπεις βέλος: ἀδρανέων γὰρ
σῶν καμάτων ἱδρῶτες ἀνάλκιδές εἰσι λαγωοί:
55 σῶν δ᾽ ἐλάφων ἀλέγιζε καὶ εὐκεράου σέο δίφρου,
δῶν ἐλάφων ἀλέγιζε: τί σοὶ Διὸς υἷα γεραίρειν
πορδαλίων ἐλατῆρα καὶ ἡνιοχῆα λεόντων;
ἢν δ᾽ ἐθέλῃς, ἔχε τόξον, Ἔρως ὅτι τόξα τιταίνει:
παρθενικὴ φυγόδεμνε μογοστόκε, πορθμὸν Ἐρώτων
60 κεστὸν ἔχειν ὤφελλες ἀοσσητῆρα λοχείης,
σὺν Παφίῃ, σὺν Ἔρωτι: σὺ γὰρ κρατέεις τοκετοῖο.
ἀλλά, τελεσσιγόνοιο κυβερνήτειρα γενέθλης,
ἔρχεο παιδοτόκων ἐπὶ παστάδα θηλυτεράων,
καὶ λοχίοις βελέεσσιν ὀιστεύουσα γυναῖκας
65 εἴκελος ἔσσο λέοντι λεχωίδος ἐγγύθι νύμφης,