Book Read Free

Works of Nonnus

Page 135

by Nonnus


  Καυκασίδες: βάκχαι δὲ φιλοπτόρθων ἀπὸ χειρῶν

  φυλλάδας αἰχμάζουσι, καὶ οὐ χατέουσι σιδήρου.

  ὤμοι Δηριάδαο μεμηνότος, ὅττι γυναῖκες

  270 χαλκείους ὀνύχεσσι διασχίζουσι χιτῶνας.’

  ἔννεπε θαμβήσας κραναὸν βέλος, οἷον ἑλοῦσα

  τηλίκον ὑψικάρηνον ἀπέκτανεν ἀνέρα Βάκχη.

  Δηριάδης δ᾽ ἀκίχητος ἐπέδραμε θυιάσι Βάκχαις,

  καὶ Χαρόπην ἐδίωκε λιθοσσόον: ἡ δὲ φυγοῦσα

  275 μάρνατο θαρσήεσσα παρισταμένη Διονύσῳ,

  θύρσον ἀκοντίζουσα φιλάνθεμον Εὐάδι χάρμῃ.

  Δηριάδης δ᾽ Ὀρίθαλλον ἀπηλοίησε σιδήρῳ,

  Κουρήτων ὁμόφυλον, Ἀβαντίδος ἀστὸν ἀρούρης.

  καὶ κοτέων ἑτάροιο δεδουπότος ἀρχὸς Ἀβάντων

  280 Καρμίνων βασιλῆα κατεπρήνιξε Μελισσεύς,

  Κύλλαρον, ὀξυόεντι κατ᾽ αὐχένος ἄορι τύψας,

  Λωγασίδην θ᾽, ὃς μοῦνος, ἐπεὶ σοφὸς ἔσκε μαχητής,

  Δηριάδῃ μεμέλητο δοριθρασέων πλέον Ἰνδῶν

  καί μιν ἄναξ φιλέει μετὰ Μορρέα: πολλάκι δ᾽ αὐτῇ

  285 Ὀρσιβόῃ καὶ ἄνακτι μιῆς ἔψαυσε τραπέζης,

  θυγατέρων βασιλῆος ὁμέστιος: ἀμφοτέροις γὰρ

  ἔγχεϊ καὶ πραπίδεσσιν ὑπέρβαλε σύντροφον ἥβην.

  ἔνθα πολὺς προμάχῳ πρόμος ἤρισεν: ὑψιφανὴς δὲ

  Πευκετίῳ πολέμιζεν ἀερσιπόδης Ἁλιμήδης,

  290 καὶ Φλογίῳ κεκόρυστο Μάρων καὶ Θουρέι Ληνεύς.

  ὑσμίνης δὲ τάλαντα πατὴρ ἔκλινε Κρονίων:

  καὶ βριαρῷ Διόνυσος ἐμάρνατο Δηριαδῆι,

  μίξας ἔγχεϊ θύρσον: ἀκοντοφόρῳ δὲ μαχητῇ

  πῇ μὲν ἀκοντίζοντι μετάτροπον εἶδος ἀμείβων

  295 δύσατο παντοίης πολυδαίδαλα φάσματα μορφῆς:

  πῇ δὲ θυελλήεσσα κορύσσετο μαινομένη φλόξ,

  ἀγκύλον αἰθύσσουσα σέλας βητάρμονι καπνῷ.

  ἄλλοτε κυμαίνων ἀπατήλιον ἔρρεεν ὕδωρ,

  ὑγρὸς ὀιστεύων διερὸν βέλος: ἀμφιέπων δὲ

  300 ἰσοφυὲς μίμημα λεοντείοιο προσώπου

  ὄρθιον ἠέρταζε μετάρσιον ἀνθερεῶνα,

  τρηχαλέον βρύχημα χέων πυκινότριχι λαιμῷ

  καὶ κέλαδον βρονταῖον ἐρισμαράγοιο τοκῆος:

  καὶ σκιερῆς φορέων πολυδαίδαλον εἶδος ὀπώρης

  305 ἀλλοφανὴς μορφοῦτο, καὶ εἴκελος ἔρνεϊ γαίης

  αὐτοτελὴς ἀκίχητος ἀνέδραμεν, αἰθέρα τύπτων,

  ὡς πίτυς, ὡς πλατάνιστος: ἀμειβομένου δὲ καρήνου

  μιμηλοῖς πετάλοισι νόθην δενδρώσατο χαίτην,

  γαστέρα θάμνον ἔχων περιμήκετον: ἀκρεμόνας δὲ

  310 χεῖρας ἑὰς ποίησε, καὶ ἐφλοίωσε χιτῶνας,

  καὶ πόδας ἐρρίζωσεν: ἀνακρούων δὲ κεραίαις

  μαρναμένου βασιλῆος ἐπεψιθύριζε προσώπῳ:

  καὶ στικτοῖς μελέεσσι τύπον μιμηλὸν ὑφαίνων

  πόρδαλις ὑψιπότητος ἀνέδραμεν ἅλματι ταρσῶν,

  315 καὶ λοφιῆς ἐπέβαινεν ἀερσιλόφων ἐλεφάντων

  κοῦφα βιβάς: ἐλέφας δὲ παρήορος ἅρμα τινάσσων

  εἰς πέδον ἠκόντιζε θεημάχον ἡνιοχῆα,

  σείων φαιδρὰ λέπαδνα καὶ ἀγκύλα κύκλα χαλινῶν.

  οὐδὲ πεσὼν ἀμέλησε πέλωρ πρόμος, ἀλλὰ Λυαίῳ

  320 μάρνατο μορφωθέντι καὶ οὔτασε πόρδαλιν αἰχμῇ.

  ἀλλὰ πάλιν μετάμειψε θεὸς δέμας: ὑψιφανὴς γάρ,

  ἠέρα θερμαίνων, ἐλελίζετο πυρσὸς ἀλήτης,

  αἰθύσσων ἀνέμοις φλογόεν βέλος, ἀμφὶ δὲ μαζοὺς

  στήθεα λαχνήεντα διέτρεχε Δηριαδῆος

  325 κυκλόθεν: ὑψιπόρου δὲ δεδεγμένος ἅλματα καπνοῦ

  ἀργενναῖς λαγόνεσσιν Ἄραψ ἐμελαίνετο θώρηξ,

  βαλλόμενος σπινθῆρι: πυριβλήτου δὲ φορῆος

  ἡμιδαὴς ζείοντι λόφῳ θερμαίνετο πήληξ ...

  ἐκ βλοσυροῦ δὲ λέοντος ἐφαίνετο κάπρος ἀλήτης,

  330 εὐρύνων μέγα χάσμα δασύτριχος ἀνθερεῶνος,

  καὶ λοφιὴν πελάσας ἐπὶ γαστέρι Δηριαδῆος

  ὀρθὸς ὀπισθιδίοιο ποδὸς στηρίζετο παλμῷ,

  θηγαλέοις ὀνύχεσσι μέσον κενεῶνα χαράσσων.

  Δηριάδης δ᾽ ὑπέροπλος ἐμάρνατο φάσματι κωφῷ,

  335 ἐλπίδι μαψιδίῃ πεφορημένος: ἤθελε δ᾽ αἰεὶ

  ἀψαύστοις ἀκίχητον ἑλεῖν εἴδωλον ἀγοστοῖς:

  ἀντιτύπου δὲ λέοντος ἑὸν δόρυ πῆξε μετώπῳ,

  μῦθον ἀπειλητῆρα χέων πολυειδέι Βάκχῳ:

  ‘Τί πτώσσεις, Διόνυσε; τί σοι δόλος ἀντὶ κυδοιμοῦ;

  340 Δηριάδην τρομέων πολυδαίδαλον εἶδος ἀμείβεις;

  πόρδαλις οὐ κλονέει με φυγοπτολέμου Διονύσου,

  ἄρκτον ὀιστεύω, καὶ δένδρεον ἄορι τέμνω:

  ψευδομένου δὲ λέοντος ἐγὼ κενεῶνα χαράξω.

  ἀλλὰ σοφοὺς Βραχμῆνας ἀτευχέας εἰς σὲ κορύσσω:

  345 γυμνοὶ γὰρ γεγάασι, θεοκλήτοις δ᾽ ἐπαοιδαῖς

  πολλάκις ἠερόφοιτον, ὁμοίιον ἄζυγι ταύρῳ,

  οὐρανόθεν κατάγοντες ἐφαρμάξαντο Σελήνην,

  πολλάκι δ᾽ ἱππεύοντος ἐπειγομένων ἐπὶ δίφρων

  ἀσταθέος Φαέθοντος ἀνεστήσαντο πορείην.’

  350 ἔννεπε παπταίνων ἑτερότροπα φάσματα Βάκχου:

  καὶ νόον εἶχεν ἄπιστον: ἀκηλήτῳ δὲ μενοινῇ

  τέχνην φαρμακόεσσαν ἐπιρράψας Διονύσῳ

  ἔλπετο νικήσειν Διὸς υἱέα μύστιδι τέχνῃ.

  ἔν
θα θορὼν ἀκίχητος ἀνέδραμεν ὑψόθι δίφρων:

  355 καὶ θεὸς ἀφραίνοντα θεημάχον ἄνδρα δοκεύων

  ἄμπελον ἐβλάστησεν ἀρηγόνα δηιοτῆτος.

  καί τις ἐυσταφύλοιο θεήλατος οἰνάδος ὄρπηξ

  ἑρπύζων κατὰ βαιὸν ἐς ἀργυρόκυκλον ἀπήνην

  Δηριάδην ἔσφιγξεν ἀπειλητῆρι κορύμβῳ,

  360 ἀμφιπεριπλέγδην πεπεδημένον: ἀρτιθαλῆ δὲ

  σύμφυτον αἰθύσσων ἐπὶ βότρυϊ βότρυν ἀλήτην

  μαινομένου βασιλῆος ἐπισκιόωντα προσώπῳ

  σείετο μιτρώσας ὅλον ἀνέρα: Δηριάδην δὲ

  αὐτοφυὴς ἐμέθυσσεν ἕλιξ εὐώδεϊ καρπῷ:

  365 γυιοπέδην δ᾽ ἀσίδηρον ἐπέπλεκε δίζυγι ταρσῷ,

  καὶ πόδας ἐρρίζωσεν ὁμοζυγέων ἐλεφάντων ...

  ἀρραγέος κισσοῖο: καὶ οὐ τόσον ὁλκάδα πόντου

  θηκτὰ περιπλεκέων ἐχενηίδος ἄκρα γενείων

  δεσμῷ καρχαρόδοντι διεστήριξε θαλάσσῃ:

  370 τοῖον ἔην μίμημα. μάτην δ᾽ ἐλέφαντας ἐπείγων

  ἡνίοχος βαρύδουπον ἑὴν ἐλέλιζεν ἱμάσθλην,

  κέντροις ὀξυτέροισιν ἀπειθέα νῶτα χαράσσων.

  καὶ τόσον Ἰνδὸν ἄνακτα, τὸν οὐ κτάνεν ἄσπετος αἰχμή,

  ἀμπελόεις νίκησεν ἕλιξ πρόμος: ἀμφιέπων δὲ

  375 ἡμερίδων ὄρπηκι κατάσχετον ἀνθερεῶνα

  πνίγετο Δηριάδης σκολιῷ τεθλιμμένος ὁλκῷ.

  καὶ μογέων ἀτίνακτος ἐλίσσετο μαινάδι φωνῇ,

  λεπτὸν ἔχων ὀλόλυγμα θεουδέος ἀνθερεῶνος,

  νεύμασιν ἀφθόγγοις ἱκετήσια δάκρυα λείβων:

  380 καὶ παλάμην ὤρεξεν ἀναυδέα, μάρτυρι σιγῇ

  μόχθον ὅλον βοόων: τὸ δὲ δάκρυον ἔπλετο φωνή.

  καὶ σκεδάσας Διόνυσος ἑὴν πολύδεσμον ὀπώρην

  γυιοπέδην εὔβοτρυν ἀνέσπασε Δηριαδῆος,

  καὶ στέφος ἡμερίδων ἑλικώδεα κισσὸν ἐλάσσας

  385 δέσμιον αὐχένα λῦσεν ὁμοπλεκέων ἐλεφάντων.

  οὐ δὲ φυγὼν δρυόεντα τανυπτόρθοιο κορύμβου

  δεσμὸν ἀπειλητῆρα καὶ αὐτοέλικτον ἀνάγκην

  Δηριάδης ἀπέειπεν ἐθήμονα κόμπον ἀπειλῆς,

  ἀλλὰ πάλιν πρόμος ἔσκε θεημάχος: εἶχε δὲ βουλὴν

  390 διχθαδίην, ἢ Βάκχον ἑλεῖν ἢ δμῶα τελέσσαι.

  ἀμφοτέρους δ᾽ ἀνέκοψε μάχης ἀμφίδρομος ὀρφνή.

  καὶ μόθος ἦν μετὰ νύκτα, καὶ ὑπναλέων ἀπὸ λέκτρων

  ἐγρομένους θώρηξεν ἀμοιβαίη πάλιν Ἠώς.

  οὐδὲ μόθων τέλος ἦεν ἐπειγομένῳ Διονύσῳ,

  395 ἀλλὰ τόσων μετὰ κύκλα κυλινδομένων ἐνιαυτῶν

  ῥυθμὸν Ἐνυαλίοιο μάτην ἐπεβόμβεε σάλπιγξ.

  ἤδη δ᾽ ἐγρεμόθων ἐτέων πολυκαμπέι νύσσῃ

  Βακχιὰς ὀψιτέλεστος ἐμαίνετο μᾶλλον Ἐνυώ.

  οὐ μὲν ἀφειδήσαντες Ἀρειμανέος Διονύσου

  400 κάλλιπον ἀμνήστοισι μεμηλότα μῦθον ἀήταις

  Δικταῖοι Ῥαδαμᾶνες ὁμόφρονες: ἀλλὰ Λυαίῳ

  νῆας ἐτεχνήσαντο μαχήμονας: ἀμφὶ δὲ λόχμας

  ποίπνυον ἄλλοθεν ἄλλος: ὁ μὲν τορνώσατο γόμφους,

  ὃς δὲ μέσην πεπόνητο περὶ τρόπιν, ἴκρια δ᾽ ἄλλος

  405 ὀρθὰ περὶ σταμίνεσσιν ἀμοιβαίῃσιν ὑφαίνων

  ὁλκάδα τοῖχον ἔτευχεν, ἐπηγκενίδας δὲ συνάπτων

  μηκεδανὰς κατέπηξε, βαθυνομένῃ δὲ μεσόδμῃ

  μεσσοφανῆ μέσον ἱστὸν Ἄραψ ὠρθώσατο τέκτων

  λαίφεϊ πεπταμένῳ πεφυλαγμένον: αὐτὰρ ἐπ᾽ ἄκρῳ

  410 δουρατέην ἐπίκυρτον ἐτορνώσαντο κεραίην

  ἴδμονες εὐπαλάμοιο καὶ Ἡφαίστου καὶ Ἀθήνης.

  ὣς οἱ μὲν μογέοντες ἀμιμήτῳ τινὶ τέχνῃ

  Βάκχῳ νῆας ἔτευχον. ἐπασχαλόων δὲ κυδοιμῷ

  μαντοσύνης Διόνυσος ἑῆς ἐμνήσατο Ῥείης,

  415 ὅττι τέλος πολέμοιο φανήσεται, ὁππότε Βάκχοι

  εἰναλίην Ἰνδοῖσιν ἀναστήσωσιν Ἐνυώ.

  καὶ Λύκος ἀκροτάτοιο δι᾽ οἴδματος ἡγεμονεύων,

  νεύμασιν ἀτρέπτοισιν ὑποδρήσσων Διονύσου,

  ἄβροχον ἡνιόχευεν ὁδοιπόρον ἅρμα θαλάσσης,

  420 ἧχι σοφοὶ Ῥαδαμᾶνες, ἁλιπλανέες μετανάσται,

  νῆας ἐτεχνήσαντο θαλασσοπόρῳ Διονύσῳ.

  καὶ τότε τετραπόροιο χρόνου στροφάλιγγα κυλίνδων,

  ἱππεύων ἔτος ἕκτον, ἑλίσσετο καμπύλος Αἰών ...

  εἰς ἀγορὴν ἐκάλεσσε μελαρρίνων γένος Ἰνδῶν

  425 Δηριάδης σκηπτοῦχος: ἐπειγομένῳ δὲ πεδίλῳ

  λαὸν ἀολλίζων ἑτερόθροος ἤιε κῆρυξ.

  αὐτίκα δ᾽ ἠγερέθοντο πολυσπερέων στίχες Ἰνδῶν,

  ἑζόμενοι στοιχηδὸν ἀμοιβαίων ἐπὶ βάθρων:

  λαοῖς δ᾽ ἀγρομένοισιν ἄναξ ἀγορήσατο Μορρεύς:

  430 ‘Ἴστε, φίλοι, τάχα πάντες, ἅ περ κάμον ὑψόθι πύργων,

  εἰσόκε γαῖα Κίλισσα καὶ Ἀσσυρίων γένος ἀνδρῶν

  αὐχένα δοῦλον ἔκαμψεν ὑπὸ ζυγὰ Δηριαδῆος:

  ἴστε καί, ὅσσα τέλεσσα καταιχμάζων Διονύσου,

  μαρνάμενος Σατύροισι καὶ ἀμητῆρι σιδήρῳ

  435 τέμνων ἐχθρὰ κάρηνα βοοκραίροιο γενέθλης,

  ὁππότε Βασσαρίδων πεπεδημένον ἑσμὸν ἐρύσσας

  ὤπασα Δηριάδῃ, πολέμου γέρας, ὧν ὑπὸ λύθρῳ

  ἄστεος εὐλάιγγες ἐφοινίχθησαν ἀγυιαὶ

  κτεινομένων: ἕτεραι δὲ μετάρσιον ἀμφὶ χορείην

  440 ἀγχονίῳ θλίβοντο περίπλοκον αὐχένα δεσμῷ:

 
; ἄλλαι δ᾽ ὑδατόεντος ἐπειρήθησαν ὀλέθρου,

  κρυπτόμεναι κευθμῶνι πεδοσκαφέος κενεῶνος.

  ἀλλὰ πάλιν ναέτῃσιν ἀρείονα μῆτιν ὑφαίνω:

  εἰσαΐω Ῥαδαμᾶνας, ὅτι δρυτόμῳ τινὶ τέχνῃ

  445 νῆας ἐτεχνήσαντο φυγοπτολέμῳ Διονύσῳ:

  ἔμπης οὐ τρομέω δόρυ ναύμαχον: ἐν πολέμοις γὰρ

  ἄνδρα φερεσσακέων κεκορυθμένον ὑψόφι νηῶν

  οὐτιδανοῖς πετάλοισι πότε κτείνουσι γυναῖκες;

  ἢ πότε λυσσώων ὀρεσίδρομος ὑψίκερως Πὰν

  450 θηγαλέοις ὀνύχεσσι διατμήξει νέας Ἰνδῶν;

  οὐ δύναται βαρύδουπον ὕδωρ Σειληνὸς ἀράσσων

  ἀπτολέμω νάρθηκι μαχήμονα νῆα καλύψαι,

  εἰς χορὸν αἱματόεντα θορὼν λυσσώδεϊ ταραῷ,

  κῶμον ἀνακρούων θανατηφόρον: οὐδ᾽ ἐνὶ πόντῳ

  455 ταυρείοις κεράεσσι πεπαρμένον ἄνδρα δαμάζει

  ἀγχιφανῆ μεσάτοιο διχαζομένου κενεῶνος,

  ἀλλὰ τυπεὶς προκάρηνος ἀτυμβεύτῳ τινὶ μοίρῃ

  κείσεται ἐν ῥοθίοισιν: ὀλισθήσουσι δὲ Βάκχαι

  ἔγχεσι μηκεσανοῖσι μιαιφόνον εἰς βυθὸν ἅλμης,

  460 τυπτόμεναι: καὶ νῆας ἀιστώσω Διονύσου,

  ναύμαχον εἰκοσίπηχυ δι᾽ ὁλκάδος ἔγχος ἑλίσσων.

  ἀλλά, φίλοι, μάρνασθε πεποιθότες: ἀντιβίων δὲ

  μή τις ὑποπτήσσειεν ὀπιπεύων στίχα νηῶν

  Βακχιάδων: Ἰνδοὶ γὰρ ἐθήμονές εἰσι κυδοιμοῦ

  465 κἰναλίου, καὶ μᾶλλον ἀριστεύουσι θαλάσσῃ

  ἢ χθονὶ δηριόωντες. ἀνικήτῳ δὲ σιδήρῳ

  οὐ πολέας Σατύρους ληίσσομαι, ἀλλἀ κομάων

  ἀντὶ διηκοσίων προμάχων ἕνα μοῦνον ἐρύσσω

 

‹ Prev