by Nonnus
160 ἢ πόσις ἀρτιγένειος ἀώριος. ἐκ δὲ καρήνου
Χειροβίη τίλλουσα κόμην ἤμυξε παρειάς:
διχθαδίαις δ᾽ ὀδύνῃσιν ἱμάσσετο, καὶ γενετῆρα
οὐ τόσον ἐστενάχιζεν, ὅσον νεμέσιζεν ἀκοίτῃ:
ἔκλυε γὰρ Μορρῆος ἐρωμανέουσαν ἀνάγκην
165 καὶ δόλον ἠπεροπῆα σαόφρονα Χαλκομεδείης.
καί τινα μῦθον ἔειπεν ἑὸν ῥήξασα χιτῶνα:
‘Φειδόμενος μελίης γενέτην ἐμὸν ἔκτανε Μορρεύς:
οὐδὲ πέλε φθιμένου τιμήορος: ἐχθομένην δὲ
Χαλκομέδην ποθέων οὐκ ἤλασε θῆλυν Ἐνυώ,
170 ἀλλ᾽ ἔτι Βασσαρίδεσσι χαρίζεται. εἴπατε, Μοῖραι:
τίς φθόνος Ἰνδῴην πόλιν ἔπραθε; τίς φθόνος ἄφνω
ἔχραεν ἀμφοτέρῃσι θυγατράσι Δηριαδῆος;
θνήσκων μὲν κατὰ δῆριν ἑὴν παράκοιτιν Ὀρόντης
Πρωτονόην ἀκόμιστον ἐθήκατο πενθάδα χήρην,
175 Χειροβίην δ᾽ ἀπέειπεν ἔτι ζώουσαν ἀκοίτης.
γνωτῆς δ᾽ ἡμετέρης ὀλοώτερα πήματα πάσχω:
Πρωτονόη πόσιν ἔσχεν ἀοσσητῆρα τιθήνης,
Χειροβίη πόσιν ἔσχεν ἑῆς δηλήμονα πάτρης,
αἰχμητὴν ἀνόνητον, ὀπάονα Κυπρογενείης
180 ἄλκιμον, ἀλλοπρόσαλλον, ὁμοφρονέοντα Λυαίῳ.
εἰς ἐμὲ θωρήχθη καὶ ἐμὸς γάμος: ἡμετέρου γὰρ
Μορρέος ἱμείροντος ἐσυλήθη πόλις Ἰνδῶν:
πατρὸς ἐνοσφίσθην χάριν ἀνέρος: ἡ πρὶν ἀγήνωρ
καὶ θυγάτηρ βασιλῆος, ἐγώ ποτε δεσπότις Ἰνδῶν.
185 ἔσσομαι ἀμφιπόλων καὶ ἐγὼ μία: καὶ τάχα δειλὴ
δμωίδα Χαλκομέδειαν ἐμὴν δέσποιναν ἐνίψω.
σήμερον Ἰνδὸν ἔδεθλον ἔχεις, ἀπατήλιε, Μορρεῦ:
αὔριον αὐτοκέλευστος ἐλεύσεαι εἰς χθόνα Λυδῶν,
Χαλκομέδης διὰ κάλλος ὑποδρήσσων Διονύσῳ.
190 ἀμφαδὰ Χαλκομέδης ἔχε δέμνια, νυμφίε Μορρεῦ:
οὐκέτι γὰρ τρομέεις βλοσυρὸν στόμα Δηριαδῆος.
χάζεο, κικλήσκει σε δράκων πάλιν, ὅς σε διώκει
φρουρὸν ἀσυλήτοιο γάμου συριγμὸν ἰάλλων.’
τοῖα μὲν ἀχνυμένη βαρυδάκρυος ἔννεπε νύμφη:
195 Πρωτονόη δ᾽ ὀλόλυξε τὸ δεύτερον. ἀμφοτέραις δὲ
χεῖρας ἐπικλίνασα κατηφέας ἴαχε μήτηρ:
‘Πατρίδος ἡμετέρης πέσον ἐλπἱδες: οὐκέτι λεύσσω
ἀνέρα Δηριαδῆα καὶ οὐκέτι γαμβρὸν Ὀρόντην.
Δηριάδης τέθνηκεν: ἐσυλήθη πόλις Ἰνδῶν,
200 ἀρραγὲς ἤριπε τεῖχος ἐμῆς χθονός: αἴθε καὶ αὐτὴν
Βάκχος ἑλὼν ὀλέσῃ με σὺν ὀλλυμένῳ παρακοίτῃ,
καί με λαβὼν ῥίψειεν ἐς ὠκυρέεθρον Ὑδάσπην,
γαῖαν ἀναινομένην: ἐχέτω δέ με πενθερὸν ὕδωρ,
Δηριάδην δ᾽ ἐσίδω καὶ ἐν ὕδασι: μηδὲ νοήσω
205 Πρωτονόην ἀέκουσαν ἐφεσπομένην Διονύσῳ,
μή ποτε Χειροβίης ἕτερον γόον οἰκτρὸν ἀκούσω
ἑλκομένης ἐς ἔρωτα δορικτήτων ὑμεναίων:
μὴ πόσιν ἄλλον ἴδοιμι μετ᾽ ἀνέρα Δηριαδῆα.
εἴην Νηιάδεσσιν ὀμέστιος, ὅττι καὶ αὐτὴν
210 Λευκοθέην ζώουσαν ἐδέξατο κυανοχαίτης,
καὶ μία Νηρεΐδων κικλήσκεται, ἀντὶ δὲ λευκῆς
ἄλλη κυανόπεζα φανήσομαι ὑδριὰς Ἰνώ.’
τοῖα μὲν ἑλκεχίτωνες ἐπωδύροντο γυναῖκες
ἱστάμεναι στοιχηδὸν ἐρισμαράγων ἐπὶ πύργων.
215 βάκχοι δ᾽ ἐκροτάλιζον ἀπορρίψαντες Ἐνυώ,
τοῖον ἔπος βοόωντες ὁμογλώσσων ἀπὸ λαιμῶν:
‘Ἠράμεθα μέγα κῦδος: ἐπέφνομεν ὄρχαμον Ἰνδῶν.’
καὶ γελόων Διόνυσος ἐπάλλετο χάρματι νίκης,
ἀμπνεύσας δὲ πόνοιο καὶ αἱματόεντος ἀγῶνος
220 πρῶτα μὲν ἐκτερέιξεν ἀτυμβεύτων στίχα νεκρῶν,
δωμήσας ἕνα τύμβον ἀπείριτον εὐρέι κόλπῳ
ἄκριτον ἀμφὶ πυρὴν ἑκατόμπεδον: ἀμφὶ δὲ νεκροῖς
Μυγδονὶς αἰολόμολπος ἐπέκτυπεν αἴλινα σύριγξ,
καὶ Φρύγες αὐλητῆρες ἀνέπλεκον ἄρσενα μολπὴν
225 πενθαλέοις στομάτεσσιν, ἐπωρχήσαντο δὲ Βάκχαι
ἁβρὰ μελιζομένοιο Γανύκτορος Εὐάδι φωνῇ:
καὶ Κλεόχου Βερέκυντες ὑπὸ στόμα δίζυγες αὐλοὶ
φρικτὸν ἐμυκήσαντο Λίβυν γόον, ὃν πάρος ἄμφω
Σθεννώ τ᾽ Εὐρυάλη τε μιῇ πολυδειράδι φωνῇ
230 ἀρτιτόμῳ ῥοιζηδὸν ἐπεκλαύσαντο Μεδούσῃ
φθεγγομένων κεφαλῇσι διηκοσίῃσι δρακόντων,
ὧν ἄπο μυρομένων σκολιὸν σύριγμα κομάων
θρῆνον πουλυκάρηνον ἐφημίξαντο Μεδούσης.
παυσάμενος δὲ πόνοιο, καὶ ὕδατι γυῖα καθήρας,
235 ὤπασε λυσιμόθοισι θεουδέα κοίρανον Ἰνδοῖς,
κρινάμενος Μωδαῖον: ἐπὶ ξυνῷ δὲ κυπέλλῳ
Βάκχοις δαινυμένοισι μιῆς ἥψαντο τραπέζης
ξανθὸν ὕδωρ πίνοντες ἀπ᾽ οἰνοπόρου ποταμοῖο.
καὶ χορὸς ἄσπετος ἔσκεν: ἐπεσκίρτησε δὲ πολλὴ
240 Βασσαρὶς οἰστρήεντι πέδον κρούουσα πεδίλῳ,
καὶ Σάτυρος βαρύδουπον ἐπιρρήσσων χθόνα ταρσῷ
λοξὰ κυβιστητῆρι ποδῶν βακχεύετο παλμῷ,
πῆχυν ἐπικλίνων μανιώδεος αὐχένι Βάκχης:
καὶ πρυλέες Βρομίοιο συνωρχήσαντο βοείαις,
245 καὶ τροχαλῆς κλονέοντες ἐνόπλια κύκλα χορείης
ῥυθμὸν
ἐμιμήσαντο φερεσσακέων Κορυβάντων,
καὶ στρατὸς ἱππήων κορυθαιόλον εἰς χορὸν ἔστη
νίκην πανδαμάτειραν ἀνευάζων Διονύσου:
οὐδέ τις ἄψοφος ἦεν: ὁμογλώσσῳ δ᾽ ἀλαλητῷ
250 εἰς πόλον ἑπτάζωνον ἀνέδραμεν εὔιος ἠχώ.
ἀλλ᾽ ὅτε λυσιπόνοιο παρήλυθε κῶμος ἑορτῆς,
νίκης ληίδα πᾶσαν ἑλὼν μετὰ φύλοπιν Ἰνδῶν
ἀρχαίης Διόνυσος ἑῆς ἐμνήσατο πάτρης,
λύσας ἑπταέτηρα θεμείλια δηιοτῆτος.
255 καὶ δηίων ὅλον ὄλβον ἐληίζοντο μαχηταί
ὧν ὁ μὲν Ἰνδὸν ἴασπιν, ὁ δὲ γραπτῆς ὑακίνθου
Φοιβάδος εἶχε μέταλλα καὶ ἔγχλοα νῶτα μαράγδου:
ἄλλος ἐυκρήπιδος ὑπὸ σκοπιῇσιν Ἰμαίου
ὄρθιον ἴχνος ἔπειγε δορικτήτων ἐλεφάντων,
260 ὅς δὲ παρ᾽ Ἡμωδοῖο βαθυσπήλυγγι κολώνῃ
ἤλασεν Ἰνδῴων μετανάστιον ἅρμα λεόντων
κυδιόων, ἕτερος δὲ κατ᾽ αὐχένος ἅμμα πεδήσας
Μυγδονίην ἔσπευδεν ἐς ᾐόνα πόρδαλιν ἕλκειν:
καὶ Σάτυρος πεφόρητο, φιλακρήτῳ δὲ πετήλῳ
265 στικτὸν ἔχων προκέλευθον ἐκώμασε τίγριν ἱμάσσων:
ἄλλος ἄγων νόστησεν ἑῇ Κυβεληίδι νύμφῃ
φυταλιὴν εὔοδμον ἁλιτρεφέων δονακήων,
καὶ λίθον ἀστράπτουσαν Ἐρυθραίης γέρας ἅλμης:
πολλὴ δ᾽ ἐκ θαλάμοιο σὺν ἀρτιγάμῳ παρακοίτῃ
270 ληιδίη πλοκάμων μελανόχροος ἕλκετο νύμφη,
δέσμιον αὐχένα δοῦλον ὑποζεύξασα λεπάδνῳ.
χειρὶ δὲ κουφίζουσα ῥυηφενέος χύσιν ὄλβου
εἰς σκοπιάς Τμώλοιο θεόσσυτος ἤιε Βάκχη,
κῶμον ἀνευάζουσα παλιννόστῳ Διονύσῳ.
275 καὶ στρατιῇ Διόνυσος ἐδάσσατο ληίδα χάρμης
λαὸν ὅλον συνάεθλον ὑπότροπον οἴκαδε πέμπων
Ἰνδῴην μετὰ δῆριν: ἀπεσσεύοντο δὲ λαοὶ
μάρμαρα κουφίζοντες Ἑώια δῶρα θαλάσσης,
ὄρνεά τ᾽ αἰολόμορφα: παλιννόστῳ δὲ πορείῃ
280 κῶμον ἀνευάζοντες ἀνικήτῳ Διονύσῳ
πάντες ἐβακχεύοντο, πολυκμήτοιο λιπόντες
μνῆστιν ὅλου πολέμοιο, Βορειάδι σύνδρομον αὔρῃ
σκιδναμένην: καὶ ἕκαστος ἔχων ἀναθήματα νίκης
ὄψιμον εἰς δόμον ἦλθε παλίνδρομος. ἀντί δὲ πάτρης
285 Ἀστέριος τότε μοῦνος ἀνιπτοπόδων σχεδὸν Ἄρκτων
Φάσιδος ἀμφὶ ῥέεθρον ἀθαλπέι νάσσατο γαίῃ
Μασσαγέτην παρὰ κόλπον, ἑοῦ γενέταο τοκῆος
ναίων ἀστερόεντος ὑπὸ σφυρὰ δύσνιφα Ταύρου,
φεύγων Κνώσσιον ἄστυ καὶ ἀρσενόπαιδα γενέθλην,
290 Πασιφάην στυγέων καὶ ἑὸν Μίνωα τοκῆα,
καὶ Σκυθίην προβέβουλεν ἑῆς χθονός: αὐτὰρ ὁ μούνοις
Βάκχος ἑοῖς Σατύροισι καὶ Ἰνδοφόνοις ἄμα Βάκχαις
Καυκασίην μετὰ δῆριν Ἀμαζονίου ποταμοῖο
Ἀρραβίης ἐπέβαινε τὸ δεύτερον, ἧχι θαμίζων
295 λαὸν ἀβακχεύτων Ἀράβων ἐδίδαξεν ἀείρειν
μυστιπόλους νάρθηκας: ἀεξιφύτοιο δὲ λόχμης
Νύσια Βοτρυόεντι κατέστεφεν οὔρεα θαλλῷ.
Ἀρραβίης δὲ τένοντα βαθύσκιον ἄλσος ἐάσας
ἀτραπὸν Ἀσσυρίην διεμέτρεε πεζὸς ὁδίτης,
300 καὶ Τυρίων μενέαινεν ἰδεῖν χθόνα πατρίδα Κάδμου:
κεῖθι γὰρ ἴχνος ἔκαμψε, καὶ ἄσπετα πέπλα δοκεύων
θάμβεεν Ἀσσυρίης ἑτερόχροα δαίδαλα τέχνης,
ἄργυφον εἰσορόων Βαβυλωνίδος ἔργον Ἀράχνης:
καὶ Τυρίῃ σκοπίαζε δεδευμένα φάρεα κόχλῳ,
305 πορφυρέους σπινθῆρας ἀκοντίζοντα θαλάσσης,
ἧχι κύων ἁλιεργὸς ἐπ᾽ αἰγιαλοῖσιν ἐρέπτων
ἐνδόμυχον χαροπῇσι γενειάσι θέσκελον ἰχθὺν
χιονέας πόρφυρε παρηίδας αἵματι κόχλου,
χείλεα φοινίξας διερῷ πυρί, τῷ ποτε μούνῳ
310 φαιδρὸν ἁλιχλαίνων ἐρυθαίνετο φᾶρος ἀνάκτων.
καὶ πόλιν ἀθρήσας ἐπεγήθεεν, ἣν ἐνοσίχθων
οὐ διερῷ μίτρωσεν ὅλῳ ζωστῆρι θαλάσσης,
ἀλλὰ τύπον λάχε τοῖον Ὀλύμπιον, οἷον ὑφαίνει
ἀγχιτελὴς λείπουσα μιῇ γλωχῖνι σελήνη.
315 καί οἱ ὀπιπεύοντι μέσην χθόνα σύζυγον ἅλμῃ
διπλόον ἔλλαχε θάμβος, ἐπεὶ Τύρος εἰν ἁλὶ κεῖται
εἰς χθόνα μοιρηθεῖσα, συναπτομένη δὲ θαλάσσῃ
τριχθαδίαις λαγόνεσσι μίαν ξυνώσατο μίτρην:
νηχομένῃ δ᾽ ἀτίνακτος ὁμοίιος ἔπλετο κούρῃ,
320 καὶ κεφαλὴν καὶ στέρνα καὶ αὐχένα δῶκε θαλάσσῃ,
χεῖρας ἐφαπλώσασα μέση διδυμάονι πόντῳ,
γείτονι λευκαίνουσα θαλασσαίῳ δέμας ἀφρῷ,
καὶ πόδας ἀμφοτέρους ἐπερείσατο μητέρι γαίῃ.
καὶ πόλιν ἐννοσίγαιος ἔχων ἀστεμφέι δεσμῷ
325 νυμφίος ὑδατόεις περινήχεται, οἷα συνάπτων
πήχεϊ παφλάζοντι περίπλοκον αὐχένα νύμφης.
καὶ Τύρον εἰσέτι Βάκχος ἐθάμβεε, τῇ ἔνι μούνῃ
βουκόλος ἀγχικέλευθος ὁμίλεε γείτονι ναύτῃ
συρίζων παρὰ θῖνα, καὶ αἰπόλος ἰχθυβολῆι
330 δίκτυον αἶ ἐρύοντι, καὶ ἀντιτύποισιν ἐρετμοῖς
σχιζομένων ὑδάτων ἐχαράσσετο βῶλος ἀρότρῳ:
εἰναλίης δ᾽ ὀάριζον ὁμήλυδες ἐγγύθι λόχμης
ποιμένες... ὑλοτόμοισι
, καὶ ἔβρεμεν εἰν ἑνὶ χώρῳ
φλοῖσβος ἁλός, μύκημα βοῶν, ψιθύρισμα πετήλων,
335 πεῖσμα, φυτόν, πλόος, ἄλσος, ὕδωρ, νέες, ὁλκάς, ἐχέτλη,
μῆλα, δόναξ, δρεπάνη, σκαφίδες, λίνα, λαίφεα, θώρηξ.
καὶ τάδε παπταίνων πολυθαμβέα ῥήξατο φωνήν:
‘Νῆσον ἐν ἠπείρῳ πόθεν ἔδρακον; εἰ θέμις εἰπεῖν,
τηλίκον οὕ ποτε κάλλος ἐσέδρακον: ὑψιτενῆ γὰρ
340 δένδρεα συρίζει παρὰ κύματα, Νηρεΐδος δὲ
φθεγγομένης κατὰ πόντον Ἀμαδρυὰς ἐγγὺς ἀκούει,
καὶ Τυρίοις πελάγεσσι καὶ ἀγχιάλοισιν ἀρούραις
πνείων ἐκ Λιβάνοιο μεσημβρινὸς ἁβρὸς ἀήτης
ἄσθματι καρποτόκῳ προχέει νηοσσόον ἀήτην,
345 ψύχων ἀγρονόμον καὶ ναυτίλον εἰς πλόον ἕλκων,
καὶ χθονίην δρεπάνην βυθίῃ πελάσασα τριαίνῃ
φθέγγεται ὑγρομέδοντι θαλυσιὰς ἐνθάδε Δηώ,
κωφῆς ἄβροχον ἅρμα καθιππεύοντι γαλήνης,
ἰθύνειν δρόμον ἶσον ὁμοζήλων ἐπὶ δίφρων,
350 ὄμπνια μαστίζουσα μετάρσια νῶτα δρακόντων.
ὦπι πασιμέλουσα, τύπος χθονός, αἰθέρος εἰκών,
συμφυέος τρίπλευρον ἔχεις τελαμῶνα θαλάσσης.’
ὣς εἰπὼν παράμειβε δι᾽ ἄστεος ὄμμα τιταίνων:
καί οἱ ὀπιπεύοντι λιθογλώχινες ἀγυιαὶ
355 μαρμαρυγὴν ἀνέφαινον ἀμοιβαίοιο μετάλλου:
καὶ προγόνου δόμον εἶδεν Ἀγήνορος, ἔδρακεν αὐλὰς
καὶ θάλαμον Κάδμοιο, καὶ ἁρπαμένης ποτὲ νύμφης
Εὐρώπης ἀφύλακτον ἐδύσατο παρθενεῶνα,