by Nonnus
εἰ δέ τις εἰς ἅλα πῖπτε τυπεὶς Βρομίοιο μαχητής,
αἰθύσσων παλάμας ἐπενήχετο κύματα τέμνων
370 χερσὶ θαλασσομόθοισιν, ἁλιρροίζῳ δὲ κυδοιμῷ
μαρνάμενος ῥοθίοισι μετ᾽ ἀνέρας ἔσχισεν ὕδωρ.
εἰναλίης δὲ τάλαντα μάχης ἔκλινε Κρονίων,
νίκην ὑδατόεσσαν ἐπεντύνων Διονύσῳ:
καὶ βυθίῳ τριόδοντι κορύσσετο κυανοχαίτης
375 μαρνάμενος δηίοισι, καὶ ἄβροχον ἡνιοχεύων
ἅρμα Ποσειδάωνος ἐβακχεύθη Μελικέρτης.
καὶ πισύραις κατὰ πόντον ἐφιππεύοντες ἀέλλαις
κύματα πυργώσαντες ἐθωρήχθησαν ἀῆται,
δυσμενέων ἐθέλοντες ἀιστῶσαι στίχα νηῶν,
οἱ μὲν Δηριαδῆος ἀρηγόνες, οἱ δὲ Λυαίου:
380 καὶ Ζέφυρος κεκόρυστο,
νότος δ᾽ ἐπεσύρισεν Εὔρῳ,
καὶ Βορέης Θρήισσαν ἄγων ἀντίπνοον αὔρην
ἄγρια μαινομένης ἐπεμάστιε νῶτα θαλάσσης.
385 καὶ στόλον ἰθύνουσα μαχήμονα Δηριαδῆος
385 ὑσμίνης Ἔρις ἦρχε: Διωνύσοιο δὲ νηῶν
Ἰνδοφόνῳ παλάμῃ κολπώσατο λαίφεα Νίκη.
χείλεσι δ᾽ ἰκμαλέοισι μαχήμονα κόχλον ἐρείσας
εἰναλίῃ σάλπιγγι μέλος μυκήσατο Νηρεύς:
καὶ Θέτις ἐσμαράγησεν ἐνυαλίης μέλος Ἠχοῦς
390 κύμασι πατρῴοισι προασπίζουσα Λυαίου.
Εὐρυμέδων δὲ Κάβειρος ἐθήμονα δαλὸν ἀείρων
ὑσμίνης δόλον εὗρεν ἀρηγόνα: μηκεδανὴν γὰρ
νηῦν ἰδίην ἔφλεξεν ἐκούσιον ἁψάμενος πῦρ:
395 νεύμασι Βακχείοισι περισκαίρουσα θαλάσσῃ,
καὶ λοξαῖς ἑλίκεσσιν ἀφ᾽ ὁλκάδος ὁλκάδα βαίνων
κύκλον ἐς αὐτοέλικτον ἐνήχετο πυρσὸς ἀλήτης,
καίων ἔνθα καὶ ἔνθα πολυσπερέων στίχα νηῶν.
καὶ σέλας ἀθρήσασα πυριβλήτοιο θαλάσσης
400 Νηρεῒς ἀκρήδεμνος ἐδύσατο βένθεα πόντου,
αἰθομένου φεύγουσα δι᾽ ὕδατος ἰκμαλέον πῦρ.
χάζετο δ᾽ Ἰνδὸς ὅμιλος ἐπὶ χθόνα, πόντον ἐάσας:
καὶ Φαέθων ἐγέλασσεν, ὅτι προτέρους μετὰ δεσμοὺς
ἐκ πυρὸς Ἡφαίστοιο πάλιν φύγε ναύμαχος Ἄρης.
405 Δηριάδης δ᾽ ἀκίχητος ἰδὼν φλόγα σύνδρομον αὔραις
εἰς πεδίον πεπότητο θοώτερα γούνατα πάλλων,
φεύγων ὑγρὸν Ἄρηα θαλασσομόθου Διονύσου.
BOOK 40
τεσσαρακοστὸν ἔχει δεδαϊγμένον ὄρχαμον Ἰνδῶν,
πῶς δὲ Τύρον Διόνυσος ἐδύσατο, πατρίδα Κάδμου.
οὐ δὲ Δίκην ἀλέεινε πανόψιον, οὐδὲ καὶ αὐτῆς
ἀρραγέος κλωστῆρος ἀκαμπέα νήματα Μοίρης:
ἀλλά μιν ἀθρήσασα πεφυζότα Παλλὰς Ἀθήνη —
ἕζετο γὰρ κατὰ πόντον ἐπὶ προβλῆτος ἐρίπνης,
5 ναύμαχον εἰσορόωσα κορυσσομένων μόθον Ἰνδων —
ἐκ σκοπιῆς ἀνέπαλτο, καὶ ἄρσενα δύσατο μορφήν:
κλεψινόοις δ᾽ ὀάροισι παρήπαφεν ὄρχαμον Ἰνδῶν,
Μορρέος εἶδος ἔχουσα, χαριζομένη δὲ Λυαίῳ
Δηριάδην ἀνέκοψε, καὶ ὡς ἀλέγουσα κυδοιμοῦ
10 φρικτὸν ἀπερροίβδησεν ἔπος πολυμεμφέι φωνῇ:
‘Φεύγεις, Δηριάδη; τίνι κάλλιπες Ἄρεα νηῶν;
πῶς δύνασαι ναέτῃσι φανήμεναι; ἢ πόθεν ἄντην
ὄψεαι Ὀρσιβόην μενεδήιον, αἴ κεν ἀκούσῃ
Δηριάδην φεύγοντα καὶ οὐ μίμνοντα γυναῖκας;
15 αἴδεο Χειροβίην ῥηξήνορα, μή σε νοήσῃ
ὑσμίνην ἀσίδηρον ὑποπτήσσοντα Λυαίου,
ἣ δόρυ θοῦρον ἔχουσα καὶ ὀχλίζουσα βοείην
μάρνατο Βασσαρίδεσσι, συνεσπομένη παρακοίτῃ.
χάζεό μοι Μορρῆι λιπὼν μόθον: ἢν δ᾽ ἐθελήσῃς,
20 αὐτὸς ἀριστεύσω καὶ ἀνάλκιδα Βάκχον ὀλέσσω.
πενθερὸν οὐ καλέσω σε πεφυζότα, σεῖο δὲ κούρης
ἔστω Χειροβίης ἕτερος πόσις: αἰδόμενος γὰρ
καλλείψω τεὸν ἄστυ, καὶ ἵξομαι εἰς χθόνα Μήδων,
ἵξομαι εἰς Σκυθίην, ἵνα μὴ σέο γαμβρὸς ἀκούσω.
25 ἀλλ᾽ ἐρέεις: ‘εὔοπλος ἐμὴ δάμαρ οἶδεν Ἐνυώ.’
εἰσὶν Ἀμαζονίδες περὶ Καύκασον, ὁππόθι πολλαὶ
Χειροβίης πολὺ μᾶλλον ἀριστεύουσι γυναῖκες:
κεῖθι δορικτήτην βριαρὴν ἀνάεδνον ἀκοίτης
εἰς γάμον, ἢν ἐθέλω, μίαν ἄξομαι: ἐν θαλάμοις γὰρ
30 οὐ δέχομαι σέο παῖδα φυγοπτολέμοιο τοκῆος.’
ὣς φαμένη παρέπεισεν ἀγήνορα Δηριαδῆα,
καί οἱ θάρσος ἔδωκε τὸ δεύτερον, ὄφρα δαμείη
μαρναμένου Βρομίοιο τυπεὶς φθισήνορι θύρσῳ.
καὶ θρασὺς ἀγνώσσων δολίην παρεοῦσαν Ἀθήνην
35 ψευδομένου Μορρῆος ἐλεγχέα μῦθον ἀκούων
χείλεσιν αἰδομένοισι παρήγορον ἴαχε φωνήν:
‘Φείδεο σῶν ἐπέων: τί με μέμφεαι, ἄτρομε Μορρεῦ;
οὐ πρόμος, οὐ πρόμος οὗτος, ἑὸν δέμας αἰὲν ἀμείβων.
καὶ γὰρ ἀμηχανέω, τίνι μάρναμαι ἢ τίνα βάλλω:
40 σπεύδων μὲν πτερόεντι βαλεῖν Διόνυσον ὀιστῷ,
ἢ ξίφεϊ πλήξας μέσον αὐχένος, ἢ δόρυ πέμπων
οὐτῆσαι ποθέων διὰ γαστέρος, ἀντὶ Λυαίου
πόρδαλιν αἰολόνωτον ἐπαΐσσοντα κιχάνω...
μαρναμένου δὲ λέοντος ἐπείγομαι αὐχένα τέμνειν,
45 καὶ θρασὺν ἀντὶ λέοντος ὄφιν δασπλῆτα δοκεύω:
<
br /> σπεύδων δ᾽ ἀντὶ δράκοντος ὀπιπεύω ῥάχιν ἄρκτου:
εἰς λοφιὴν δ᾽ ἐπίκυρτον ἐμὸν δόρυ θοῦρον ἰάλλω,
ἀλλὰ μάτην τανύω δολιχὸν βέλος: ἀντὶ γὰρ ἄρκτου
φαίνεται ἠερόφοιτος ἀνούτατος ἱπταμένη φλόξ.
50 κάπρον ἰδὼν ἐπιόντα βοὸς μυκηθμὸν ἀκούω,
ἀντὶ συός τινα ταῦρον ὑπὲρ λοξοῖο μετώπου
παπταίνω χαροπῇσιν ἀκοντίζοντα κεραίαις
ἡμετέρους ἐλέφαντας: ἐγὼ δ᾽ ἐμὸν ἆορ ἑλίσσω
θηρσὶ πολυσπερέεσσι, καὶ οὐχ ἕνα θῆρα δαμάζω.
55 καὶ φυτὸν ἀθρήσας τανύω βέλος, ἀλλὰ φυγόντος
νύσσαν ἐς ἠερίην ὁρόω κυρτούμενον ὕδωρ.
ἔνθεν ἐγὼ τρομέων πολυφάρμακα θαύματα τέχνης
φύλοπιν ἀλλοπρόσαλλον ἀλυσκάζω Διονύσου:
ἀλλὰ πάλιν Βρομίῳ θωρήξομαι, ἄχρις ἐλέγξω
60 μάγγανα τεχνήεντα δολορραφέος Διονύσου.’
ὣς εἰπὼν κεκόρυστο τὸ δεύτερον ἠθάδι λύσσῃ,
καὶ πάλιν ἐν πεδίῳ μόθος ἔβρεμε, μαρναμένῳ δὲ
εἰναλίην μετὰ δῆριν ἐθωρήχθη Διονύσῳ:
καὶ προτέρης Βρομίοιο λελασμένος ἔπλετο νίκης,
65 ὁππότε δενδρήεντι περίπλοκος αὐχένα δεσμῷ
ἱκεσίην πολύευκτον ἀνέσχεθε μάρτυρι Βάκχῳ:
ἀλλὰ πάλιν πρόμος ἔσκε θεημάχος: εἶχε δὲ βουλὴν
διχθαδίην, ἢ Βάκχον ἑλεῖν ἢ δμῶα τελέσσαι.
τρὶς μὲν ἑὸν δόρυ πέμπε, καὶ ἤμβροτεν ἠέρα βάλλων:
70 ἀλλ᾽ ὅτε δὴ τὸ τέταρτον ἐπέδραμεν οἴνοπι Βάκχῳ
εἰς σκοπὸν ἀχρήιστον ἐπήορον ἔγχος ἰάλλων
Δηριάδης ὑπέροπλος, ἑοῦ συνάεθλον ἀγῶνος
γαμβρὸν ἑὸν καλέεσκε, καὶ οὐκέτι φαίνετο Μορρεύς:
ἀλλὰ μεταστρέψασα δολοπλόκον εἶδος Ἀθήνη
75 δαίμονι βοτρυόεντι παρίστατο: δερκομένου δὲ
δείματι θεσπεσίῳ λύτο γούνατα Δηριαδῆος:
ἔγνω δ᾽ ἀνδρομέης ἀπατήλιον εἰκόνα μορφῆς
Μορρέος ἀντιτύποιο φέρειν μίμημα προσώπου:
καὶ δόλον ἠπεροπῆα σοφῆς ἐνόησεν Ἀθήνης.
80 τὴν μὲν ἰδὼν Διόνυσος ἐγήθεεν, ἐν κραδίῃ δὲ
ψευδομένην γίνωσκε συναιχμάζουσαν Ἀθήνην.
καὶ τότε βοτρυόεις κοτέων βακχεύετο δαίμων
ὑψιτενὴς περίμετρος, ἴσος Παρνησσίδι πέτρῃ:
Δηριάδην δ᾽ ἐδίωκε ταχύδρομον: αὐτὰρ ὁ φεύγων
85 κοῦφος ἐπειγομέναις ἐτιταίνετο σύνδρομος αὔραις:
ἀλλ᾽ ὅτε χῶρον ἵκανον, ὅπῃ πολεμητόκον ὕδωρ
κύματι λυσσώοντι γέρων κελάρυζεν Ὑδάσπης,
ἤτοι ὁ μὲν ποταμοῖο παρ᾽ ᾐόνας ἄπλετος ἔστη,
ὡς γενέτην συνάεθλον ἔχων κελάδοντα μαχητὴν
90 ὑγρὸν ἀκοντιστῆρα κορυσσομένου Διονύσου,
δαίμων δ᾽ ἀμπελόεις ταμεσίχροα θύρσον ἰάλλων
ἀκρότατον χρόα μοῦνον ἐπέγραφε Δηριαδῆος.
αὐτὰρ ὁ κισσήεντι τυπεὶς φθισήνορι θαλλῷ
πατρῴῳ προκάρηνος ἐπωλίσθησε ῥεέθρῳ,
95 μηκεδανοῖς μελέεσσι γεφυρώσας ὅλον ὕδωρ
αὐτόματος. χρονίην δὲ θεοὶ μετὰ φύλοπιν Ἰνδῶν
σὺν Διὶ παμμεδέοντι πάλιν νόστησαν Ὀλύμπῳ.
βάκχοι δ᾽ ἀμφαλάλαζον ἀδηρίτου Διονύσου
δῆριν ἀνευάζοντες, ἀολλίζοντο δὲ πολλοὶ
100 ἔγχεσιν οὐτάζοντες ὅλον χρόα Δηριαδῆος.
Ὀρσιβόη δ᾽ ᾤμωξε πολυθρήνων ἐπὶ πύργων,
κείμενον ἀρτιδάικτον ὀδυρομένη παρακοίτην:
πενθαλέοις δ᾽ ὀνύχεσσι κατέγραφε κύκλα προσώπου,
καὶ σκολιῆς ὤλοψεν ἀκηδέα βότρυν ἐθείρης,
105 καὶ κόνιν αἰθαλόεσσαν ἑοῦ κατέχευε καρήνου:
Χειροβίη δ᾽ ὀλόλυξε καταφθιμένοιο τοκῆος,
κυανέους δ᾽ ἤρασσε βραχίονας, ἀργυδέου δὲ
στέρνον ὅλον γύμνωσε διχαζομένοιο χιτῶνος:
Πρωτονόη δ᾽ ἀπέδιλος ἑὰς ξύουσα παρειάς,
110 κύκλα κονισαλέοιο καταισχύνουσα προσώπου,
κλαῖεν ἐπ᾽ ἀμφοτέροισι καὶ ἀνέρι καὶ γενετῆρι,
διπλόον ἄλγος ἔχουσα, καὶ ἴαχε πενθάδι φωνῇ:
‘Ἆνερ, ἀπ᾽ αἰῶνος νέος ὤλεο: κὰδ δ᾽ ἐμὲ χήρην
ἔλλιπες ἐν μεγάροισιν ἀπειρήτην τοκετοῖο:
115 νήπιον οὐ τέκον υἷα παραίφασιν: οὐ μετὰ νίκην
νόστιμον ἄνδρα νόησα τὸ δεύτερον, ἀλλὰ σιδήρῳ
αὐτὸς ἑῷ δέδμητο, καὶ οὔνομα δῶκε ῥεέθροις,
καὶ θάνεν ἐν ξείνοισιν, ὅπως ἐμὸν ἄνδρα καλέσσω
ἄσπορον αὐτοδάικτον ἀνόστιμον ὑγρὸν Ὀρόντην.
120 μύρομαι ἀμφοτέρους καὶ Δηριάδην καὶ Ὀρόντην,
ἶσον ἀποφθιμένους διερὸν μόρον: ἀνδροφόνον γὰρ
Δηριάδην κρύφε κῦμα, ῤόος δ᾽ ἐκάλυψεν Ὀρόντην.
μητέρι δ᾽ οὐ γενόμην πανομοίιος: Ὀρσιβόη γὰρ
θυγατέρων ἤεισε καταφθαμένους ὑμεναίους:
125 Πρωτονόης γάμον εἶδεν, ἐδέξατο γαμβρὸν Ὀρόντην,
Χειροβίην δ᾽ ἔζευξεν ἀνικήτῳ παρακοίτῃ,
ὃν τρομέει καὶ Βάκχος ὁ τηλίκος: ἀμφιέπει μὲν
Χειροβίη ζώοντα φίλον πόσιν, οὐ δέ ἑ θύρσος,
οὐ ῥόος ἐπρήνιξεν: ἐγὼ δ᾽ ἄρα διπλόα πάσχω,
130 ἀνέρος οἰχομένοιο καὶ ὀλλυμένου γενετῆρος.
λῆγε, μάτην σέο παῖδα παρηγορέουσα, τιθήνη,
&nbs
p; δός μοι ἔχειν ἐμὸν ἄνδρα, καὶ οὐ γενετῆρα γοήσω:
δεῖξον ἐμοί τινα παῖδα, παρήγορον ἀνδρὸς ἀνίης.
135 τίς με λαβὼν κομίσειεν ἐς εὐρυρέεθρον Ὑδάσπην,
ὄφρα κύσω φίλον οἶδμα μελισταγέος ποταμοῖο;
τίς με λαβὼν κομίσειεν ἐς ἱερὰ τέμπεα Δάφνης,
ὄφρα περιπτύξαιμι καὶ ἐν προχοῇσιν Ὀρόντην;
εἴην ἱμερόεις καὶ ἐγὼ ῥόος: αἴθε καὶ αὐτἠ
δάκρυσιν ὀμβρηθεῖσα φανήσομαι αὐτόθι πηγή,
140 ἧχι θανὼν εὔυδρος ἐμὸς πόσις οἶδμα κυλίνδει,
εὐνέτις ὑδατόεσσα: καὶ ἔσσομαι οἷα Κομαιθώ,
ἣ πάρος ἱμερόεντος ἐρασσαμένη ποταμοῖο
τέρπεται ἀγκὰς ἔχουσα καὶ εἰσέτι Κύδνον ἀκοίτην,
145 ἀνδράσι πὰρ Κιλίκεσσι μεμηλότα μῦθον ἀκούω:
οὐ μὲν ἐγὼ ποθέουσα παρέρχομαι ἡδὺν Ὀρόντην,
οἷα φυγὰς Περίβοια, καὶ οὔ ποτε καμπύλον ὕδωρ
ἂψ ἀνασειράζουσα φυλάξομαι ὑγρὸν ἀκοίτην.
εἰ δέ μοι οὐ πέπρωτο θανεῖν παρὰ γείτονι Δάφνῃ,
150 κύμασι πατροπάτωρ με κατακρύψειεν Ὑδάσπης,
μὴ Σατύρου κερόεντος ἐν ἀγκοίνῃσιν ἰαύσω,
μὴ Φρύγα κῶμον ἴδω, μὴ κύμβαλα χερσὶ τινάξω,
μὴ τελετὴν τελέσω φιλοπαίγμονα, μηδὲ νοήσω
Μαιονίην, μὴ Τμῶλον ἴδω, μὴ δῶμα Λυαίου
155 ἤ ζυγὰ δουλοσύνης βαρυαχθέα, μή τις ἐνίψῃ:
‘κούρη Δηριάδαο δοριθρασέος βασιλῆος
ληιδίη μετὰ δῆριν ὑποδρήσσει Διονύσῳ.’’
ὣς φαμένης ἐλεεινὰ συνεστενάχοντο γυναῖκες,
ὧν πάις, ὧν τέθνηκεν ἀδελφεός, ὧς γενετῆρες