by Nonnus
μνῆστιν ἔχων κερόεντος ἑοῦ Διός: ἀρχεγόνους δὲ
360 πηγὰς θάμβεε μᾶλλον ὅπῃ χθονίου διὰ κόλπου
νάματος ἐκχυμένου παλινάγρετον εἰς μίαν ὤρην
χεύμασιν αὐτογόνοισι πολυτρεφὲς ἔλυεν ὕδωρ:
εἶδεν Ἀβαρβαρέης γόνιμον ῥόον, ἔδρακε πηγὴν
Καλλιρόην ἐρόεσσαν ἐπώνυμον, εἶδε καὶ αὐτῆς
365 ἁβρὸν ἐρευγομένης Δροσερῆς νυμφήιον ὕδωρ.
ἀλλ᾽ ὅτε πάντα νόησεν ἑῷ φιλοτερπέι θυμῷ,
εἰς δόμον Ἀστροχίτωνος ἐκώμασε, καὶ πρόμον ἄστρων
τοῖον ἔπος βοόων ἐκαλέσσατο μύστιδι φωνῇ:
‘Ἀστροχίτων Ἤρακλες, ἄναξ πυρός ὄρχαμε κόσμου,
370 ἠέλιε, βροτέοιο βίου δολιχόσκιε ποιμήν,
ἱππεύων ἑλικηδὸν ὅλον πόλον αἴθοπι δίκῃ,
υἷα χρόνου λυκάβαντα δυωδεκάμηνον ἑλίσσων,
κύκλον ἄγεις μετὰ κύκλον: ἀφ᾽ ὑμετέροιο δὲ δίφρου
γήραϊ καὶ νεότητι ῥέει μορφούμενος αἰών:
375 μαῖα σοφῆς ὠδῖνος ἀμήτορος εἰκόνα Μήνης
ὠδίνεις τριέλικτον, ὅτε δροσόεσσα Σελήνη
σῆς λοχίης ἀκτῖνος ἀμέλγεται ἀντίτυπον πῦρ,
ταυρείην ἐπίκυρτον ἀολλίζουσα κεραίην:
παμφαὲς αἰθέρος ὄμμα, φέρεις τετράζυγι δίφρῳ
380 χεῖμα μετὰ φθινόπωρον, ἄγεις θέρος εἶαρ ἀμείβων.
νὺξ μὲν ἀκοντιστῆρι διωκομένη σέο πυρσῷ
χάζεται ἀστήρικτος, ὅτε ζυγὸν ἄργυφον ἕλκων
ἀκροφανὴς ἵππειος ἱμάσσεται ὄρθιος αὐχήν,
σεῖο δὲ λαμπομένοιο φαάντερον οὐκέτι λάμπων
385 ποικίλος εὐφαέεσσι χαράσσεται ἄστρασι λειμών,
χεύμασι δ᾽ ἀντολικοῖο λελουμένος Ὠκεανοῖο
σεισάμενος γονόεσσαν ἀθαλπέος ἰκμάδα χαίτης
ὄμβρον ἄγεις φερέκαρπον, ἐπ᾽ εὐώδινι δὲ Γαίῃ
ἠερίης ἠῷον ἐρεύγεαι ἀρδμὸν ἐέρσης,
390 καὶ σταχύων ὠδῖνας ἀναλδαίνεις σέο δίσκῳ
ῥαίνων ζωοτόκοιο δι᾽ αὔλακος ὄμπνιον ἀκτήν.
Βῆλος ἐπ᾽ Εὐφρήταο, Λίβυς κεκλημένος Ἄμμων,
Ἆπις ἔφυς Νειλῷος, Ἄραψ Κρόνος, Ἀσσύριος Ζεύς:
καὶ ξύλα κηώεντα φέρων γαμψώνυχι ταρσῷ
395 χιλιέτης σοφὸς ὄρνις ἐπ᾽ εὐόδμῳ σέο βωμῷ
φοίνιξ, τέρμα βίοιο φέρων αὐτόσπορον ἀρχήν,
τίκτεται ἰσοτύποιο χρόνου παλινάγρετος εἰκών,
λύσας δ᾽ ἐν πυρὶ γῆρας ἀμείβεται ἐκ πυρὸς ἥβην:
εἴτε Σάραπις ἔφυς, Αἰγύπτιος ἀννέφελος Ζεύς,
400 εἰ Κρόνος, εἰ Φαέθων πολυώνυμος, εἴτε σὺ Μίθρης,
ἠέλιος Βαβυλῶνος, ἐν Ἑλλάδι Δελφὸς Ἀπόλλων
εἰ Γάμος, ὃν σκιεροῖσιν Ἔρως ἔσπειρεν ὀνείροις
μιμηλῆς τελέων ἀπατήλιον ἵμερον εὐνῆς,
ἐκ Διὸς ὑπνώοντος ὅτε γλωχῖνι μαχαίρης
405 αὐτογάμῳ σπόρον ὑγρὸν ἐπιξύσαντος ἀρούρης
οὐρανίαις λιβάδεσσιν ἐμαιώθησαν ἐρίπναι,
εἴτε σὺ Παιήων ὀδυνήφατος, εἰ πέλες Αἰθὴρ
ποικίλος, Ἀστροχίτων δὲ φατίζεαι — ἐννύχιοι γὰρ
οὐρανὸν ἀστερόεντες ἐπαυγάζουσι χιτῶνες — :
410 οὔασιν εὐμενέεσσιν ἐμὴν ἀσπάζεο φωνήν.’
τοῖον ἔπος Διόνυσος ἀνήρυγεν. ἐξαπίνης δὲ
ἔνθεον εἶδος ἔχων θεοδέγμονος ἔνδοθι νηοῦ
Ἀστροχίτων ἤστραψε: πυριγλήνου δὲ προσώπου
μαρμαρυγὴν ῥοδόεσσαν ἀπηκόντιζον ὀπωπαί:
415 καὶ θεὸς αἰγλήεις παλάμην ὤρεξε Λυαίῳ,
ποικίλον εἷμα φέρων, τύπον αἰθέρος, εἰκόνα κόσμου,
στίλβων ξανθὰ γένεια καὶ ἀστερόεσσαν ὑπήνην:
καί μιν ἐυφραίνων φιλίῃ μείλιξε τραπέζῃ.
αὐτὰρ ὁ θυμὸν ἔτερπεν ἀδαιτρεύτῳ παρὰ δείπνῳ
420 ψαύων ἀμβροσίης καὶ νέκταρος: οὐ νέμεσις δέ,
εἰ γλυκὺ νέκταρ ἔπινε μετὰ γλάγος ἄμβροτον Ἥρης:
εἴρετο δ᾽ Ἀστροχίτωνα χέων φιλοπευθέα φωνήν:
‘Ἀστροχίτων με δίδασκε, τύπῳ χθονός, εἰκόνι νήσου,
τίς θεὸς ἄστυ πόλισσε, τίς ἔγραφεν οὐρανίη χείρ;
425 τίς σκοπέλους ἀνάειρε καὶ ἐρρίζωσε θαλάσσῃ;
τίς κάμε δαίδαλα ταῦτα; πόθεν λάχον οὔνομα πηγαί;
τίς χθονὶ νῆσον ἔμιξεν ὁμόζυγα μητρὶ θαλάσσῃ;’
εἶπε: καὶ Ἡρακλέης φιλίῳ μειλίξατο μύθῳ:
‘Βάκχε, σὺ μὲν κλύε μῦθον: ἐγὼ δέ σε πάντα διδάξω.
430 ἐνθάδε φῶτες ἔναιον, ὁμόσπορος οὕς ποτε μούνους
ἀενάου κόσμοιο συνήλικας ἔδρακεν Αἰών,
ἁγνὸν ἀνυμφεύτοιο γένος χθονός, ὧν τότε μορφὴν
αὐτομάτην ὤδινεν ἀνήροτος ἄσπορος ἰλύς:
οἳ πόλιν ἰσοτύπων δαπέδων αὐτόχθονι τέχνῃ
435 πετραίοις ἀτίνακτον ἐπυργώσαντο θεμέθλοις.
καί ποτε πηγαίῃσι παρ᾽ εὐύδροισι χαμευναῖς
ἠελίου πυρόεντος ἱμασσομένης χθονὸς ἀτμῷ
τερψινόου Ληθαῖον ἀμεργόμενοι πτερὸν Ὕπνου
εὗδον ὁμοῦ, κραδίῃ δὲ φιλόπτολιν οἶστρον ἀέξων
440 γηγενέων στατὸν ἴχνος ἐπῃώρησα καρήνῳ,
καὶ βροτέου σκιοειδὲς ἔχων ἴνδαλμα προσώπου
θέσφατον ὀμφήεντος ἀνήρυγον ἀνθερεῶνος:
ὕπνον ἀποσκεδάσαντες ἀεργέα, παῖδες ἀρούρης,
τεύξατέ μοι ξένον ἅρμα βατῆς ἁλός: ὀξυτόμοις δ
ὲ
445 κόψατέ μοι πελέκεσσι ῥάχιν πιτυώδεος ὕλης:
τεύξατέ μοι σοφὸν ἔργον: ὑπὸ σταμίνεσσι δὲ πυκνοῖς
ἰκρία γομφώσαντες ἐπασσυτέρῳ τινὶ κόσμῳ
συμφερτὴν ἀτίνακτον ἀρηρότι δήσατε δεσμῷ,
δίφρον ἁλός, σχεδίην πρωτόπλοον, ἣ διὰ πόντου
450 ὑμέας ὀχλίζειε: καὶ ἀγκύλον ἄκρον ἀπ᾽ ἄκρου
πρωτοπαγὲς δόρυ μακρὸν ὅλον στήριγμα δεχέσθω:
ἰκρία δὲ σταμίνεσσιν ἀρηρότα δήσατε κύκλῳ,
τοίχου δουρατέου πυκινὸν τύπον: ὑψιτενὲς δὲ
σφιγγόμενον δεσμοῖσι μέσον ξύλον ὄρθιον ἔστω:
455 καὶ λίνεον πλατὺ φᾶρος ἐφάψατε δούρατι μέσσῳ,
συμπλεκέας δὲ κάλωας ἀμοιβαδίς, ὧν ἀπὸ δεσμῶν
ἐκταδὸν ἠερίῳ κολπώσατε φᾶρος ἀήτῃ
ἔγκυον ἐξ ἀνέμου νηοσσόον: ἀρτιπαγῆ δὲ
φράξατε λεπταλέοισι σεσηρότα δούρατα γόμφοις,
460 πυκνὰ περιστρώσαντες ὁμοζυγέων ἐπὶ τοίχων
ῥίπεσιν οἰσυΐνοις, μὴ φώριον οἶδμα χυθείη
ἐνδόμυχον γλαφυροῖο κεχηνότι δούρατος ὁλκῷ.
καὶ σχεδίης οἴηκα κυβερνητῆρα πορείης
ὑγρῆς ἀτραπιτοῖο πολύστροφον ἡνιοχῆα
465 πάντοθι δινεύοντες, ὅπῃ νόος ὑμέας ἕλκει,
δουρατέῳ κενεῶνι χαράξατε νῶτα θαλάσσης,
εἰσόκε χῶρον ἵκοισθε μεμορμένον, ὁππόθι δισσαὶ
ἀσταθέες πλώουσιν ἀλήμονες εἰν ἁλὶ πέτραι,
ἃς Φύσις Ἀμβροσίας ἐπεφήμισεν, αἷς ἔνι θάλλει
470 ἥλικος αὐτόρριζον ὁμόζυγον ἔρνος ἐλαίης,
πέτρης ὑγροπόροιο μεσόμφαλον: ἀκροτάτοις δὲ
αἰετὸν ἀθρήσητε παρεδρήσσοντα κορύμβοις
καὶ φιάλην εὔτυκτον: ἀπὸ φλογεροῖο δὲ δένδρου
θαμβαλέους σπινθῆρας ἐρεύγεται αὐτόματον πῦρ,
475 καὶ σέλας ἀφλεγέος περιβόσκεται ἔρνος ἐλαίης:
καὶ φυτὸν ὑψιπέτηλον ἕλιξ ὄφις ἀμφιχορεύει,
ἀμφότερον βλεφάροισι καὶ οὔασι θάμβος ἀέξων:
οὐ γὰρ ἀερσιπότητον ἐς αἰετὸν ἄψοφος ἕρπων
λοξὸς ἀπειλητῆρι δράκων περιβάλλεται ὁλκῷ,
480 οὐδὲ διαπτύων θανατηφόρον ἰὸν ὀδόντων
ὄρνιν ἑαῖς γενύεσσι κατεσθίει, οὐδὲ καὶ αὐτὸς
αἰετὸς ἑρπηστῆρα πολυσπείρητον ἀκάνθαις
ἁρπάξας ὀνύχεσσι μετάρσιος ἠέρα τέμνει,
οὐδέ μιν ὀξυόδοντι καταγράψειε γενείῳ:
485 οὐδέ τανυπρέμνοιο φυτοῦ πεφορημένος ὄζοις
πυρσὸς ἀδηλήτου περιβόσκεται ἔρνος ἐλαίης,
οὐδὲ δρακοντείων φολίδων σπείρημα μαραίνει
σύννομον ἀγχικέλευθον, ὁμοπλεκέων δὲ καὶ αὐτῶν
οὐ πτερύγων ὄρνιθος ἐφάπτεται ἁλλόμενον πῦρ,
ἀλλὰ φυτοῦ κατὰ μέσσα φίλον σέλας ἀτμὸν ἰάλλει:
490 οὐδὲ κύλιξ ἀτίνακτος ἐπήορος ὑψόθι πίπτει
σειομένων ἀνέμοισιν ὀλισθήσασα κορύμβων.
καὶ σοφὸν ἀγρεύσαντες ὁμόχρονον ὄρνιν ἐλαίης
αἰετὸν ὑψιπέτην ἱερεύσατε κυανοχαίτῃ,
495 λύθρον ἐπισπένδοντες ἁλιπλανέεσσι κολώναις
καὶ Διὶ καὶ μακάρεσσι: καὶ ἄστατος οὐκέτι πέτρη
πλάζεται ὑγροφόρητος, ἀκινήτοις δὲ θεμέθλοις
αὐτομάτη ζωσθεῖσα συνάπτεται ἄζυγι πέτρῃ.
πήξατε δ᾽ ἀμφοτέραις ἐπικείμενον ἄστυ κολώναις
500 ἀμφοτέρης ἑκάτερθεν ἐπὶ κρηπῖδι θαλάσσης.’
τοῖον ἔπος μαντῷον ἀνήρυγον: ἐγρόμενοι δὲ
Γηγενέες δεδόνηντο, καὶ οὔασιν αἰὲν ἑκάστου
θέσκελος ἀπλανέων ἐπεβόμβεε μῦθος ὀνείρων.
τοῖσι δ᾽ ἐγὼ τέρας ἄλλο μετὰ πτερόεντας ὀνείρους
505 ἀχνυμένοις ἀνέφηνα, φιλόκτιτον ἦθος ἀέξων
ἐσσόμενος πολιοῦχος: ὑπερκύψας δὲ θαλάσσης
ἀντίτυπον μίμημα φέρων ἰσόζυγι μορφῇ
εἰς πλόον αὐτοδίδακτον ἐνήχετο ναυτίλος ἰχθύς:
τὸν τότε παπταίνοντες ἐοικότα νηὶ θαλάσσης
510 καὶ πλόον εὐποίητον ἄτερ καμάτοιο μαθόντες,
καὶ σχεδίην πήξαντες ὁμοίιον ἰχθύι πόντου
ναυτιλίης τύπον ἶσον ἐμιμήσαντο θαλάσσης.
καὶ πλόος ἦν: πισύρων δὲ λίθων ἰσοελκέι φόρτῳ
ναυτιλίην ἰσόμετρον ἐπιστώσαντο θαλάσσῃ,
515 καὶ γεράνων ἀτίνακτον ἐμιμήσαντο πορείην.
αἳ στομάτων ἔντοσθεν ἀοσσητῆρα κελεύθου
λᾶαν ἐλαφρίζουσι καταχθέα, μή ποτε κείνων
ἱπταμένων πτερὰ κοῦφα παραπλάγξειεν ἀήτης,
εἰσόκε χῶρον ἐκεῖνον ἐσέδρακον, ἧχι θυέλλαις
520 εἰς πλόον αὐτοκέλευθον ἐναυτίλλοντο κολῶναι.
καὶ σχεδίην ἔστησαν ἁλιστεφάνῳ παρὰ νήσῳ,
καὶ σπιλάδων ἐπέβαινον, ὅπῃ φυτὸν ἦεν Ἀθήνης.
τοῖσι δὲ μαιομένοισιν ἐφέστιον ὄρνιν ἐλαίης
αἰετὸς ἠερόφοιτος ἑκούσιον εἰς μόρον ἔστη:
525 Γηγενέες δὲ λαβόντες ἐύπτερον ἔνθεον ἄγρην,
ἂψ ἀνασειράζοντες ὀπισθοτόνοιο καρήνου
γυμνὸν ἐφαπλώσαντες ἐλεύθερον ἀνθερεῶνα,
αἰετὸν αὐτοκέλευθον ἐδαιτρεύσαντο μαχαίρῃ
Ζηνὶ καὶ ὑγρομέδοντι: δαϊζομένου δὲ σιδήρῳ
530 ἔμφρονος οἰωνοῖο νεοσφαγέων ἀπὸ λαιμῶν
θέσκελον ἔρρ
εεν αἷμα, θαλασσοπόρους δὲ κολώνας
δαιμονίαις λιβάδεσσιν ἐπερρίζωσε θαλάσσῃ
ἄγχι Τύρου παρὰ πόντον: ἐπ᾽ ἀρραγέεσσι δὲ πέτραις
Γηγενέες βαθύκολπον ἐδωμήσαντο τιθήνην.
535 σοὶ μέν, ἄναξ Διόνυσε, πεδοτρεφὲς αἷμα Γιγάντων
ἔννεπον αὐτολόχευτον Ὀλύμπιον, ὄφρα δαείης
ὑμετέρων προγόνων Τυρίην αὐτόχθονα φύτλην:
ἀμφὶ δὲ πηγάων μυθήσομαι: ἀρχέγονοι γὰρ
παρθενικαὶ πάρος ἦσαν ἐχέφρονες, ὧν ἐπὶ μίτρῃ
540 θερμὸς Ἔρως κεχόλωτο, καὶ ἱμερόεν βέλος ἕλκων
τοῖον ἀλεξιγάμοισιν ἔπος ξυνώσατο Νύμφαις:
Ν̔ηὶς Ἀβαρβαρέη φιλοπάρθενε, δέξο καὶ αὐτὴ
τοῦτο βέλος, τό περ ἔσχεν ὅλη φύσις: ἐνθάδε πήξω
παστάδα Καλλιρόης, Δροσερῆς δ᾽ ὑμέναιον ἀείσω.
545 ἀλλ᾽ ἐρέεις: ‘μεθέπω διερὸν γένος, ἐκ δὲ ῥοάων
αὐτοτελὴς γενόμην, καὶ ἐμὴ τροφὸς ἔπλετο πηγή.’
νηιὰς ἦν Κλυμένη καὶ ἀπόσπορος Ὠκεανοῖο:
ἀλλὰ γάμοις ὑπόειξεν, ἐνυμφεύθη δὲ καὶ αὐτή,
ὡς ἴδε λάτριν Ἔρωτος ἀρείονα κυανοχαίτην
550 οἴστρῳ Κυπριδίῳ δεδονημένον: ἀρχέγονος δὲ
Ὠκεανὸς ποταμοῖσι καὶ ὕδασι πᾶσι κελεύων
Τηθύος οἶδεν ἔρωτα καὶ εὐύδρους ὑμεναίους.
τέτλαθι καὶ σὺ φέρειν ἴσα Τηθύι. τοσσατίης δὲ
ἐξ ἁλὸς αἷμα φέρουσα καὶ οὐκ ὀλίγης ἀπὸ πηγῆς
555 ἱμείρει Γαλάτεια μελιζομένου Πολυφήμου,
καὶ βυθίη χερσαῖον ἔχει πόσιν, ἐκ δὲ θαλάσσης
πηκτίδι θελγομένη μετανάστιος εἰς χθόνα βαίνει.