Works of Nonnus

Home > Other > Works of Nonnus > Page 138
Works of Nonnus Page 138

by Nonnus


  πῶλον ἄγων παλίνορσον ἐπεσφήκωσε χαλινῷ:

  στήσας δ᾽ ἔνθα καὶ ἔνθα παρεσσυμένων πόδας ἵππων

  ἅρματος ὕψι βέβηκε, καὶ ἴχνιον ἅρματι πήξας

  φρικαλέῃ μάστιξε τὸ δεύτερον ἵππον ἱμάσθλῃ:

  390 καὶ πλέον ἤλασε Φαῦνος ἐπισπέρχων δρόμον ἵππων,

  ὠκύτερον δ᾽ ἐδίωκε παροίτερον ἡνιοχῆα:

  καὶ φθαμένους ἐκίχησεν, ἐπεὶ μένος ἔμβαλεν ἵπποις

  ἵππιος ἐννοσίγαιος ἑὸν θρασὺν υἷα γεραίρων:

  στεινωπὴν δέ κέλευθον ἰδὼν παρὰ κοιλάδι πέτρῃ

  395 ἔμφρονα μῆτιν ὕφαινε δολοπλόκον, ὄφρα κιχήσας

  ἅρματι τεχνήεντι παραΐξειεν Ἀχάτην.

  ῥωγμὸς ἔην βαθύκολπος, ὃν ἐξέρρηξε κελεύθου

  χειμερίῃ μάστιγι Διὸς μετανάστιον ὕδωρ

  ἠερόθεν προχέοντος: ἐεργομένῳ δὲ ῥεέθρῳ

  400 ὄμβρου γειοτόμοιο ῥάχις κοιλαίνετο γαίης,

  ἧχτ μολὼν ἀέκων ἀνεσείρασε δίφρον Ἀχάτης,

  φεύγων ἀγχικέλευθον ἐπηλυσίην ἐλατῆρος:

  καὶ οἱ ἐπεσσυμένῳ τρομερὴν ἀνενείκατο φωνήν:

  ‘Εἰσέτι, νήπιε Φαῦνε, τεοὶ ῥυπόωσι χιτῶνες,

  405 εἰσέτι σῶν ὀχέων ψαμαθώδεές εἰσι κορῶναι,

  οὔ πω σῶν ἐτίναξας ἀκοσμήτων κόνιν ἵππων:

  λύματα σεῖο κάθαιρε: τί σοι τόσον ἵππον ἐλαύνειν;

  μή σε πάλιν πίπτοντα καὶ ἀσπαίροντα νοήσω.

  τὸν θρασὺν Ἀκταίωνα φυλάσσεο, μή σε κιχήσας

  410 ταυρείῃ σέο νῶτον ὑποστίξειεν ἱμάσθλῃ,

  μή σε πάλιν προκάρηνον ἀκονίζειε κονίῃ.

  εἰσέτι σῆς μεθέπεις κεχαραγμένα κύκλα παρειῆς:

  Φαῦνε, τί μαργαίνεις, ξυνήονα μῶμον ἀνάπτων

  πατρὶ Ποσειδάωνι καὶ Ἠελίῳ σέο πάππῳ;

  415 ἅζεό μοι Σατύρων φιλοκέρτομον ἀνθερεῶνα.

  Σειληνοὺς πεφύλαξο καὶ ἀμφιπόλους Διονύσου,

  μή σοι ἐπεγγελάσωσι καὶ αὐσταλέῳ σέο δίφρῳ.

  πῇ θρόνα; πῇ βοτάναι; πῇ φάρμακα ποικίλα Κίρκης;

  πάντά σε, πάντα λέλοιπεν, ὅτ᾽ εἰς δρόμον ἦλθες ἀγῶνος.

  420 τίς κεν ἀπαγγείλειεν ἀγήνορι σεῖο τεκούσῃ

  καὶ σέο κύμβαχον ἅρμα καὶ αὐχμώουσαν ἱμάσθλην;’

  τοῖον ἀπερροίβδησεν ἀγήνορα μῦθον Ἀχάτης,

  κερτομέων: νέμεσις δὲ τόσην ἐγράψατο φωνήν.

  καὶ σχεδὸν ἤλυθε Φαῦνος ὁμήλυδα δίφρον ἐλαύνων:

  425 ἅρματι δ᾽ ἅρμα πέλασσε, καὶ ἄξονι γόμφον ἀράσσων

  μεσσοπαγῆ συνέαξε βαλὼν τροχοειδέι κύκλῳ:

  καὶ τροχὸς αὐτοκύλιστος ἕλιξ ἐπεκέκλιτο γαίῃ,

  ἅρμασιν Οἰνομάοιο πανείκελος, ὁππότε κηροῦ

  θαλπομένου Φαέθοντι λυθεὶς ἀπατήλιος ἄξων

  430 ἱπποσύνην ἀνέκοπτε μεμηνότος ἡνιοχῆος.

  στεινωπὴν δὲ κέλευθον ἔχων ἀνέμιμνεν Ἀχάτης,

  εἰσόκε τετραπόρων ὑπὲρ ἄντυγος ἥμενος ἵππων

  ὠκυτέρῃ μάστιγι παρήλυθε Φαῦνος Ἀχάτην,

  οἷά περ οὐκ ἀίων: καὶ ἐκούφισε μᾶλλον ἱμάσθλην,

  435 μαστίζων ἀκίχητος ἐπειγομένων λόφον ἵππων:

  καὶ πέλεν Ἀκταίωνος ὀπίστερος, ὅσσα θορόντος

  δίσκου πεμπομένοιο πέλει δολιχόσκιος ὁρμή,

  ὃν βριαρῇ παλάμῃ δονέων αἰζηὸς ἰάλλει.

  λαοῖς δ᾽ ἔμεσε λύσσα: καὶ ἤρισαν ἄλλος ἐπ᾽ ἄλλῳ,

  440 συνθεσίας τεύχοντες ἀτεκμάρτου περὶ νίκης

  ἐσσομένης: τὰ δὲ δῶρα θυελλοπόδων χάριν ἵππων

  ἢ τρίπος ἠὲ λέβης ἢ φάσγανον ἠὲ βοείη:

  καὶ ναέτης ναετῆρι, φίλος δ᾽ ἐρίδαινεν ἑταίρῳ,

  γηραλέος δὲ γέροντι, νέῳ νέος, ἀνέρι δ᾽ ἀνήρ.

  445 ἦν δ᾽ ἔρις ἀμφοτέρων ἑτερόθροος, ὃς μὲν Ἀχάτην

  κυδαίνων, ἕτερος δὲ χερείονα Φαῦνον ἐλέγχων

  ἐν χθονὶ πεπτηῶτα κυλινδομένων ἀπὸ δίφρων,

  ἄλλος ἐριδμαίνων, ὅτι δεύτερος ἦεν Ἐρεχθεὺς

  εἰναλίου Τελχῖνος ὀπίστερος ἡνιοχῆος:

  450 ἄλλῳ δ᾽ ἄλλος ἔριζον, ὅτι φθαμένων δρόμον ἵππων

  ἀγχιφανὴς νίκησε πολύροπος ἀστὸς Ἀθήνης,

  Σκέλμιν ἔτι προθέοντα παραΐξας ἐλατῆρα.

  οὔ πω νεῖκος ἔληγε, καὶ ἔφθασεν ἐγγὺς Ἐρεχθεύς,

  ἵπποθς ἔνθα καὶ ἔνθα κατωμαδὸν αἰὲν ἱμάσσων:

  455 καὶ πολὺς ἱππείοιο δι᾽ αὐχένος ἔρρεεν ἱδρὼς

  καὶ λασίου στέρνοιο, καθ᾽ ἡνιόχοιο δὲ πυκναὶ

  αὐχμηραὶ ῥαθάμιγγες ἐπερρώοντο κονίης:

  ἅρματα δ᾽ ἀγχιπόροισιν ἐπέτρεχεν ἴχνεσιν ἵππων

  ἁλλομένῃ στροφάλιγγι: καὶ οὐ τροχόεντι σιδήρῳ

  460 λεπταλέης ἀτίνακτα τινάσσετο νῶτα κονίης.

  αὐτὰρ ὁ πωτήεντα μετὰ δρόμον ὑψόθι δίφρου

  εἰς μέσον ἦλθεν ἀγῶνος: ἑῷ δ᾽ ἔσμηξε χιτῶνι

  μυδαλέων ἱδρῶτα διαστάζοντα μετώπων:

  καὶ ταχὺς ἐκ δίφροιο κατήλε: μηκεδανὴν δὲ

  465 εἰς ζυγὸν εὐποίητον ἑὴν ἔκλινεν ἱμάσθλην:

  ἵπποθς δ᾽ Ἀμφιδάμας θεράπων λύεν: ὠκύτερος δὲ

  τερπομένῃ παλάμῃ πρμτάγρια κούφισε νίκης,

  ἰοδόκην καὶ τόξα καὶ εὐπήληκα γυναῖκα,

  πάλλων ἡμιτόμοιο μεσόμφαλα νῶτα βοείης.

  470 τῷ δ᾽ ἐπὶ δεύτερος ἦλθε θαλασσαίων ἐπὶ δίφρων

  Σκέλμις, ἐπισπέρχων Ποσιδήιον ἅρμα θαλάσσης,

>   κύκλος ὅσον τροχόεις ἀπολείπεται ὠκέος ἵππου,

  τοῦ μὲν ἐπαΐσσοντος ἐπισσώτρων μόγις ἄκραι

  ἐκταδίης ψαύουσιν ἑλισσομένης τρίχες οὐρῆς:

  475 δεύτερα δ᾽ εἷλεν ἄεθλα, καὶ ὤρεγε Δαμναμενῆι

  ἔγκυον ἵππον ἔχειν, ζηλήμονι χειρὶ τιταίνων.

  καὶ τρίτος Ἀκταίων ἀνεκούφισε σύμβολα νίκης

  χρυσοφαῆ θώρηκα, παναίολον ἔργον Ὀλύμπου.

  τῷ δ᾽ ἐπὶ Φαῦνος ἵκανε: καὶ αὐτόθι δίφρον ἐρύσσας

  480 ὀμφαλὸν ἀργυρόκυκλον ἀνηέρταζε βοείης,

  αὐχμηρῆς μεθέπων ἔτι λείψανα κεῖνα κονίης.

  καὶ Σικελὸς θεράπων βραδυδινέος ἐγγύθι δίφρου

  χρυσοῦ δισσὰ τάλαντα κατηφέι δεῖξεν Ἀχάτῃ,

  οἰκτρὸν ἀγηνορέοντι φιλοστόργῳ Διονύσῳ.

  485 αὐτὰρ ὁ πυγμαχίης χαλεπῆς ἔστησεν ἀγῶνα:

  πρώτῳ μὲν θέτο ταῦρον ἀπ᾽ Ἰνδῴοιο βοαύλου

  δῶρον ἄγειν, ἑτέρῳ δὲ μελαρρίνων κτέρας Ἰνδῶν

  βάρβαρον αἰολόνωτον ἑλὼν κατέθηκε βοείην.

  ὀρθωθεὶς δ᾽ ἀγόρευεν ἀεθλητῆρας ἐπείγων,

  490 εὐπαλάμου δύο φῶτας ἐριδμαίνειν περὶ νίκης:

  ‘Πυγμῆς οὗτος ἄεθλος ἀτειρέος: ἀθλοφόρῳ δὲ

  ἀνέρι νικήσαντι δασύτριχα ταῦρον ὀπάσσω,

  ἀνδρὶ δὲ νικηθέντι πολύπτυχον ἀσπίδα δώσω.’

  ὣς φαμένου Βρομίοιο σακέσπαλος ὦρτο Μελισσεύς,

  495 ἠθάδι πυγμαχίῃ μεμελημένος: εὐκεράου δὲ

  ἁψάμενος ταύροιο τόσην ἐφθέγξατο φωνήν:

  ‘Ἐλθέτω, ὃς ποθέει σάκος αἰόλον: οὐ γὰρ ἐάσω

  ἄλλῳ πίονα ταῦρον, ἕως ἔτι χεῖρας ἀείρω.’

  ὣς φαμένου ξύμπαντας ἐπεσφρήγισσε σιωπή:

  500 Εὐρυμέδων δέ οἱ οἶος ἀνίστατο, τῷ πόρεν Ἑρμῆς

  ὄργανα πυγμαχίης γυιαλκέος, ὃς πάρος αἰεὶ

  πατρῴῳ μεμέλητο παρήμενος ἐσχαρεῶνι,

  Ἡφαιστηιάδης, σφυρήλατον ἄκμονα τύπτων.

  τὸν μὲν ἐριπτοίητος ἀδελφεὸς ἄμφεπεν Ἄλκων,

  505 ζῶμα δέ οἱ παρέθηκε, καὶ ἥρμοσεν ἰξύι μίτρην,

  καὶ δολιχαῖς παλάμῃσι κασιγνήτοιο συνάπτων

  ἀζαλέων ἔσφιγξε περίπλοκον ὁλκὸν ἱμάντων.

  καὶ πρόμος εἰς μέσον ἦλθεν, ἑοῦ προβλῆτα προσώπου

  λαιὴν χεῖρα φέρων, σάκος ἔμφυτον: ἀντὶ δὲ λόγχης

  510 ποιητῆς παλάμης ταμεσίχροες ἦσαν ἱμάντες.

  αἰεὶ δ᾽ ἀντιπάλοιο φυλάσσετο δύσμαχον ὁρμήν,

  μή ποτέ μιν πλήξειε κατ᾽ ὀφρύος ἠὲ μετώπου,

  ἠέ μιν αἱμάξειε, τετυμμένον ἄρθρον ἀμύξας,

  ἠὲ διατμήξειε, κατὰ κροτάφοιο τυχήσας,

  515 εἰς μέσον ἐγκεφάλοιο νοήμονος ἄκρον ἀράξας,

  ἢ παλάμην τρηχεῖαν ἐπὶ κροτάφοισι τιταίνων

  ὄμματα γυμνώσειε λιπογλήνοιο προσώπου,

  ἠὲ δαφοινήεντος ἀρασσομένοιο γενείου

  ὀξυτέρων ἐλάσειε πολύστιχον ὄγμον ὀδόντων.

  520 ἔνθα μὲν Εὐρυμέδοντος ἐπεσσυμένοιο μελισσεὺς

  στήθεος ἄκρον ἔλασσεν: ὁ δὲ σχεδὸν ἄντα προσώπου

  χεῖρα μάτην ἐτίταινε, καὶ ἤμβροτεν ἠέρα τύπτων:

  καί μιν ἀεὶ τρομέων περιδέδρομε, κόλπον ἀμείβων,

  δεξιτερὴν γυμνοῖο κάτω μαζοῖο τιταίνων.

  525 ἄμφω δ᾽ εἰς ἓν ἵκανον ἐπήλυδες, ἄλλος ἐπ᾽ ἄλλῳ

  ἴχνεσι φειδομένοισι ποδὸς πόδα τυτθὸν ἀμείβων:

  χερσὶ δὲ χεῖρας ἔμιξαν: ἐπασσυτέρῃσι δὲ ῥιπαῖς

  φρικτὸς ὁμοπλεκέων ἐπεβόμβεε δοῦπος ἱμάντων

  ἀκροτάτην περὶ χεῖρα: χαρασσομένης δὲ παρειῆς

  530 αἱμαλέαις λιβάδεσσιν ἐφοινίχθησαν ἱμάντες:

  καὶ γενύων πέλε δοῦπος: ἐπὶ θρωσμῷ δὲ προσώπου

  εὐρυτέρου γεγαῶτος ἐκυμαίνοντο παρειαί,

  ὀφθαλμοὶ δ᾽ ἑκάτερθεν ἐκοιλαίνοντο προσώπου.

  Εὐρυμέδων μὲν ἔκαμνε Μελισσέος ἴδμονι τέχνῃ,

  535 ἄσχετον ἠελίοιο μένων ἀντώπιον αἴγλην,

  ὄμμα καταυγάζοντος: ἐπαΐξας δὲ Μελισσεὺς

  ὀξυτέρῃ στροφάλιγγι μετάρσιον ἴχνος ἀείρων

  ἄφνω γναθμὸν ἔτυψεν ὑπ᾽ οὔατος: αὐτὰρ ὁ κάμνων

  ὕπτιος αὐτοκύλιστος ἐρείσατο νῶτα κονίῃ,

  540 θυμολιπὴς μεθύοντι πανείκελος: εἶχε δὲ κόρσην

  κεκλιμένην ἑτέρωσε, καὶ αἵματος ἔπτυεν ἄχνην

  λεπτὰ παχυνομένοιο: λαβὼν δέ μιν ἐκτὸς ἀγῶνος

  στυγνὸς ὑπὲρ νώτοιο μετήγαγε σύγγονος Ἄλκων

  πληγῇ ἀμερσινόῳ βεβαρημένον. ἐσσύμενος δὲ

  545 Ἰνδῴην περίμετρον ἀνηέρταζε βοείην.

  καὶ διδύμους Διόνυσος ἀεθλητῆρας ἐπείγων

  ἀνδράσιν ἀθλοφόροισι πάλης κήρυξεν ἀγῶνα:

  καὶ τρίπος εἰκοσίμετρος ἀέθλιον ἵστατο νίκης

  πρώτῳ ἀεθλητῆρι: τίθει δ᾽ εἰς μέσσον ἀείρας

  550 ἀνθεμόεντα λέβητα χερείονι φωτὶ φυλάσσων.

  ὀρθωθεὶς δ᾽ ἰάχησε πάλιν σημάντορι φωνῇ:

  ‘Δεῦτε, φίλοι, καὶ τοῦτον ἐγείρατε καλὸν ἀγῶνα.’

  ἔννεπε: κεκλομένου δὲ φιλοστεφάνου Διονύσου

  πρῶτος Ἀρισταῖος, μετέπειτα δὲ δεύτερος ἔστη

  555 Αἰακὸς εὐπαλάμοιο πάλης δεδαημένος ἔργα.

  ζώματι δὲ σκεπόωντες ἀθηήτου φύσιν αἰδοῦς

  γυμνοὶ ἀεθλεύοντες ἐφέστασαν: ἀμφότεροι δὲ

 
πρῶτα μὲν ἀμφοτέρας παλάμας ἐπὶ δίζυγι καρπῷ

  σύμπλεκον ἔνθα καὶ ἔνθα, χυτῆς ἐπὶ νῶτα κονίης

  560 ἀλλήλους ἐρύοντες ἀμοιβαδίς, ἅμματι χειρῶν

  ἀκροτάτῳ σφίγξαντες: ἔην δ᾽ ἀμφίδρομος ἀνήρ,

  ἄνδρα παλινδίνητον ἄγων ἑτερόζυγι παλμῷ,

  ἕλκων ἑλκόμενός τε: συνοχμάζοντο γὰρ ἄμφω

  χερσὶν ἀμοιβαίῃσιν, ἐκυρτώσαντο δὲ δειρήν,

  565 μεσσατίῳ δὲ κάρηνον ἐπηρείδοντο μετώπῳ

  ἀκλινέες, νεύοντες ἐπὶ χθονός: ἐκ δὲ μετώπων

  θλιβομένων καμάτοιο προάγγελος ἔρρεεν ἱδρώς:

  ἀμφοτέρων δ᾽ ἄρα νῶτα κεκυφότα πήχεος ὁλκῷ

  δίζυγι συμπλεκέος παλάμης ἐτρίβετο δεσμῷ:

  σμῶδιξ δ᾽ αὐτοτέλεστος ἀνέδραμεν αἵματι θερμῷ,

  575 αἰόλα πορφύρουσα: δέμας δ᾽ ἐστίζετο φωτῶν.

  οἱ δὲ παλαισμοσύνης ἑτερότροπα μάγγανα τέχνης

  ἀλλήλοις ἀνέφαινον ἀμοιβαδίς: ἀντίβιον δὲ

  πρῶτος Ἀρισταῖος παλάμης πηχύνατο καρπῷ,

  ἐκ χθονὸς ὀχλίζων: δολίης δ᾽ οὐ λήθετο τέχνης

  580 Αἰακὸς αἰολόμητις, ὑποκλέπτοντι δὲ ταρσῷ

  λαιὸν Ἀρισταίοιο ποδὸς κώληπα πατάξας

  ὕπτιον αὐτοκύλιστον ὅλον περικάββαλε γαίῃ,

  ἠλιβάτῳ πρηῶνι πανείκελον: ἀμφὶ δὲ λαοὶ

  τηλίκον αὐχήεντα βοώμενον υἱέα Φοίβου

  585 ὄμμασι θαμβαλέοισιν ἐθηήσαντο πεσόντα.

  δεύτερος ἠέρταζε μετάρσιον ὑψόθι γαίης

  κουφίζων ἀμογητὶ πελώριον υἷα Κυρήνης

  Αἰακός, ἐσσομένην ἀρετὴν τεκέεσσι φυλάσσων,

 

‹ Prev