Works of Nonnus
Page 141
205 ἄσθμασι ποιητοῖσι χέων ποιητὸν ἀήτην:
κύκνον ἔχει πτερόεντα, καὶ οὐ ταχὺν ἵππον Ἀπόλλων:
οὐ στεροπὴν πυρόεσσαν ἀερτάζει γενετῆρος
Ἑρμῆς ῥάβδον ἔχων, οὐκ αἰγίδα πατρὸς ἀείρει.
ἀλλ᾽ ἐρέεις: ‘Ζαγρῆι πόρεν σπινθῆρα κεραυνοῦ.’
210 Ζαγρεὺς σκηπτὸν ἄειρε, καὶ ὡμίλησεν ὀλέθρῳ.
ἅζεο καὶ σύ, τέκος, πανομοίια πήματα πάσχειν.’
εἶπε, καὶ οὐ παρέπεισε: πάις δὲ γενήτορα νύσσων
δάκρυσι θερμοτέροισιν ἑοὺς ἐδίηνε χιτῶνας:
χερσὶ δὲ πατρῴης φλογερῆς ἔψαυσεν ὑπήνης,
215 ὀκλαδὸν ἐν δαπέδῳ κυκλούμενον αὐχένα κάμπτων,
λισσόμενος: καὶ παῖδα πατὴρ ἐλέαιρε δοκεύων.
καὶ κινυρὴ Κηυμένη πλέον ᾔτεεν: αὐτὰρ ὁ θυμῷ
ἔμπεδα γινώσκων ἀμετάτροπα νήματα Μοίρης
ἀσχαλόων ἐπένευσεν, ἀποσμήξας δὲ χιτῶνι
220 μυρομένου Φαέθοντος ἀμειδέος ὄμβρον ὀπωπῆς
χείλεα παιδὸς ἔκυσσε, τόσην δ᾽ ἐφθέγξατο φωνήν:
‘δώδεκα πάντες ἔασι πυρώδεος αἰθέρος οἶκοι,
ζῳδιακοῦ γλαφυροῖο πεπηγότες ἄντυγι κύκλου,
κεκριμένοι στοιχηδὸν ἐπήτριμοι, οἷς ἔνι μούνοις
225 λοξὴ πουλυέλικτος ἀταρπιτός ἐστι πλανήτων
ἀσταθέων. καὶ ἕκαστον ἕλιξ Κρόνος οἶκον ἀμείβει
ἑρπύζων βαρύγουνος, ἕως μόγις ὀψὲ τελέσσῃ
εἴκοσι καὶ δέκα κύκλα παλιννόστοιο Σελήνης,
ζώνης ἑβδομάτης ὑπέρ ἄντυγος: ὑψόθι δ᾽ ἕκτης
230 ὠκύτερον γενετῆρος ἔχει δρόμον ἀντίπορος Ζεύς,
καὶ δρόμον εἰς λυκάβαντα διέρχεται: ἐν τριτάτῃ δὲ ...
ἤμασιν ἑξήκοντα παρέρχεται ἔμπυρος Ἅρης,
γείτων σεῖο τοκῆος: ἐπαντέλλων δὲ τετάρτῃ
αὐτὸς ἐγὼ στεφανηδὸν ὅλον πόλον ἅρμασι τέμνω
235 οὐρανίων Ἑλίκων πολυκαμπέα κύκλα διώκων,
μέτρα χρόνου πισύρῃσι φέρων κυκλούμενος Ὥραις,
τὴν αὐτὴν περὶ νύσσαν, ἕως ὅλον οἶκον ὁδεύσω,
πλήσας ἠθάδα μῆνα τελεσφόρον: οὐδὲ πορείην
καλλείψας ἀτέλεστον ὀπίστερον οἶμον ἀμείβω,
240 οὐδὲ πάλιν προκέλευθον, ἐπεὶ πολυκαμπέες ἄλλοι
ἀστέρες ἀντιθέοντες ἀεὶ στείχουσιν ἀλῆται,
ἂψ δ᾽ ἀνασειράζοντες ἅμα πρόσσω καὶ ὀπίσσω
ἡμιτελῆ μεθέπουσι παλίλλυτα μέτρα κελεύθου,
δέγμενοι ἀμφοτέρωθεν ἐμὴν ἑτερόσσυτον αἴγλην:
245 οἷς ἔνι λευκαίνουσα πόλον κερόεσσα Σελήνη
κύκλον ὅλον πλήσασα σοφῷ πυρὶ μῆνα λοχεύει,
μεσσοφανής, ἐπίκυρτος, ὅλῳ πλήθουσα προσώπῳ:
Μήνῃ δ᾽ ἀντικέλευθος ἐγὼ σφαιρηδὸν ἑλίσσων
μαρμαρυγὴν θρέπτειραν ἀμαλλοτόκου τοκετοῖο
250 Ζῳδιακὴν περὶ νύσσαν ἀτέρμονα κύκλον ὁδεύω,
τίκτων μέτρα χρόνοιο, καὶ οἴκοθεν οἶκον ἀμείβων
καὶ τελέσας ἕνα κύκλον ὅλον λυκάβαντα κομίζω.
ἄκρα δὲ συνδέσμοιο φυλάσσεο, μὴ σχεδὸν ἕρπων,
ἅρμασιν ὑμετέροις ζοφοειδέα κῶνον ἑλίξας,
255 φέγγος ὅλον κλέψειεν ἐπισκιόων σέο δίφρῳ:
μηδὲ παριππεύσειας ἐθήμονος ἄντυγα κύκλου:
μηδὲ τανυπλέκτων ἑλίκων πολυκαμπέι δεσμῷ,
πέντε παραλλήλων δεδοκημένος ἄντυγα κύκλων,
οἶστρον ἔχοις, καὶ νύσσαν ὁμήθεα πατρὸς ἐάσῃς,
260 μή σε παραπλάγξειαν ἐν αἰθέρι φοιτάδες ἵπποι:
μηδὲ διοπτεύων δυοκαίδεκα κύκλα πορείης
ἐκ δόμου εἰς δόμον ἄλλον ἐπείγεο: καὶ σέο δίφρῳ
κριὸν ἐφιππεύων μὴ δίζεο Ταῦρον ἐλαύνειν:
γείτονα μὴ μάστευε προάγγελον ἱστοβοῆος
265 σκορπίον ἀστερόφοιτον ὑπὸ Ζυγὸν ἡνιοχεύων,
εἰ μὴ ἀναπλήσειας ἐείκοσι καὶ δέκα μοίρας.
ἀλλὰ σὺ μὲν κλύε μῦθον: ἐγὼ δέ σε πάντα διδάξω.
κέντρον ὅλου κόσμοιο, μεσόμφαλον ἄστρον Ὀλύμπου,
κριὸν ἐγὼ μεθέπων ὑψούμενος εἶαρ ἀέξω,
270 καὶ τροπικὴν Ζεφύροιο προάγγελον ἄντυγα βαίνων,
νύκτα ταλαντεύουσαν ἰσόρροπον ἠριγενείῃ,
ἰθύνω δροσόεντα χελιδονίης δρόμον Ὥρης:
κριοῦ δ᾽ ἀντικέλευθον ἐνέρτερον οἶκον ἀμείβων,
χηλαῖς ἐν διδύμῃσιν ἰσήμερα φέγγεα πέμπων,
275 ἐντύνω παλίνορσος ἰσόζυγον ἦμαρ ὀμίχλῃ,
καὶ δρόμον εἰνοσίφυλλον ἄγω φθινοπωρίδος Ὥρης,
φέγγεϊ μειοτέρῳ χθαμαλὴν ἐπὶ νύσσαν ἐλαύνων
φυλλοχόῳ ἐνὶ μηνί: καὶ ἀνδράσι χεῖμα κομίζω
ὄμβριον ἰχθυόεντος ὑπὲρ ῥάχιν Αἰγοκερῆος,
280 ἀγρονόμοις ἵνα γαῖα φερέσβια δῶρα λοχεύσῃ,
νυμφίον ὄμβρον ἔχουσα καὶ εἰλείθυιαν ἐέρσην:
καὶ θέρος ἐντύνω σταχυηκόμον ἄγγελον ὄμπνης,
θερμοτέραις ἀκτῖσι πυρώδεα γαῖαν ἱμάσσων,
ὑψιτενὴς παρὰ νύσσαν ὅτ᾽ εἰς δρόμον ἡνιοχεύω
285 καρκίνον, ἀντικέλευθον ἀθαλπέος Αἰγοκερῆος,
ἀμφοτέρους καὶ Νεῖλον ὁμοῦ καὶ βότρυν ἀέξων.
ἀρχόμενος δὲ δρόμοιο μετέρχεο γείτονα Κέρνην,
Φωσφόρον ἀπλανέος μεθέπων πομπῆα κελεύθου,
ἱπποσύνης προκέλευθον: ἀμοιβαίῃ δὲ πορείῃ
290 σὸν δρόμο
ν ἰθύνουσι δυώδεκα κυκλάδες Ὧραι.’
ὣς εἰπὼν Φαέθοντος ἐπεστήριξε καρήνῳ
χρυσείην τρυφάλειαν, ἑῷ δέ μιν ἔστεφε πυρσῷ,
ἑπτατόνους ἀκτῖνας ἐπὶ πλοκάμοισιν ἑλίξας,
κυκλώσας στεφανηδὸν ἐπ᾽ ἰξύι λευκάδα μίτρην:
295 καί μιν ἀνεχλαίνωσεν ἑῷ πυρόεντι χιτῶνι,
καὶ πόδα φοινίσσοντι διεσφήκωσε πεδίλῳ.
παιδὶ δὲ δίφρον ἔδωκε: καὶ ἠῴης ἀπὸ φάτνης
ἵππους Ἠελίοιο πυρώδεας ἤγαγον Ὧραι:
καὶ θρασὺς εἰς ζυγὸν ἦλθεν Ἑωσφόρος, ἀμφὶ δὲ φαιδρῷ
300 ἵππιον αὐχένα δοῦλον ἐπεκλήισσε λεπάδνῳ.
καὶ Φαέθων ἐπέβαινε: δίδου δέ οἱ ἡνία πάλλειν,
ἡνία μαρμαίροντα καὶ αἰγλήεσσαν ἱμάσθλην
ἠέλιος γενέτης: τρομερῇ δ᾽ ἐλελίζετο σιγῇ,
υἱέα γινώσκων μινυώριον: ἐγγύθι δ᾽ ὄχθης
305 ἡμιφανὴς Κλυμένη φλογερῶν ἐπιβήτορα δίφρων
δερκομένη φιλότεκνος ἐπάλλετο χάρματι μήτηρ.
ἤδη δὲ δροσόεις ἀμαρύσσετο Φωσφόρος ἀστήρ,
καὶ Φαέθων ἀνέτελλεν Ἑώιον ἄντυγα βαίνων,
ὕδασι παππῴοισι λελουμένος Ὠκεανοῖο.
310 καὶ θρασὺς εὐφαέων ἐλατὴρ ὑψίδρομος ἵππων
οὐρανὸν ἐσκοπίαζε χορῷ κεχαραγμένον ἄστρων,
ἑπτὰ περὶ ζώναις κυκλούμενον: εἶδεν ἀλήτας
ἀντιπόρους, καὶ γαῖαν ὁμοίιον ἔδρακε κέντρῳ
μεσσοπαγῆ, δολιχῇσιν ἀνυψωθεῖσαν ἐρίπναις,
315 πάντοθι πυργωθεῖσαν ὑπωροφίοισιν ἀήταις:
καὶ ποταμοὺς σκοπίαζε, καὶ ὀφρύας Ὠκεανοῖο
ἂψ ἀνασειράζοντος ἑὸν ῥόον εἰς ἑὸν ὕδωρ.
ὄφρα μὲν ὄμμα τίταινεν ἐς αἰθέρα καὶ χύσιν ἄστρων
καὶ χθονὸς αἰόλα φῦλα καὶ ἄστατα νῶτα θαλάσσης,
320 παπταίνων ἑλικηδὸν ἀτέρμονος ἕδρανα κόσμου:
τόφρα δὲ δινηθέντες ὑπὸ ζυγὸν αἴθοπες ἵπποι
ζῳδιακοῦ παράμειβον ἐθήμονος ἄντυγα κύκλου.
καὶ Φαέθων ἀδίδακτος, ἔχων πυρόεσσαν ἱμάσθλην,
φαίνετο μαστίζων λόφον ἵππιον: οἱ δὲ μανέντες,
325 κέντρον ὑποπτήσσοντες ἀφειδέος ἡνιοχῆος,
ἀρχαίης ἀέκοντες ὑπὲρ βαλβῖδα κελεύθου
ἀξονίην παρὰ νύσσαν ἀλήμονες ἔτρεχον ἵπποι,
δεχνύμενοι κτύπον ἄλλον ἐθήμονος ἡνιοχῆος.
καὶ Νότιον παρὰ τέρμα καὶ ἄρκτια νῶτα Βορῆος
330 ἦν κλόνος. οὐρανίῳ δὲ παριστάμεναι πυλεῶνι
ἀλλοφανὲς νόθον ἦμαρ ἐθάμβεον εὔποδες Ὧραι:
ἔτρεμε δ᾽ ἠριγένεια: καὶ ἴαχε Φωσφόρος ἀστήρ:
‘πῇ φέρεαι, φίλε κοῦρε; τί μαίνεαι ἵππον ἐλαύνων;
φείδεο σῆς μάστιγος ἀγήνορος: ἀμφοτέρων δὲ
335 πλαζομένων πεφύλαξο καὶ ἀπλανέων χορὸν ἄστρων,
μὴ θρασὺς Ὠρίων σε κατακτείνειε μαχαίρῃ,
μὴ ῥοπάλῳ πυρόεντι γέρων πλήξειε Βοώτης,
πλαγκτῆς δ᾽ ἱπποσύνης ἔτι φείδεο, μηδέ σε μακρῷ
γαστέρι τυμβεύσειεν ἐν αἰθέρι Κῆτος Ὀλύμπου:
340 μηδέ σε δαιτρεύσειε Λέων, ἢ Ταῦρος Ὀλύμπου
αὐχένα κυρτώσας φλογερῇ πλήξειε κεραίῃ:
ἅζεο Τοξευτῆρα, τιταινομένης ἀπὸ νευρῆς
μή σε πυριγλώχινι κατακτείνειεν ὀιστῷ.
μὴ χάος ἄλλο γένοιτο, καὶ αἰθέρος ἄστρα φανείη
345 ἤματος ἱσταμένοιο, μεσημβρίζοντι δὲ δίφρῳ
ἄστατος ἠριγένεια συναντήσειε Σελήνῃ:’
ὣς φαμένου Φαέθων πλέον ἤλασεν, ἅρμα παρέλκων
εἰς Νότον, εἰς Βορέην, Ζεφύρου σχεδόν, ἐγγύθεν Εὔρου.
καὶ κλόνος αἰθέρος ἦεν, ἀκινήτοιο δὲ κόσμου
350 ἁρμονίην ἐτίναξεν: ἐδοχμώθη δὲ καὶ αὐτὸς
αἰθέρι δινήεντι μέσος τετορημένος ἄξων.
καὶ μόγις αὐτοέλικτον ἐλαφρίζων πόλον ἄστρων
ὀκλαδὸν ἐστήρικτο Λίβυς κυρτούμενος Ἄτλας,
μείζονα φόρτον ἔχων: καὶ ἰσήμερον ἔκτοθεν Ἄρκτου
355 κύκλον ἐπιξύων ἑλικώδεϊ γαστέρος ὁλκῷ
σύνδρομος ἀστερόεντι Δράκων ἐπεσύρισε Ταύρῳ,
καὶ Κυνὶ σειριάοντι Λέων βρυχήσατο λαιμῷ,
αἰθέρα θερμαίνων μαλερῷ πυρί, καὶ θρασὺς ἔστη
καρκίνον ὀκταπόδην κλονέων λασιότριχι παλμῷ:
360 οὐρανίου δὲ Λέοντος ὀπισθιδίῳ παρὰ ταρσῷ
παρθένον ἀγχικέλευθον ἐμάστιε δίψιος οὐρή:
κούρη δὲ πτερόεσσα παραΐξασα Βοώτην
ἄξονος ἐγγὺς ἵκανε καὶ ὡμίλησεν Ἁμάξῃ:
καὶ δυτικὴν παρὰ νύσσαν ἀλήμονα φέγγεα πέμπων
365 ἕσπερον ἀντικέλευθον Ἑωσφόρος ὤθεεν ἀστήρ:
πλάζετο δ᾽ ἠριγένεια: καὶ ἠθάδος ἀντὶ Λαγωοῦ
Σείριος αἰθαλόεις ἐδράξατο διψάδος Ἄρκτου:
διχθὰ δὲ καλλείψαντες, ὁ μὲν Νότον, ὃς δὲ Βορῆα,
ἰχθύες ἀστερόεντες ἐπεσκίρτησαν Ὀλύμπῳ,
370 γείτονες Ὑδροχόοιο: κυβιστητῆρι δὲ παλμῷ
σύνδρομος Αἰγοκερῆος, ἕλιξ ὠρχήσατο Δελφίς:
καὶ Νοτίης ἑλικηδὸν ἀποπλαγχθέντα κελεύθου
σκορπίον ἀγχικέλευθον, ἑῆς ψαύοντα μαχαίρης,
ἔτρεμεν Ὠρίων καὶ ἐν ἄστρασι, μὴ βραδὺς ἕρπων
375 ἄκρα ποδῶν ξύσειε τὸ δεύτερον ὀξέι κέντρῳ:
καὶ σέλας ἡμιτέλεστον ἀποπτύουσ�
� προσώπου
ἀκροκελαινιόωσα μεσημβριὰς ἄνθορε Μήνη:
οὐ γὰρ ὑποκλέπτουσα νόθον σέλας ἄρσενι πυρσῷ
ἀντιπόρου Φαέθοντος ἀμέλγετο σύγγονον αἴγλην:
380 πληιάδος δὲ φάλαγγος ἕλιξ ἑπτάστερος ἠχὼ
οὐρανὸν ἑπτάζωνον ἐπέβρεμε κυκλάδι φωνῇ:
καὶ κτύπον αἰθύσσοντες ἰσηρίθμων ἀπὸ λαιμῶν
ἀστέρες ἀντιθέοντες ἐβακχεύθησαν ἀλῆται:
Ζῆνα μὲν ὤθεε Κύπρις, Ἄρης Κρόνον, εἰαρινῆς δὲ
385 Πλειάδος ἐγγὺς ἵκανεν ἐμὸς μετανάστιος ἀστήρ,
ἄστρασι δ᾽ ἑπταπόροις κεράσας ἐμφύλιον αἴγλην
ἡμιφανὴς ἀνέτελλεν ἐμῇ παρὰ μητέρι Μαίῃ,
ἅρματος οὐρανίοιο παράτροπος, ᾧ πέλεν αἰεὶ
σύνδρομος ἢ προκέλευθος ἑώιος, ἑσπέριος δὲ
390 ἠελίου δύνοντος ὀπίστερα φέγγεα πέμπει:
καί μιν, ὅτε δρόμον ἶσον ἔχων ὶσόμοιρος ὁδεύει,
ἠελίου κραδίην ἐπεφήμισαν ἴδμονες ἄστρων:
καὶ δροσεραῖς νιφάδεσσι διάβροχον αὐχένα τείνων
νυμφίος Εὐρώπης μυκήσατο Ταῦρος Ὀλύμπου,
395 εἰς δρόμον ὀρθώσας πόδα καμπύλον: ὀξυτενὲς δὲ
δοχμώσας Φαέθοντι κέρας λοξοῖο μετώπου
οὐρανίην φλογερῇσιν ἐπέκτυπεν ἄντυγα χηλαῖς:
καὶ θρασὺς ἐκ κολεοῖο παρήορον αἴθοπι μηρῷ
Ὠρίων ξίφος εἷλκε: καλαύροπα πάλλε Βοώτης:
400 καὶ ποδὸς ἀστραίοιο μετάρσια γούνατα πάλλων
Πήγασος ἐχρεμέτιζε, καὶ αἰθύσσων πόλον ὁπλῇ
ἡμιφανὴς Λίβυς ἵππος ἐπέτρεχε γείτονι Κύκνῳ,
καὶ κοτέων πτερὰ πάλλεν, ὅπως πάλιν ἡνιοχῆα