Book Read Free

Works of Nonnus

Page 147

by Nonnus


  καὶ πηγαὶ δεδάασιν ἐμὸν βέλος: οὔ σε διδάξω

  ἵμερον ὑδατόεντα: ποθοβλήτοιο δὲ πηγῆς

  560 ἔκλυες ὑγρὸν ἔρωτα Συρηκοσίης Ἀρεθούσης:

  Ἀλφειὸν δεδάηκας, ὃς ἰκμαλέῳ παρὰ παστῷ

  ὑδρηλαῖς παλάμαις περιβάλλεται ἠθάδα Νύμφην.

  πηγῆς αἷμα φέρουσα τί τέρπεαι ἰοχεαίρῃ;

  Ἄρτεμις οὐ βλάστησεν ἀφ᾽ ὕδατος, ὡς Ἀφροδίτη.

  ἔννεπε Καλλιρόῃ: Δροσερῇ μὴ κρύπτε καὶ αὐτῇ.

  565 Κύπριδι μᾶλλον ὄφελλες ἄγειν χάριν, ὅττι καὶ αὐτὴ

  αὐχένα κάμψεν Ἔρωτι, καὶ εἰ τροφός ἐστιν Ἐρώτων.

  δέχνυσο κέντρα πόθοιο, καὶ ὑγρονόμον σε καλέσσω

  εἰς γενεήν, ἐς ἔρωτα κασιγνήτην Ἀφροδίτης.᾿

  570 τοῖον ἔπος κατέλεξεν: ὀπισθοτόνοιο δὲ τόξου

  τριπλόα πέμπε βέλεμνα, καὶ εὐύδρῳ παρὰ παστῷ

  Νηιάδων φιλότητι συνήρμοσεν υἷας ἀρούρης,

  καὶ Τυρίης ἔσπειρε θεηγενὲς αἷμα γενέθλης.’

  τοῖα μὲν Ἡρακλέης πρόμος αἰθέρος ἔννεπε Βάκχῳ

  575 τερψινόοις ὀάροισιν: ὁ δέ φρένα τέρπετο μύθῳ,

  καὶ πόρεν Ἡρακλῆι, τὸν οὐρανίη κάμε τέχνη,

  χρυσοφαῆ κρητῆρα σελασφόρον: Ἡρακλέης δὲ

  ἀστραίῳ Διόνυσον ἀνεχλαίνωσε χιτῶνι

  καὶ θεὸν ἀστροχίτωνα Τύρου πολιοῦχον ἐάσας

  580 Ἀσσυρίης ἑτέρης ἐπεβήσατο Βάκχος ἀρούρης.

  BOOK 41

  πρῶτον τεσσαρακοστὸν ἔχει, πίθεν υἱέι Μύρρης

  ἄλλην Κύπριν ἔτικτεν Ἀμυμώνην Ἀφροδίτη.

  ἄρτι μέν ὀφρυόεντος ὑπὲρ Λιβάνοιο καρήνων

  πήξας ἀγλαόκαρπον ἐπὶ χθονὶ βότρυν ὀπώρης

  οἰνοτόκους ἐμέθυσσεν ὅλης κενεῶνας ἀρούρης:

  καὶ Παφίης δόμον εἶδε γαμήλιον: ἡμερίδων δὲ

  5 ἔρνεσιν ἀρτιφύτοισι βαθύσκιον ἄλσος ἐρέψας

  ἀμπελόεν πόρε δῶρον Ἀδώνιδι καὶ Κυθερείῃ.

  καὶ Χαρίτων χορὸς ἦεν: ἀεξιφύτοιο δὲ λόχμης

  ἡμερίδων ζωστῆρι θορὼν ἐπιβήτορι παλμῷ

  κισσὸς ἀερσιπότητος ἐμιτρώθη κυπαρίσσῳ

  10 ἀλλὰ θεμιστοπόλου Βερόης παρὰ γείτονι πέζῃ

  ὕμνον Ἀμυμώνης, Λιβανηίδες εἴπατε Μοῦσαι,

  καὶ βυθίου Κρονίδαο καὶ εὐύμνοιο Λυαίου

  Ἄρεα κυματόεντα καὶ ἀμπελόεσσαν Ἐνυώ.

  ἔστι πόλις Βερόη, βιότου τρόπις, ὅρμος Ἐρώτων,

  15 ποντοπαγής, εὔνησος, ἐύχλοος, οὖ ῥάχις ἰσθμοῦ

  στεινὴ μῆκος ἔχοντος, ὅπῃ διδύμης μέσος ἅλμης

  κύμασιν ἀμφοτέροισιν ἱμάσσεται ὄρθιος αὐχήν:

  ἀλλὰ τὰ μὲν βαθύδενδρον ὑπὸ ῥάχιν αἴθοπος Εὔρου

  Ἀσσυρίῳ Λιβάνῳ παραπέπταται, ἧχι πολίταις

  20 ὄρθια συρίζουσα βιοσσόος ἔρχεται αὔρη,

  εὐόδμοις ἀνέμοισι τινασσομένων κυπαρίσσων...

  50 σύννομος ἰχθυβολῆι γέρων ἐμελίζετο ποιμήν.

  καί δόμος ἀγρονόμων, ὅθι πολλάκις ἐγγύθι λόχμης

  Πανὶ μελιζομένῳ δρεπανηφόρος ἤντετο Δηώ,

  καί τις ἐφ᾽ ἱστοβοῆι γεωμόρος αὐχένα κάμψας,

  25 ῥαίνων ἀρτιχάρακτον ὀπισθοβόλῳ χθόνα καρπῷ,

  γείτονι μηλοβοτῆρι παρὰ σφυρὰ φορβάδος ὕλης,

  σφίγξας σύζυγα ταῦρον, ὁμίλεε κυρτὸς ἀροτρεύς.

  ἄλλα δὲ πὰρ πελάγεσσιν ἔχει πόλις, ἧχι τιταίνει

  στέρνα Ποσειδάωνι, καὶ ἔμβρυον αὐχένα κούρης

  30 πήχεϊ μυδαλέῳ περιβάλλεται ὑγρὸς ἀκοίτης,

  πέμπων ὑδατόεντα φιλήματα χείλεσι νύμφης:

  καὶ βυθίη ἀπὸ χειρὸς ὁμευνέτις ἠθάδι κόλπῳ

  ἕδνα Ποσειδάωνος ἁλίτροφα πώεα λίμνης

  δέχνυται, ἰχθυόεντα πολύχροα δεῖπνα τραπέζης,

  35 εἰναλίῃ Νηρῆος ἐπισκαίροντα τραπέζῃ,

  ἀρκτῴην παρὰ πέζαν, ὅπῃ βαθυκύμονος ἀκτῆς

  μηκεδανῷ κενεῶνι βορήιος ἕλκεται αὐλών.

  ἀμφὶ δέ τερψινόοιο μεσημβρινὸν αὐχένα γαίης

  εἰς ῥαχίην Νοτίην ψαμαθώδεές εἰσιν ἀταρποὶ

  40 εἰς χθόνα Σιδονίην, ὅθι ποικίλα δένδρεα κήπων

  καὶ σταφυλαὶ κομόωσι, τανυπτόρθοις δὲ πετήλοις

  δάσκιος ἀπλανέεσσι τιταίνεται οἶμος ὁδίταις.

  δοχμώσας δὲ ῥέεθρον ἐπ᾽ ᾐόνι πόντος ἀράσσει

  ἀμφὶ δύσιν κυανωπόν, ὅπῃ λιγυηχέι ταρσῷ

  45 ἑσπερίων Ζεφύροιο καθιππεύοντος ἐναύλων

  συριγμῷ δροσόεντι Λίβυς ῥιπίζεται ἀγκών,

  ἀνθεμόεις ὅθι χῶρος, ὅπῃ παρὰ γείτονι πόντῳ

  φυταλιαὶ θαλέουσι, καὶ εὐπετάλων ἀπὸ δένδρων

  ἄσθματι βομβήεντι μελίζεται ἔμπνοος ὕλη.

  ἐνθάδε φῶτες ἔναιον ὁμήλικες ἠριγενείης,

  οὓς Φύσις αὐτογένεθλος ἀνυμφεύτῳ τινὶ θεσμῷ

  ἤροσε νόσφι γάμων, ἀπάτωρ, ἀλόχευτος, ἀμήτωρ,

  ὁππότε συμμιγέων ἀτόμων τετράζυγι δεσμῷ

  55 ὕδατι καὶ πυρόεντι πεφυρμένον ἠέρος ἀτμῷ

  σύζυγα μορφώσασα σοφὸν τόκον ἄσπορος ἰλὺς

  ἔμπνοον ἐψύχωσε γονὴν ἐγκύμονι πηλῷ,

  οἶς Φύσις εἶδος ὄπασσε τελεσφόρον: ἀρχεγόνου γὰρ

  Κέκροπος οὐ τύπον εἶχον, ὃς ἰοβόλῳ ποδὸς ὁλκῷ

  60 γαῖαν ἐπιξύων ὀφιώδεϊ σύρετο ταρσῷ,

  νέρθε δράκων, καὶ ὕπερθεν ἀπ᾽ ἰξύος ἄχρι καρήνου

  ἀλλοφυὴς ἀτέλεστος ἐφ�
�ίνετο δίχροος ἀνήρ:

  οὐ τύπον ἄγριον εἶχον Ἐρεχθέος, ὃν τέκε Γαίης

  αὔλακι νυμφεύσας γαμίην Ἥφαιστος ἐέρσην:

  65 ἀλλὰ θεῶν ἴνδαλμα γονῆς αὐτόχθονι ῥίζῃ

  πρωτοφανής χρύσειος ἐμαιώθη στάχυς ἀνδρῶν.

  καί Βερόης νάσσαντο πόλιν πρωτόσπορον ἕδρην,

  ἣν Κρόνος αὐτὸς ἔδειμε, σοφῆς ὅτε νεύματι Ῥείης

  ὀκρυόεν θέτο δόρπον ἑῷ πολυχανδέι λαιμῷ.

  70 καί λίθον Εἰλείθυιαν ἔων βεβριθότι φόρτῳ,

  θλιβομένης πολύπαιδος ἀκοντιστῆρα γενέθλης,

  χανδὸν ὅλου ποταμοῖο ῥόον νεφεληδὸν ἀφύσσων

  στήθεϊ παφληάφοντι μογοστόκον ἔστασεν ὕδωρ,

  λύσας γαστέρος ὄγκον: ἐπασσυτέρους δὲ διώκων

  75 δισσοτόκους υἱῆας ἀνήρυγεν ἔγκυος αὐχήν,

  πορθμὸν ἔχων τοκετοῖο λεχώιον ἀνθερεῶνα:

  Ζεὺς τότε κοῦρος ἔην, ἔτι που βρέφος: οὔ ποτε πυκνῷ

  θερμὸν ἀνασχίζουσα νέφος βητάρμονι παλμῷ

  ἀστεροπὴ σελάγιζε, καὶ οὐ Τιτηνίδι χάρμῃ

  80 Ζηνὸς ἀοσσητῆρες ὀιστεύοντο κεραυνοί:

  οὐδὲ συνερχομένων νεφέων μυκήτορι ῥόμβῳ

  βρονταίη βαρύδουπος ἐβόμβεεν ὄμβριος ἠχώ.

  ἀλλὰ πόλις Βερόη προτέρη πέλεν, ἣν ἅμα γαίῃ

  πρωτοφανὴς ἐνόησεν ὁμήλικα σύμφυτος Αἰών:

  85 οὐ τότε Ταρσὸς ἔην τερψίμβροτος, οὐ τότε Θήβη,

  οὐ τότε Σάρδιες ἦσαν, ὅπῃ Πακτωλίδος ὄχθης

  χρυσὸν ἐρευγομένης ἀμαρύσσεται ὄλβιος ἰλύς,

  Σάρδιες, Ἠελίοιο συνήλικες: οὐ γένος ἀνδρῶν,

  οὐ τότε τις πόλις ἦεν Ἀχαιιάς, οὐδὲ καὶ αὐτὴ

  90 Ἀρκαδίη προσέληνος: ἀνεβλάστησε δὲ μούνη

  πρεσβυτέρη Φαέθοντος, ὅθεν φάος ἔσχε Σελήνη.

  καὶ φθαμένη χθόνα πᾶσαν, ἑῷ παμμήτορι κόλπῳ

  ἠελίου νεοφεγγὲς ἀμελγομένη σέλας αἴγλης

  καὶ φάος ὀψιτέλεστον ἀκοιμήτοιο Σελήνης,

  95 πρώτη κυανέης ἀπεσείσατο κῶνον ὀμίχλης,

  καὶ χάεος ζοφόεσσαν ἀπεστυφέλιξε καλύπτρην:

  καὶ φθαμένη Κύπροιο καὶ Ἴσθμιον ἄστυ Κορίνθου

  πρώτη Κύπριν ἔδεκτο φιλοξείνῳ πυλεῶνι

  ἐξ ἁλὸς ἀρτιλόχευτον, ὅτε βρυχίην Ἀφροδίτην

  100 οὐρανίης ὤδινεν ἀπ᾽ αὔλακος ἔγκυον ὕδωρ,

  ὁππόθι νόσφι γάμων ἀρόσας ῥόον ἄρσενε λύθρῳ

  αὐτοτελὴς μορφοῦτο θυγατρογόνῳ γόνος ἀφρῷ,

  καὶ Φύσις ἔπλετο μαῖα: συναντέλλων δὲ θεαίνῃ

  στικτὸς ἱμάς, στεφανηδὸν ἐπ᾽ ἰξύι κύκλον ἑλίξας,

  105 αὐτομάτῳ ζωστῆρι δέμας μίτρωσεν ἀνάσσης.

  καὶ θεὸς ἰχνεύουσα δι᾽ ὕδατος ἄψοφον ἀκτὴν

  οὐ Πάφον, οὐκ ἐπὶ Βύβλον ἀνέδραμεν, οὐ πόδα χέρσῳ

  Κωλιάδος ῥηγμῖνος ἐφήρμοσεν, ἀλλὰ καὶ αὐτῶν

  ὠκυτέρῃ στροφάλιγγι παρέτρεχεν ἄστυ Κυθήρων:

  110 καὶ χρόα φυκιόεντι περιτρίψασα κορύμβῳ

  πορφυρέη πέλε μᾶλλον: ἀκυμάντοιο δὲ πόντου

  χεῖρας ἐρετμώσασα θεητόκον ἔσχισεν ὕδωρ

  νηχομένη, καὶ στέρνον ἐπιστορέσασα θαλάσσῃ

  σιγαλέην ἀνέκοπτε χαρασσομένην ἅλα ταρσῷ,

  115 καὶ δέμας ᾐώρησε, διχαζομένης δὲ γαλήνης

  ποσσὶν ἀμοιβαίοισιν ὀπίστερον ὤθεεν ὕδωρ:

  καὶ Βερόης ἐπέβαινε: ποδῶν δ᾽ ἐπίβαθρα θεαίνης

  ἐξ ἁλὸς ἐρχομένης ναέτης ἐψεύσατο Κύπρου.

  πρώτη Κύπριν ἔδεκτο: καὶ ὑψόθι γείτονος ὅρμου

  120 αὐτοφυεῖς λειμῶνες ἐρευγόμενοι βρύα ποίης

  ἤνθεον ἔνθα καὶ ἔνθα, πολυψαμάθῳ δ᾽ ἐνὶ κόλπῳ

  ἠιόνες ῥοδέοισιν ἐφοινίσσοντο κορύμβοις,

  πέτρη δ᾽ ἀφριόωσα θυώδεος ἔγκυος οἴνου

  πορφυρέην ὠδῖνα χαραδραίῳ τέκε μαζῷ,

  125 ληναίαις λιβάδεσσι κατάσκιον ὄμβρον ἐέρσης...

  ἀργεννὴ κελάρυζε γαλαξαίῳ χύσις ὁλκῷ:

  αὐτοχύτου δὲ μύροιο μετάρσιον ἀτμὸν ἑλίσσων

  ἠερίους ἐμέθυσσε πόρους εὔοδμος ἀήτης.

  καὶ τότε θοῦρον Ἔρωτα, γονῆς πρωτόσπορον ἀρχήν,

  130 ἁρμονίης κόσμοιο φερέσβιον ἡνιοχῆα,

  ἀρτιφανὴς ὤδινεν ἐπ᾽ ὀφρύσι γείτονος ὅρμου:

  καὶ πάις ὠκυπόδης, κόπον ἄρσενα ποσσὶ τινάξας,

  γαστρὸς ἀμαιεύτοιο μογοστόκον ἔφθασεν ὥρην,

  μητρὸς ἀνυμφεύτοιο μεμυκότα κόλπον ἀράξας,

  135 θερμὸς ἔτι πρὸ τόκοιο: κυβιστητῆρι δὲ παλμῷ

  δινεύων πτερὰ κοῦφα πύλας ὤιξε λοχείης.

  καὶ ταχὺ αἰγλήεντι θορὼν ἐπί μητρὸς ἀγοστῷ

  ἄστατος ἀκλινέεσσιν Ἔρως ἀνεπάλλετο μαζοῖς,

  στήθεϊ παιδοκόμῳ τετανυσμένος: εἶχε δὲ φορβῆς

  140 ἵμερον αὐτοδίδακτον: ἀνημέλκτοιο δὲ θηλῆς

  ἄκρα δακὼν γονίμων λιβάδων τεθλιμμένον ὄγκῳ

  οἰδαλέων ἀκόρητος ὅλον γλάγος ἔσπασε μαζῶν.

  ῥίζα βίου, Βερόη, πολίων τροφός, εὖχος ἀνάκτων,

  πρωτοφανής, Αἰῶνος ὁμόσπορε, σύγχρονε κόσμου,

  145 ἕδρανον Ἑρμείαο, Δίκης πέδον, ἄστυ θεμίστων,

  ἔνδιον Εὐφροσύνης, Παφίης δόμος, οἶκος Ἐρώτων,

  Βάκχου τερπνὸν ἔδεθλον, ἐναύλιον ἰοχεαίρης,

  Νηρεΐδων ἀνάθημα, Διὸς δόμος, Ἄρεος αὐλή,

  Ὀρχομενὸς Χαρίτων, Λι�
�ανηίδος ἄστρον ἀρούρης,

  150 Τηθύος ἰσοέτηρος, ὁμόδρομος Ὠκεανοῖο,

  ὃς Βερόην ἐφύτευσεν ἑῷ πολυπίδακι παστῷ

  Τηθύος ἰκμαλέοισιν ὁμιλήσας ὑμεναίοις,

  ἥν περ Ἀμυμώνην ἐπεφήμισαν, εὖτέ ἑ μήτηρ

  ὑδρηλῆς φιλότητος ὑποβρυχίῃ τέκεν εὐνῇ

  155 ἀλλά τις ὁπλοτέρη πέλεται φάτις, ὅττί μιν αὐτὴ

  ἀνδρομέης Κυθέρεια κυβερνήτειρα γενέθλης

  Ἀσσυρίῳ πάνλευκον Ἀδώνιδι γείνατο μήτηρ:

  καὶ δρόμον ἐννεάκυκλον ἀναπλήσασα Σελήνης

  φόρτον ἐλαφρίζει: φθάμενος δέ μιν ὠκέι ταρσῷ,

  160 ἐσσομένων κήρυκα, Λατινίδα δέλτον, ἀείρων,

  εἰς Βερόης ὠδῖνα μογοστόκος ἤλυθεν Ἑρμῆς,

  καὶ Θέμις Εἰλείθυια, καὶ οἰδαλέου διὰ κόλπου

  στεινομένης ὠδῖνος ἀναπτύξασα καλύπτρην

  ὀξὺ βέλος κούφιζε πεπαινομένου τοκετοῖο,

  165 θεσμὰ Σόλωνος ἔχουσα: πιεζομένη δὲ λοχείῃ

  λυσιτόκῳ βαρὺ νῶτον ἐπικλίνασα θεαίνῃ

  Κύπρις ἀνωδίνεσκε, καὶ Ἀτθίδος ὑψόθι βίβλου

  παῖδα σοφὴν ἐλόχευσε, Λακωνίδες οἷα γυναῖκες

  υἱέας ὠδίνουσιν ἐπ᾽ εὐκύκλοιο βοείης:

  170 καὶ τόκον ἀρτιλόχευτον ἀπέπτυε θήλεϊ κόλπῳ

  ἄρσενα μαῖαν ἔχουσα δικασπόλον υἱέα Μαίης:

  καὶ βρέφος εἰς φάος ἦγεν. ἐχυτλώσαντο δέ κούρην

  τέσσαρες ἄστεα πάντα διιππεύοντες ἀῆται,

  ἐκ Βερόης ἵνα γαῖαν ὅλην πλήσωσι θεμίστων:

  175 τῇ δὲ λοχευομένῃ πρωτάγγελος εἰσέτι θεσμῶν

  Ὠκεανὸς πόρε χεῦμα λεχώιον ἰξύι κόσμου

 

‹ Prev