Works of Nonnus

Home > Other > Works of Nonnus > Page 137
Works of Nonnus Page 137

by Nonnus


  σπεῦδε, τέκος, γενετῆρα τεαῖς ἀρετῇσι γεραίρειν:

  καὶ δρόμος ἱπποσύνης μεθέπει κλίος, ὅσσον Ἐνυώ:

  σπεῦδε καὶ ἐν σταδίοισι μετὰ πτολέμους με γεραίρειν:

  190 Ἄρεα νικήσας ἑτέρην ὑποδύσεο νίκην,

  ὄφρα μετ᾽ αἰχμητῆρα καὶ ἀθλοφόρον σε καλέσσω.

  ὦ τέκος, ἄξια ῥέξον ὁμογνήτῳ Διονύσῳ,

  ἄξια καὶ Φοίβοιο καὶ εὐπαλάμοιο Κυρήνης,

  καὶ καμάτους νίκησον Ἀρισταίοιο τοκῆος:

  195 ἱπποσύνην δ᾽ ἀνάφαινε, φέρων τεχνήμονα νίκην,

  κερδαλέην σέο μῆτιν, ἐπεὶ κατὰ μέσσον ἀγῶνος

  ἄλλος ἀνὴρ ἀδίδακτος ἀπόσσυτον ἅρμα παρέηκων

  πλάζεται ἔνθα καὶ ἔνθα, καὶ ἀντιπόρων δρόμος ἵππων

  ἄστατος οὐ μάστιγι βιάζεται, οὐδὲ χαλινῷ

  200 πείθεται, ἡνίοχος δὲ μετάτροπος ἔκτοθι νύσσης

  ἕλκεται, ἧχι φέρουσιν ἀπειθέες ἅρπαγες ἵπποι:

  ὃς δέ κε τεχνήεντι δόλῳ μεμελημένος εἴη

  ἡνίοχος πολύμητις, ἔχων καὶ ἐηάσσονας ἵππους,

  ἰθύνει, προκέλευθον ὀπιπεύων ἐλατῆρα,

  205 ἐγγὺς ἀεὶ περὶ νύσσαν ἄγων δρόμον, ἅρμα δὲ κάμπτει

  ἱππεύων περὶ τέρμα καὶ οὔ ποτε τέρμα χαράσσων.

  σκέπτεό μοι καὶ σφίγγε κυβερνητῆρι χαλινῷ

  δοχμώσας ὅηον ἵππον ἀπιστεπὸν ἐγγύθι νύσσης,

  λοξὸς ἐπὶ πλευρῇσι παρακλιδὸν ἅρμα βαρύνων,

  210 ἀγχιφανὴς ἄψαυστος ἀναγκαίῳ τινὶ μέτρῳ

  σὸν δρόμον ἰθύνων, πεφυλαγμένος, ἄχρι φανείη

  πλήμνη ἑλισσομένου σέθεν ἅρματος οἷά περ ἄκρου

  τέρματος ἁπτομένη τροχειδέι γείτονι κύκλῳ:

  ἀλλὰ λίθον πεφύλαξο, μὴ ἄξονι νύσσαν ἀράξας

  215 εἰν ἑνὶ δηλήσαιο καὶ ἅρματα καὶ σέθεν ἵππους.

  καὶ τεὸν ἔνθα καὶ ἔνθα κατὰ δρόμον ἅρμα νομεύων

  ἔσσο κυβερνήτῃ πανομοίιος: ἀμφότερον δέ,

  κέντρῳ ἐπισπέρχων, προχέων πλήξιππον ἀπειλήν,

  δεξιὸν ἵππον ἔλαυνε, θοώτερον εἰς δρόμον ἕλκων

  220 ἀθλιβέος μεθέποντα παρειμένα κύκλα χαλινοῦ:

  ἔσσο κυβερνήτῃ πανομοίιος ἅρμα νομεύων

  εἰς δρόμον ἰθυκέλευθον, ἐπεὶ τεχνήμονι βουλῇ

  πηδάλιον δίφροιο πέλει νόος ἡνιοχῆος.’

  ὥς εἰπὼν παλίνορσος ἐχάζετο, παῖδα διδάξας

  225 ἠθάδος ἱπποσύνης ἑτερότροπα κέρδεα τέχνης.

  καὶ κυνέης ἔντοσθεν ἐθήμονος ἄλλος ἐπ᾽ ἄλλῳ

  τυφλὴν χεῖρα τίταινε φυλασσομένοιο προσώπου,

  κλῆρον ἔχειν ἐθέλων ἑτερότροπον, οἷά τις ἀνὴρ

  εἰς κύβον ἀλλοπρόσαλλον ἑκηβόλα δάκτυλα πάλλων.

  230 καὶ λάχον ἡνιοχῆες ἀμοιβαδίς: ἱππομανὴς δὲ

  Φαῦνος ἀειδομένης Φαεθοντίδος αἷμα γενέθλης

  κλήρῳ πρῶτος ἔην, καὶ δεύτερος ἦεν Ἀχάτης,

  τῷ δ᾽ ἐπὶ Δαμναμενῆος ἀδελφεός, ἀμφὶ δ᾽ ἄρ᾽ αὐτῷ

  ἔλλαχεν Ἀκταίων: ὁ δὲ φέρτατος εἰς δρόμον ἔστη

  235 ὑστατίου κλήροιο τυχὼν πλήξιππος Ἐρεχθεύς.

  καὶ βοέας μάστιγας ἐκούφισαν ἡνιοχῆες,

  ἱστάμενοι στοιχηδὸν ἀμοιβαίων ἐπὶ δίφρων.

  καὶ σκοπὸς Αἰακὸς ἦεν ἐτήτυμος, ὄφρα νοήσας

  καμπτομένους περὶ τέρμα φιλοστεφάνους ἐλατῆρας

  240 μάρτυς ἀληθείης ἑτερόθροα νείκεα λύσῃ.

  ὄμμασιν ἀπλανέεσσι διακρίνων δρόμον ἵππων.

  τοῖσι μὲν ἐκ βαλβῖδος ἔην δρόμος: ἐσσυμένων δὲ

  ὃς μὲν ἔην προκέλευθος, ὁ δὲ προθέοντα κιχῆσαι

  ἤθελεν, ὃς δ᾽ ἐδίωκε μεσαίτατον, ὃς δὲ χαράξαι

  245 ἀγχιφανὴς μενέαινεν ὀπίστερον ἡνιοχῆα.

  καί τις ἐνὶ σταδίοις ἐλατὴρ ἐλατῆρα κιχήσας

  ἅρματι δίφρον ἔμιξε, καὶ ἡνία χερσὶ τινάσσων

  ἵππους ἀγκυλόδοντι διεπτοίησε χαλινῷ:

  ἄλλος ἐπαΐσσοντι συνέμπορος ἡνιοχῆι

  250 εἰς ἔριν ἀμφήριστον ἰσόρροπον εἶχε πορείην,

  δόχμιος ὀκλάζων, τετανυσμένος, ὀρθὸς ἀνάγκῃ,

  ἰξύι καμπτομένῃ, καὶ ἑκούσιον ἵππον ἐλαύνων,

  φειδομένῃ παλάμῃ τεχνήμονι βαιὸν ἱμάσσων,

  ἐντροπαλιζομένης δοχμώσατο κύκλον ὀπωπῆς:

  255 δίφρον ὀπισθοπόρου πεφυλαγμένος ἡνιοχῆος:

  καί νύ κεν ἀίσσοντι ποδῶν ἐπιβήτορι παλμῷ

  εἰς τροχὸν αὐτοκύλιστον ὄνυξ ὠλίσθανεν ἵππων,

  εἰ μὴ ἔτι σπεύδουσαν ἑὴν ἀνέκοψεν ἐρωὴν

  ἡνίοχος, κατόπισθεν ἐπήλυδα δίφρον ἐρύκων.

  260 καί τις ἔχων προκέλευθος ὀπίστερον ἡνιοχῆα

  ἀντίτυπον δρόμον εἶχεν ὁμοζήλων ἐπὶ δίφρων,

  ἄστατος ἔνθα καὶ ἔνθα περικλείων ἐλατῆρα

  ἀγχιφανῆ. καὶ Σκέλμις, ἀπόσπορος ἐννοσιγαίου,

  εἰναλίην μάστιγα Ποσειδάωνος ἑλίσσων

  265 πάτριον ἡνιόχευε θαλασσονόμων γένος ἵππων:

  οὐδὲ τόσον πεπότητο τανύπτερος ἠέρα τέμνων

  Πήγασος ὑψιπότητος, ὅσον βυθίων πόδες ἵππων

  χερσαίην ἀκίχητον ἐποιήσαντο πορείην.

  λαοὶ δ᾽ εἰς ἕν ἰόντες, ἐν ὑψιλόφῳ τινὶ χώρῳ

  270 ἑζόμενοι στοιχηδὸν ὀπιπευτῆρες ἀγῶνος,

  τηλόθεν ἐσκοπίαζον ἐπειγομένων δρόμον ἵππων:

  ὧν ὁ μὲν εἱστήκει πεφοβημένος, ὃς δὲ τι�
�άσσων

  δάκτυλον ἄκρον ἔσειεν ἐπισπέρχων ἐλατῆρα,

  ἄλλος ἁμιλλητῆρι πόθῳ δεδονημένος ἵππων

  275 ἱππομανῆ νόον εἶχεν ὁμόδρομον ἡνιοχῆος:

  καί τις ἑοῦ προκέλευθον ἰδὼν δρόμον ἡνιοχῆος

  χερσὶν ἐπεπλατάγησε καὶ ἴαχε πενθάδι φωνῇ

  θαρσύνων, γελόων, τρομέων, ἐλατῆρι κελεύων.

  ἅρματα δ᾽ εὐποίητα θοώτερα θυιάδος ἄρκτου

  280 ἄλλοτε μὲν πεπότητο μετάρσια, πῇ δ᾽ ἐπὶ γαίῃ

  ἀκροφανῆ πεφόρητο μόγις ψαύοντα κονίης:

  καὶ ταχινῷ ψαμαθῶδες ἕδος τροχοειδέι κύκλῳ

  ἅρματος ἰθυπόροιο κατέγραφεν ὁλκὸς ἀλήτης:

  συμφερτὴ δ᾽ ἔρις ἦεν: ἐγειρομένη δὲ καἰ αὐτὴ

  285 στήθεσιν ἱππείοισιν ἀνῃώρητο κονίη,

  χαῖται δ᾽ ἠερίῃσιν ἐπερρώοντο θυέλλαις:

  ὀτρηροὶ δ᾽ ἐλατῆρες ὁμογλώσσων ἀπὸ λαιμῶν

  ὀξυτέρην μάστιγος ἀπερροίβδησαν ἰωήν.

  ἀλλ᾽ ὅτε δὴ πύματον τέλεον δρόμον, ὀξὺς ὀρούσας

  290 Σκέλμις ἔην πρώτιστος ἁλίδρομον ἅρμα τιταίνων:

  καί οἱ ὁμαρτήσας ἐπεμάστιεν ἵππον Ἐρεχθεὺς

  ἀγχιφανής, καὶ δίφρον ὀπισθοπόρον τάχα φαίης

  εἰναλίου Τελχῖνος ἰδεῖν ἐπιβήτορα δίφρων:

  καὶ γάρ ἀερσιπότητος Ἐρεχθέος ἵππος ἀγήνωρ

  295 διχθαδίῳ μυκτῆρι παλίμπνοον ἄσθμα τιταίνων

  ἀλλοτρίου θέρμαινε μετάφρενον ἡνιοχῆος,

  καί νύ κεν αὐχενίων ἐδράξατο χερσὶ κομάων,

  ἐντροπαλιζομένοις βλεφάροις ἐλατῆρα δοκεύων,

  καί νύ κε σειομένων τροχαλῇ στροφάλιγγι γενείων

  ἀφριόων στατὸς ἵππος ἀπέπτυε ἄκρα χαλινοῦ,

  300 ἀλλὰ παρατρέψας ἀνεσείρασε δίφρον Ἐρεχθεύς,

  ἡνία δ᾽ εὐποίητα κατέσπασεν ἅρπαγι παλμῷ,

  ἀγχιφανῆ κατὰ βαιὸν ἐπισφίγγων γένυν ἵππων:

  καὶ πάλιν ἐγγὺς ἔλασσε φυγὼν ἀχάλινον ἀνάγκην.

  305 καί μιν ἑοῖς ὀχέεσσιν ἐπαΐσσοντα δοκεύων

  Σκέλμις ἀπειλήτειραν ἀπερροίβδησεν ἰωήν:

  ‘Λῆγε θαλασσαίοισι μάτην ἵπποισιν ἐρίζων:

  ἄλλον ἐμοῦ γενέταο Πέλοψ ποτὲ δίφρον ἐλαύνων

  Οἰνομάου νίκησεν ἀνικήτων δρόμον ἵππων.

  310 ἱπποσύνης μὲν ἔγωγε κυβερνητῆρα καλέσσω

  ἵππιον ὑγρομέδοντα: σὺ δέ, πλήξιππε, τιταίνεις

  νίκης ἐλπίδα πᾶσαν ἐς ἱστοτέλειαν Ἀθήνην.

  οὐ δὲ τεῆς ὀλίγης μορίης χρέος, ἀλλά κομίζω

  ἀμπελόεν στέφος ἄλλο καὶ οὐκ ἐλάχειαν ἐλαίην.’

  315 ὣς φαμένου ταχύβουλος ἐχώσατο μᾶλλον Ἐρεχθεύς,

  καὶ δόλον ἠπεροπῆα καὶ ἔμφρονα μῆτιν ὑφαίνων

  χερσὶ μὲν ἡνιόχευεν ἑὸν δρόμον, ἐν κραδίῃ δὲ

  ἱπποσύνης πολιοῦχον ἑὴν ἐπίκουρον Ἀθήνην

  κικλήσκων ταχύμυθον ἀνήρυγεν Ἀτθίδα φωνήν:

  320 ‘Κοίρανε Κεκροπίης, ἱπποσσόε Παλλὰς ἀμήτωρ,

  ὡς σὺ Ποσειδάωνα τεῷ νίκησας ἀγῶνι,

  οὕτω σὸς ναέτης Μαραθώνιον ἵππον ἐλαύνων

  υἱέα νικήσειε Ποσειδάωνος Ἐρεχθεύς.’

  τοῖον ἔπος βοόων ἐπεμάστιεν ἰσχία πώλων,

  325 ἅρματι δ᾽ ἅρμα πέλασσεν ἰσόζυγον: ἀντιβίου δὲ

  λαιῇ μὲν βαρύδεσμον ἐπισφίγγων γένυν ἵππων,

  σύνδρομον αὖ ἐρύων βεβιημένον ἅρμα χαλινῷ,

  δεξιτερῇ μάστιζεν ἑοὺς ὑψαύχενας ἵππους

  ἐσσυμένους προτέρωσε: μεταστήσας δὲ κελεύθου

  330 θῆκε παλινδίνητον ὀπίστερον ἡνιοχῆα.

  καὶ τροχαλοῖς στομάτεσσι χέων φιλοκέρτομον ἠχὼ

  υἷα Ποσειδάωνος ἀμοιβάδι νείκεε φωνῇ,

  ἐντροπαλιζομένην μεθέπων γελόωσαν ὀπωπήν:

  ‘Σκέλμις, ἐνικήθης: σέο φέρτερός ἐστιν Ἐρεχθεύς,

  335 ὅττι τεὸν Βαλίον, Ζεφυρηίδος αἷμα γενέθλης,

  ἄρσενα καὶ νέον ἵππον ὁδοιπόρον ἄβροχον ἅλμης

  γηραλέη νίκησεν ἐμὴ θήλεια Ποδάρκη.

  εἰ μὲν ἀγηνορέεις Πελοπηίδος εἵνεκα τέχνης

  ὑμετέρου γενετῆρος ἁλίδρομον ἅρμα γεραίρων,

  340 Μυρτίλος αἰολόμητις ἐπίκλοπον ἤνυσε νίκην,

  μιμηλῷ τελέσας ἀπατήλιον ἄξονα κηρῷ:

  εἰ δὲ μέγα φρονέεις γενεῆς χάριν ἐννοσιγαίου,

  ἵππιον ὃν καλέεις, βυθίων ἐπιβήτορα δίφρων,

  πόντιον αὐτὸν ἄνακτα, κυβερνητῆρα τριαίνης,

  345 ἄρσενα σὸν νίκησεν ἀρηγόνα θῆλυς Ἀθήνη.’

  ὣς φάμενος Τελχῖνα παρέδραμεν ἀστὸς Ἀθήνης.

  τῷ δ᾽ ἐπὶ Φαῦνος ἔλαυνεν ὄχου τέθριππον ἱμάσσων:

  Ἀκταίων δὲ τέταρτος ἐπίκλοπος ἕσπετο Φαύνῳ,

  πατρὸς Ἀρισταίου μεμνημένος εἰσέτι μύθων

  350 κερδαλέων: καὶ λοῖσθος ἔην Τυρσηνὸς Ἀχάτης.

  καὶ θρασὺς Ἀκταίων δολίην ἐφράσσατο βουλήν:

  Φαῦνον ἑοῖς ὀχέεσσιν ἔτι προθέοντα κιχήσας

  ὀξυτέρῃ μάστιγι μεταστρέψας δρόμον ἵππων

  σύνδρομος ἡνιόχευε, παρακλέπτων ἐλατῆρα,

  355 βαιὸν ὑποφθάμενος: καὶ ἐπ᾽ ἄντυγι γούνατα πήξας

  δίφρον ἁμιλλητῆρα κατέγραφεν ἅρματι λοξῷ,

  ἱππείους τροχόεντι διαξύων πόδας ὁλκῷ.

  καὶ δαπέδῳ πέσεν ἅρμα: τινασσομένοιο δὲ δίφρου

  τρεῖς μὲν ὑπὲρ δαπέδοιο πέλον πεπτηότες �
��πποι,

  360 ὃς μὲν ὑπὲρ λαγόνων, ὁ δὲ γαστέρος, ὃς δ᾽ ἐπἰ δειρήν,

  εἷς δέ τις ὀρθὸς ἔμιμνε παρακλιδόν, ἀμφὶ δὲ γαίῃ

  ἄκρα ποδῶν ῥίζωσε, καὶ ἄστατον αὐχένα σείων

  σύζυγος ἐστήριξεν ὅλον πόδα γείτονος ἵππου,

  κουφίζων ζυγόδεσμα, καὶ ὑψόσε δίφρον ἀνέλκων.

  365 οἱ μὲν ἔσαν προχυθέντες ἐπὶ χθονός: αὐσταλεος δὲ

  ἡνίοχος κεκύλιστο παρὰ τροχόν, ἅρματι γείτων:

  θρύπτετο δ᾽ ἄκρα μέτωπα, μιαινομένου δὲ γενείου

  ὀξυτενὴς κεκόνιστο πέδῳ κεχαραγμένος ἀγκών.

  ἡνίοχος δ᾽ ἀνέπαλτο θοώτερος: ἐσσυμένως δὲ

  370 εἰς χθόνα πεπτηῶτι παρίστατο γείτονι δίφρῳ,

  αἰδομένῃ παλάμῃ τετανυσμένον ἵππον ἀνέλκων:

  καὶ βαλίῃ μάστιγι κατηφέα πῶλον ἱμάσσων.

  καὶ θρασὺς Ἀκταίων πεπονημένον ἐγγύθι δίφρου

  Φαῦνον ὀπιπεύων φιλοπαίγμονα ῥήξατο φωνήν:

  375 ‘Λῆγε μάτην ἀέκοντας ἐπισπέρχων σέθεν ἵππους,

  λῆγε μάτην: φθάμενος γὰρ ἀπαγγέλλω Διονύσῳ,

  Φαῦνος ὅτι προθέοντας ὅλους, ἐλατῆρας ἐάσας

  νόστιμος ὀψικέλευθος ἐλεύσεται ἅρματα σύρων:

  φείδεο σῆς μάστιγος, ἐπεὶ ταμεσίχροϊ κέντρῳ

  380 σῶν ὁρόων ᾤκτειρα δέμας κεχαραγμένον ἵππων.’

  ἔννεπεν ἀστήρικτον ὄχον προκέκευθον ἐλαύνων

  ὠκυτέρῃ μάστιγι: καὶ ἄχνυτο Φαῦνος ἀκούων.

  καὶ μόγις ἐν δαπέδῳ λασίης δεδραγμένος οὐρῆς

  κεκλιμένων ὤρθωσε δέμας κεκονιμένον ἵππων,

  385 καί τινα λυομένοιο παραΐξαντα λεπάδνου

 

‹ Prev