Works of Nonnus

Home > Other > Works of Nonnus > Page 136
Works of Nonnus Page 136

by Nonnus


  θηλυμανῆ Διόνυσον, ὀπάονα Δηριαδῆος.’

  470 ὥς εἰπὼν παρέπεισεν ἀθελγέα Δηριαδῆα

  Μορρεὺς αἰολόμητις: ἐπεφθέγξαντο δὲ λαοὶ

  μῦθον ἐπαινήσαντες: ὁμογλώσσων δ᾽ ἀπὸ λαιμῶν

  οἴσμασι κινυμένοισιν ἱσόθροος ἔβρεμεν ἠχώ.

  λῦσε δ᾽ ἄναξ ἀγορήν. Βρομίῳ δ᾽ ἐστέλλετο κῆρνξ

  475 πόντιον ὑσμίνην ἐνέπων πειθήμονι Βάκχῳ.

  ἄμφω δ᾽ εἰς ἓν ἰόντες ἐρυκομένοιο κυδοιμοῦ

  ἀμβολίην ποίησαν ἐπὶ τρία κύκλα Σελήνης,

  εἰσόκε ταρχύσωσι δαϊκταμένων στίχα νεκρῶν:

  ἦν δέ τις εἰρήνη μινυώριος Ἄρεϊ γείτων,

  480 φύλοπιν ὠδίνουσαν ἀφαπλώσασα γαλήνην.

  BOOK 37

  ἧχι τριηκοστὸν πέλεν ἕβδομον, εἵνεκα νίκης

  ἀνδράσιν ἀθλοφόροις ἐπιτύμβιοί εἰσιω ἀγῶνες.

  ὣς οἱ μὲν φιλότητι μεμηλότες ἔμφρονες Ἰνδοί,

  Βακχείην ἀνέμοισιν ἐπιτρέψαντες Ἐνυώ,

  ὄμμασιν ἀκλαύτοισιν εταρχύσαντο θανόντας,

  οἷα βίου βροτέου γαιήια δεσμὰ φυγόντας

  5 ψυχῆς πεμπομένης, ὅθεν ἤλυθε, κυκλάδι σειρῇ

  νύσσαν ἐς ἀρχαίην: στρατιὴ δ᾽ ἀμπαύετο Βάκχου.

  καὶ φιλίην Διόνυσος ἰδὼν πολέμοιο γαλήνην

  πρώιος ἡμιόνους καὶ ὁμήλυδας ἄνδρας ἐπείγων

  ἀζαλέην ἐκέλευσεν ἄγειν ὀρεσίτροφον ὕλην,

  10 ὄφρα πυρὶ φλέξειεν ὀλωλότα νεκρὸν Ὀφέλτην.

  τῶν μὲν ἔην προκέλευθος ἔσω πιτυώδεος ὕλης

  Φαῦνος ἐρημονόμῳ μεμελημένος ἠθάδι λόχμῃ,

  μητρὸς ὀρεστιάδος δεδαημένος ἔνδια Κίρκης.

  καὶ δρυτόμῳ στοιχηδὸν ἐτέμνετο δένδρα σιδήρῳ:

  15 πολλὴ μὲν πτελέη τανυήκεϊ τάμνετο χαλκῷ,

  πολλὴ δ᾽ ὑψιπέτηλος ἐπέκτυπε κοπτομένη δρῦς,

  καὶ πολλὴ τετάνυστο πίτυς, καὶ ἐκέκλιτο πεύκη

  αὐχμηροῖς πετάλοισι: πολυσπερέων δ᾽ ἀπὸ δένδρων

  τεμνομένων κατὰ βαιὸν ἐγυμνώθησαν ἐρίπναι:

  20 καί τις Ἁμαδρυάδων μετανάστιος ἔστιχε Νύμφη,

  πηγαίῃ δ᾽ ἀκίχητος ἀήθεϊ μίγνυτο κούρῃ.

  καὶ πολὺς ἐρχομένοισιν ὀρίδρομος ἤιεν ἀνήρ,

  οὔρεος οἶμον ἔχων ἑτερότροπον: ἦν δὲ νοῆσαι

  ὑψιφανῆ προβλῆτα κατήλυδα λοξὸν ὁδίτην

  25 ποσσὶ πολυπλανέεσσιν: ἐυπλέκτοιο δὲ σειρῆς

  πυκνὰ περισφίγξαντες ἀρηρότι δούρατα δεσμῷ

  οὐρήων ἐπέθηκαν ὑπὲρ ῥάχιν: ἐσσυμένων δὲ

  ἡμιόνων στοιχηδὸν ὀρίδρομος ἔκτυπεν ὁπλὴ

  σπερχομένων, καὶ νῶτα πολυψαμάθοιο κονίης

  30 συρομένων κατόπισθε φυτῶν ἐβαρύνετο φόρτῳ.

  καὶ Σάτυροι καὶ Πᾶνες ἐποίπνυον, ὧν ὁ μὲν αὐτῶν

  ὑλοτόμοις... παλάμῃσιν ἀμοιβαίων ἀπὸ δένδρων...

  φιτροὺς ἀκαμάτοισιν ἐλαφρίζοντες ἀγοστοῖς

  ποσσὶ φιλοσκάρθμοισιν ἐπεκροτάλιζον ἐρίπνῃ:

  35 καὶ τὰ μὲν ὑλονόμοι χθονὶ κάτθεσαν, ἧχι τελέσσαι

  Εὔιος ἐν δαπέδῳ σημήνατο τύμβον Ὀφέλτῃ.

  καὶ πολὺς ἑσμὸς ἔην ἑτερόπτολις: ἀμφὶ δὲ νεκρῷ

  πενθαλέην πλοκαμῖδα κατηφει τάμνε σιδήρῳ:

  ἀμφὶ δέ μιν στενάχοντες ἐπέρρεον ἄλλος ἐπ᾽ ἄλλῳ,

  40 νεκρὸν ἀμοιβαίῃσιν ὅλον σκιόωντες ἐθείραις.

  καὶ νέκυν ἔστενε Βάκχος ἀπενθήτοιο προσώπου

  ὄμμασιν ἀκλαύτοισιν, ἀκερσικόμου δὲ καρήνου

  πλοχμὸν ἕνα τηήξας ἐπεθήκατο δῶρον Ὀφέλτῃ.

  ποίησαν δὲ πυρὴν ἑκατόμπεδον ἔνθα καὶ ἔνθα

  45 Ἰδαῖοι θεράποντες ὀριτρεφέος Διονύσου:

  ἐν δὲ πυρῇ μεσάτῃ στόρεσαν νέκυν. ἀμφὶ δἐ νεκρῷ

  Ἀστέριος Δικταῖος ἐπήορον ἆορ ἐρύσσας

  Ἰνδοὺς κυανέους δυοκαίδεκα δειροτομήσας

  θῆκεν ἄγων στεφανηδὸν ἐπασσντέρῳ τινὶ κόσμῳ:

  50 ἐν δ᾽ ἐτίθει μέλιτος καὶ ἀλείφατος ἀμφιφορῆας.

  καὶ πολέες σφάζοντο βόες καὶ πώεα ποίμνης

  πρόσθε πυρῆς: κταμένων δὲ βοῶν ἐπενήνεε νεκρῷ

  σώματα κυκλωθέντα καὶ ἀρτιτόμων στίχας ἵππων,

  ὧν ἄπο δημὸν ἅπαντα λαβὼν στοιχηδὸν ἑκάστου,

  55 ἀμφὶ νέκυν στορέσας, κυκλώσατο πίονα μίτρην.

  ἔνθα πυρὸς χρέος ἔσκε: φιλοσκοπέλοιο δὲ Κίρκης

  Φαῦνος ἐρημονόμος, Τυρσηνίδος ἀστὸς ἀρούρης,

  ὡς πάις ἀγροτέρης δεδαημένος ἔργα τεκούσης,

  πυροστόκους λάιγγας, ὀρειάδος ὄργανα τέχνης,

  60 ἤγαηεν ἐκ σκοπέλοιο, καί, ὁππόθι σήματα Νίκης

  ἠερόθεν πίπτοντες ἐπιστώσαντο κεραυνοί,

  λείψανα θεσπεσίου πυρὸς ἤγαγεν, ὥς κεν ἀνάψῃ

  πυρκαϊὴν φθιμένοιο: Διοβλήτῳ δὲ θεείῳ

  ἀμφοτέρων ἔχρισε λίθων κενεῶνας ἀλείψας

  65 πυρσοτόκων: καὶ λεπτὸν Ἐρυθραίοιο κορύμβου

  κάρφος ἀποξύσας διδυμάονι μίγνυε πέτρῳ:

  τρίβων δ᾽ ἔνθα καὶ ἔνθα καὶ ἄρσενι θῆλυν ἀράσσων

  ἔγκρυφον αὐτολόχευτον ἀνείρυε λαΐνεον πῦρ,

  πυρκαϊῇ δ᾽ ὑπέθηκεν, ὅπῃ πέλεν ἀγριὰς ὕλη.

  70 οὐ δὲ πυρὴν φθιμένου περιδέδρομεν ἁπτόμενον πῦρ,

  ἀλλὰ θεὸς Φαέθοντος ἐναντίον ὄμμα τανύσσας

  ἀγχιφανὴς ἐκάλεσσεν Ἑώιον Εὖρον ἀήτην,

  πυρκαϊῆς �
��πίκουρον ἄγειν ἀντίπνοον αὔρην.

  καὶ Βρομίου καλέοντος Ἑωοδόρος ἔκλυε γείτων

  75 ἱκεσίης, καὶ γνωτὸν ἑὸν προίηκε Λυαίῳ,

  ἄσθματι πυκνοτέρῳ φλογοειδέα πυρσὸν ἀνάπτειν.

  καὶ θάλαμον ῥοδόεντα λιπὼν μητρώιον Ἠοῦς

  πυρκαϊὴν φλογόεσσαν ἀνερρίπιζεν ἀήτης

  πάννυχος, αἰθύσσων ἀνεμοτρεφὲς ἁλλόμενον πῦρ:

  80 καὶ σέλας ἠκόντιζον ἐς ὴέρα θυιάδες αὖαι,

  γείτονες Ἠελίοιο. σὺν ἀχνυμένῳ δὲ Λυαίῳ

  Ἀστέριος Δικταῖος, ὁμόγνιον αἷμα κομίςων,

  Κνώσσιον ἀμφικύπελλον ἔχων δέπας ἡδέος οἴνου

  εὐόδμου, δαπέδοιο χυτὴν ἐμέθυσσε κονίην,

  85 ψυχὴν ἠνεμόφοιτον Ἀρεστορίδαο γεραίρων.

  Ἀλλ᾽ ὅτε δὴ δροσεριῖο προάγγελος ἅρματος Ἠοῦς

  ὄρθρος ἐρευθιόων ἀμαρύσσετο νύκτα χαράσσων,

  δὴ τότε πάντες ὄρουσαν, ἀμοιβαίνῳ δὲ κυπίλλῳ

  πυρκαϊὴν ἑτάροιο κατέαβεσαν ἰκμάδι Βάκχου.

  90 καὶ βαλίαις πτερύγεσσιν ἐχάζετο θερμὸς ἀήτης

  εἰς δόμον Ἠελίοιο φαεσφόρον. Ἀστέριος δὲ

  ὀστέα συλλέξας κεκαλυμμένα δίπλακι δημῷ

  εἰς χρυσέην φιάλην κατεθήκατο λείψανα νεκροῦ.

  καὶ τροχαλοὶ Κκορύβαντες, ἐπεὶ λάχον ἔνδιον Ἴδης,

  νεκροὸν ἐταρχύσαωτο, μιῆς οἰκήτορα πάτρης,

  Κρήτης γνήσιον αἷμα, βαθυνομένων δὲ θεμέθλων

  τύμβον ἐτορνώσαωτο πεδοσκαφέος διὰ κόλπου:

  καὶ κόνιν ὀθνείην πυμάτην ἐτέχευαν Ὀφέλτῃ,

  καὶ τάφον αἰπυτέροισιν ἀνεστήσαντο δομαίοις,

  100 τοῖον ἐπιγράψαντες ἔπος νεοπενθέι τύμβῳ:

  ‘νεκρός Ἀρεστορίδης μινυώριος ἐνθάδε κεῖται,

  Κνώσσιος, Ἰνδοφόνος, Βρομίου συνάεθλος, Ὀφέλτης.’

  καὶ θεὸς ἀμπελόεις ἐπιτύμβια δῶρα κομίζων

  αὐτόθι λαὸν ἔρυκε, καὶ ἵζανεν εὐρὺν ἀγῶνα,

  105 τέρμα δρόμου τελέσας ἱππήλατον: ἐν δαπέδῳ δέ

  ὀργυίης ἰσόμετρος ἔην λίθος εὐρέι μέτρῳ,

  ἡμιτόμου κύκλοιο φέρων τύπον, εἰκόνα μήνης,

  ἀντιτύποις λαγόνεσσιν ἐύξοος, οἷον ὑφαίνων

  ἐργοπόνοις παλάμῃσι γέρων τορνώσατο τέκτων,

  110 ἔνθεον ἀσκῆσαι ποθέων βρέτας: ὃν τότε γαίῃ

  κουφίζων παλάμῃσι πέλωρ ἱδρύσατο Κύκλωψ

  νύσσης λαϊνέης ἀντίρροπν, ἶσον ἐκείνῳ

  ἀντόπορον λίθον ἄλλον ὁμόζυγον ἐν χθονἰ πήξας.

  ποικίλα δ᾽ ἦεν ἄεθλα, λέβης, τρίπος, ἀσπίδες, ἵπποι,

  115 ἄργυρος, Ἰνδὰ μέταλλα, βόες, Πακτώλιος ἰλύς.

  καὶ θεὸς ἱππήεσσιν ἀέθλια θήκατο νίκης:

  πρώτῳ μὲν θέτο τόξον Ἀμαζονίην τε φαρέτρην

  καὶ σάκος ἡμιτέλεστον Ἀρηιφίλην τε γυναῖκα,

  τήν ποτε Θερμώδοντος ὑπ᾽ ὀφρύσι πεζὸς ὁδεύων

  120 λουομένην ζώγρησε, καὶ ἤγαγεν εἰς πόλιν Ἰνδῶν:

  δευτέρῳ ἵππον ἔθηκε Βορειάδι σύνδρομον αὔρῃ,

  ξανθοφυῆ, δολιχῇσι κατάσκιον αὐχένα χαίταις,

  ἡμιτελὲς κυέουσαν ἔτι βρέφος, ἧς ἔτι φόρτῳ

  ἵππιον ὄγκον ἔχουσα γονῆς οἰδαίνετο γαστηρ:

  125 καὶ τριτάτῳ θώρηκα, καὶ ἀσπίδα θῆκε τετάρτῳ:

  τὸν μὲν ἀριστοπόνος τεχνήσατο Λήμνιος ἄκμων

  ἀσκήσας χρυσέῳ δαιδάλματι, τῆς δ᾽ ἐνὶ μέσσῳ

  ὀμφαλὸς ἀργυρέῳ τροχόεις ποικίλλετο κόσμῳ:

  πέμπτῳ δοιὰ τὰλαντα, γέρας Πακτωλίδος ὄχθης.

  130 ὀρθωθεὶς δ᾽ ἀγόρευεν ἐπισπέρχων ἐλατῆρας:

  ‘ὦ φίλοι, οὓς ἐδίδαξεν Ἄρης πολίπορθον Ἐνυώ,

  οἷς δρόμον ἱπποδύνης δωρήσατο κυανοχαίτης,

  οὐ μὲν ἐγώ καμάτων ἀδαήμονας ἄνδρας ἐπείγω,

  ἀλλὰ πόνοις βριαροῖσιν ἐθήμονας: ἡμέτεροι γὰρ

  135 παντοίαις ἀρετῇσι μεμηλότες εἰσὶ μαχηταί:

  εἰ γὰρ ἀπὸ Τμώλοιο γένος λάχε Λύδιος ἀνήρ,

  ἱππείης τελέσει Πελοπηίδος ἄξια νίκης:

  εἰ δὲ πέδον Πισαῖον ἔχει μαιήιον ἵππων

  Ἤλιδος εὐδίφροιο καὶ Οἰνομαοιο πολίτης,

  140 οἶδεν Ὀλυμπιάδος κοτινηφόρον ὄζον ἐλαίης:

  ἀλλ᾽ οὐκ Οἰνομάοιο πέλει δρόμος, οὐκ ἐλατῆρες

  ἐνθάδε κέντρον ἔχουσι κακοξείνων ὑμεναίων,

  ἀλλ᾽ ἀρετῇς δρόμος οὗτος, ἐλεύοερος ἀφρογενείης:

  εἰ πέδον Ἀονίης ἢ Φωκίδος αἷμα κομίζει,

  145 Πύθιον Ἀπόλλωνι τετιμένον οἶδεν ὰγῶνα:

  εἰ μεθέπει σοφὸν οὖδας ἐλαιοκόμου Μαραθῶνος,

  ἔγνω πιαλέης ἐγκύμονα κάλαπιν ἐέρσης:

  εἰ πέλεν εὐώδινος Ἀχαιίδος ἀστὸς ἀρούρης,

  Πελλήνην δεδάηκεν, ὅπῃ ῥιγηλὸν ἀγῶνα

  150 ἄνδρες ἀεθλεύουσι φιλοχλαίνου περὶ νίκης,

  χειμερίῳ σφίγγοντες ἀθαλπέα γυῖα χιτῶνι:

  εἰ ναέτης βλάστησεν ἁλιζώνοιο Κορίνθου,

  Ἴσθμιον ἡμετέροιο Παλαίμονος οἶδεν ἀγῶνα.’

  ὣς φαμένου σπεύδοντες ἐπέτρεχον ἡγεμονῆες,

  155 δίφρα περιτροχόωντες ἀμοιβαδίς: ὠκυπόδην δὲ

  Ξάνθον ἄγων πρώτιστος ὑπὸ ζυγὰ δῆσεν Ἐρεχθεὺς

  ἄρσενα, καὶ θήλειαν ἐπεσφήκωσε Ποδάρκην,

  οὓς Βορέης ἔσπειρεν ἐυπτερύγων ἐπὶ λέκτρων

  Στθοωίην Ἅρπυιαν ἀελλόπον εἰς γάμον ἕλκων,

  160 καί σφε
ας, Ὠρείθυιαν ὅθ᾽ ἥρπασεν Ἀτθίδα νύμφην,

  ὤπασεν ἕδνον ἕρςτος Ἐρεχθέι γαμβρὸς ἀήτης.

  δεύτερος Ἀκταίων Ἰσμηνίδα πάλλεν ἱμάσθλην:

  καὶ τρίτος ὑγρομέδοντος ἀπόσπορος ἐννοσιγαίου

  Σκέλμις ἔην ταχύπωλος, ὃς ἔγραφε πολλάκις ὕδωρ

  165 πάτριον ἰθύνων Ποσιδήιον ἅρμα θαλάσσης.

  τέτρατος ἄνθορε Φαῦνος, ὃς εἰς μέσον ἧλθεν ἀγῶνος

  μοῦνος ἔχων τύπον ἶσον ἑῆς γενέταο τεκούσης,

  Ἠελίου μίμημα φέρων τετράζυγας ἵππους:

  καὶ Σικελῶν ὀχέων ἐπεβήσατο πέμπτος Ἀχάτης,

  170 οἶστπον ἔχων Πισαῖον ἐλαιοκόμου ποταμοῖο,

  ἱπποσύνης ἀκόρητος, ἐπεὶ πέδον ᾤκεε νύμφης

  Ἀλοειοῦ δυσέρωτος ὃς εἰς Ἀπέθουσαν ἱκάνει

  ἄβροχον ἕδνον ἔρωτος ἄγων στεφανηφόρον ὕδωρ.

  καὶ θρασὺν Ἀκταίωνα λαβὼν ἀπάνευθεν ὁμίλου

  175 παιδὶ πατὴρ σπεύδοντι φίλους ἐπετέλλετο μύθους:

  ‘Τέκνον Ἀρισταίοιο περισσονόοιο τοκῆος,

  οἶδα μέν, ὅττι φέρεις σθένος ἄριον, ὅττι κομίζεις

  σύμφυτον ἠνορέῃ κεκερασμένον ἄνθεμον ἥβης,

  πάτριον αἷμα φέρων Φοιβήιον, ἡμέτεραι δὲ

  180 κρείσσονες ἀίσσουσιν ἐπὶ δρόμον Ἀρκάδες ἵπποι:

  ἀλλὰ ματην τάδε πάντα, καὶ οὐ σθένος, οὐ δρόμος ἵππων

  νικῆσαι δεδάασιν, ὅσον φρένες ἡνιοχῆος:

  μούνης κερδοσύνης ἐπιδεύεαι: ἱπποσύνη γὰρ

  χπηίζει πινυτοῖο δαήμονος ἡνιοχῆος.

  185 ἀλλὰ σὺ πατρὸς ἄκουε, καὶ ἵππια κέρδεα τέχνης,

  ὅσσα χρόνῳ δεδάηκα πολύτροπα, καὶ σὲ διδάξω.

 

‹ Prev