Book Read Free

Works of Nonnus

Page 156

by Nonnus

μελπομένων βαρύδουπος ἐπεσμαράγησε Κιθαιρών:

  40 καὶ δροσόεις κελάδησεν ἁλὸς κτύπος: ἦν δὲ νοῆσαι

  δένδρεα κωμάζοντα καὶ αὐδήεσσαν ἐρίπνην.

  καί τις ἑοῦ θαλάμοιο χοροίτυπος ἔκθορε κούρη,

  αὐλὸς ὅτε τρητοῖσι πόροις ἰάχησε κεράστης:

  καὶ κτύπος ἀμφιβόητος ἀδεψήτοιο βοείης

  45 παρθενικὰς βάκχευσεν, ἀπ᾽ εὐτύκτων δὲ μελάθρων

  εἰς ὄρος ὑψικάρηνον ἐρημάδας ἤλασε Βάκχας.

  καί τις ἀνοιστρηθεῖσα θυελλήεντι πεδίλῳ

  κούρη λυσιέθειρα διέσσυτο παρθενεῶνος,

  κερκίδα καλλείψασα καὶ ἱστοτέλειαν Ἀθήνην:

  50 καὶ πλοκάμων ἀκόμιστον ἀπορρίψασα καλύπτρην

  μίσγετο Βασσαρίδεσσι καὶ Ἀονὶς ἔπλετο Βάκχη.

  Τειρεσίας δ᾽ ἱέρευσεν ἀλεξικάκῳ Διονύσῳ

  βωμὸν ἀναστήσας, ἵνα Πενθέος ὕβριν ἐρύξῃ

  καὶ χόλον ἀπρήυντον ἀποσκεδάσειε Λυαίου:

  55 ἀλλὰ μάτην ἱκέτευσεν, ἐπεὶ λίνον ἤλυθε Μοίρης.

  καὶ Σεμέλης γενέτην ἐκαλέσσατο μάντις ἐχέφρων,

  ὄφρα μετασχήσωσι χοροστασίην Διονύσου.

  βριθομένοις δὲ πόδεσσι γέρων ὠρχήσατο Κάδμος

  στέψας Ἀονίῳ χιονώδεα βόστρυχα κισσῷ:

  60 Τειρεσίας δ᾽ ὁμόφοιτος ἑὸν πόδα νωθρὸν ἑλίσσων,

  Μυγδονίῳ Φρύγα κῶμον ἀνακρούων Διονύσῳ,

  εἰς χορὸν ἀίσσοντι συνέμπορος ἤιε Κάδμῳ

  γηραλέον νάρθηκι θεουδέι πῆχυν ἐρείσας.

  ἀθρήσας δὲ γέροντας ὁμήλυδας ὄμματι λοξῷ

  65 Τειρεσίαν καὶ Κάδμον ἀτάσθαλος ἴαχε Πενθεύς:

  ‘Κάδμε, τί μαργαίνεις; τίνι δαίμονι κῶμον ἐγείρεις;

  Κάδμε, μιαινομένης ἀποκάτθεο κισσὸν ἐθείρης,

  κάτθεο καὶ νάρθηκα νοοπλανέος Διονύσου:

  Ὀγκαίης δ᾽ ἀνάειρε σαόφρονα χαλκὸν Ἀθήνης.

  70 νήπιε Τειρεσία, στεφανηφόρε, ῥῖψον ἀήταις

  σῶν πλοκάμων τάδε φύλλα, νόθον στέφος: ἀντὶ δὲ θύρσου

  Φοίβου μᾶλλον ἄειρε τεὴν Ἰσμηνίδα δάφνην.

  αἰδέομαι σέο γῆρας, ἀμετροβίων δὲ καὶ αὐτῶν

  μάρτυρα δῶν ἐτέων πολιὴν πλοκαμῖδα γεραίρω:

  75 εἰ μὴ γὰρ τόδε γῆρας ἐρήτυε καὶ σέο χαίτη,

  καί κεν ἀλυκτοπέδῃσιν ἐγὼ δέο χεῖρας ἑλίξας

  δέσμιον ἀχλυόεντι κατεσφρήγισσα μελάθρῳ.

  σὸς νόος οὔ με λέληθε: σὺ γὰρ Πενθῆι μεγαίρων

  μαντοσύναις δολίῃσι νόθον θεὸν ἀνέρα τεύχεις,

  80 δῶρα λαβὼν Λυδοῖο παρ᾽ ἀνέρος ἠπεροπῆος,

  δῶρα πολυχρύσοιο φατιζομένου ποταμοῖο.

  ἀλλ᾽ ἐρέεις, ὅτι Βάκχος ἐποίνιον εὗρεν ὀπώρην:

  οἶνος ἀεὶ μεθύοντας ἐφέλκεται εἰς Ἀφροδίτην,

  εἰς φόνον ἀσταθέος νόον ἀνέρος οἶνος ἐγείρει.

  85 ἀλλὰ Διὸς γενετῆρος ἔχει δέμας ἠὲ χιτῶνας:

  χρύσεα πέπλα φέρων, οὐ νεβρίδας, ὑψιμέδων Ζεὺς

  ἀστράπτει μακάρεσσι: καὶ ἀνδράσι μάρναται Ἄρης

  χάλκεον ἔγχος ἔχων, οὐκ οἴνοπα θύρσον ἀείρων:

  οὐ βοέοις κεράεσσι κερασφόρος ἐστὶν Ἀπόλλων.

  90 μὴ ποταμὸς Σεμέλην νυμφεύσατο, καὶ τέκε νύμφη

  υἷα νόθον κερόεντα βοοκραίρῳ παρακοίτῃ;

  ἀλλ᾽ ἐρέεις: ‘γλαυκῶπις ἐς ἄρσενα δῆριν ἱκάνει

  σύγγονον ἔγχος ἔχουσα καὶ ἀσπίδα Παλλὰς Ἀθήνη’ ...

  αἰγίδα καὶ σὺ τίταινε τεοῦ Κρονίδαο τοκῆος.’

  95 ὣς φαμένου Πενθῆος ἀμείβετο μάντις ἐχέφρων:

  ‘Τί κλονέεις Διόνυσον, ὃν ἤροσεν ὑψιμέδων Ζεύς,

  ὃν Κρονίδης ὤδινε πατὴρ ἐγκύμονι μηρῷ,

  παιδοκόμῳ δὲ γάλακτι θεητόκος ἔτρεφε Ῥείη,

  ὃν πάρος ἡμιτέλεστον ἔτι πνείοντα τεκούσης

  100 ἀφλεγέες σπινθῆρες ἐχυτλώσαντο κεραυνοῦ;

  οὗτος ἀμαλλοτόκῳ Δημήτερι μοῦνος ἐρίζει

  ἀντίτυπον σταχύεσσιν ἔχων εὔβοτρυν ὀπώρην.

  ἀλλὰ χόλον Βρομίοιο φυλάσσεο: δυσσεβίης δὲ

  σοί, τέκος, ἢν ἐθέλῃς, Σικελόν τινα μῦθον ἐνίψω.

  105 Τυρσηνῶν ποτε παῖδες ἐναυτίλλοντο θαλάσσῃ,

  ξεινοφόνοι, πλωτῆρες ἀλήμονες, ἅρπαγες ὄλβου,

  πάντοθεν ἁρπάζοντες ἐπάκτια πώεα μήλων:

  καὶ πολὺς ἔνθα καὶ ἔνθα δορικτήτων ἀπὸ νηῶν

  εἰς μόρον ὑδατόεντα γέρων ἐκυλίνδετο ναύτης

  110 ἡμιθανής, ἕτερος δὲ προασπίζων ἕο ποίμνης

  ἀμφιλαφὴς πολιῇσι φόνῳ φοινίσσετο ποιμήν.

  ἔμπορος εἰ τότε πόντον ἐπέπλεεν, εἴ ποτε Φοῖνιξ

  ὤνια Σιδονίης ἁλιπόρφυρα πέπλα θαλάσσης

  εἶχεν, ὑπὲρ πόντοιο λαβὼν Τυρσηνὸς ἀλήτης

  115 ἀπροϊδὴς πεφόρητο ῥυηφενέων ἐπὶ νηῶν:

  καί τις ἀνὴρ νήποινον ἀπείρονα φόρτον ὀλέσσας

  εἰς Σικελὴν Ἀρέθουσαν ἀνὴρ πορθμεύετο Φοῖνιξ

  δέσμιος, ἁρπαμένοιο λιπόπτολις ἄμμορος ὄλβου.

  ἀλλὰ δόλῳ Διόνυσος ἐπίκλοπον εἶδος ἀμείψας

  120 Τυρσηνοὺς ἀπάφησε: νόθην δ᾽ ὑπεδύσατο μορφήν,

  ἱμερόεις ἅτε κοῦρος ἔχων ἀχάρακτον ὑπήνην,

  αὐχένι κόσμον ἔχων χρυσήλατον: ἀμφὶ δὲ κόρσην

  στέμματος ἀστράπτοντος ἔην αὐτόσσυτος αἴγλη

  λυχνίδος ἀσβέστοιο, καὶ ἔγχλοα νῶτα μαράγδου,

  125 καὶ λίθος
Ἰνδῴη χαροπῆς ἀμάρυγμα θαλάσσης:

  καὶ χροῒ δύσατο πέπλα φαάντερα κυκλάδος Ἠοῦς

  ἄρτι χαρασσομένης, Τυρίῃ πεπαλαγμένα κόχλῳ.

  ἵστατο δ᾽ αἰγιαλοῖο παρ᾽ ὀφρύσιν, οἷα καὶ αὐτὸς

  ὁλκάδος ἱμείρων ἐπιβήμεναι. οἱ δὲ θορόντες

  130 φαιδρὸν ἐληίσσαντο δολοπλόκον υἷα Θυώνης

  καὶ κτεάνων γύμνωσαν: ὑποτροχόωσα δὲ σειρὴ

  χερσὶν ὀπισθοτόνοισιν ἐμιτρώθη Διονύσου.

  καὶ νέος ἐξαπίνης μέγας ἔπλετο θέσπιδι μορφῇ

  ἀνδροφυὴς κερόεις ὑψούμενος ἄχρις Ὀλὺμπου,

  135 νύσσων ἠερίων νεφέων σκέπας: εὐκελάδῳ δὲ

  ὡς στρατὸς ἐννεάχιλος ἐῷ μυκήσατο λαιμῷ.

  μηκεδανοὶ δὲ κάλωες ἐχιδναῖοι πέλον ὁλκοί,

  ἔμπνοα μορφωθέντες ἐς ἀγκύλα νῶτα δρακόντων:

  καὶ πρότονοι σύριζον: ὑπηνέμιος δὲ κεράστης

  140 ὁλκαίαις ἑλίκεσσιν ἀνέδραμεν εἰς κέρας ἱστοῦ:

  καὶ χλοεροῖς πετάλοισι κατάσκιος ἠέρι γείτων

  ἱστὸς ἔην κυπάρισσος ὑπέρτατος: ὲν δὲ μεσόδμῃ

  κισσὸς ἀερσιπότητος ἀνήιεν αἰθέρι γείτων,

  σειρὴν αὐτοέλικτον ἐπιπλέξας κυπαρίσσῳ:

  145 ἀμφὶ δὲ πηδαλίοισιν ὑπερκύψασα θαλάσσης

  Βακχιὰς ἀμπελόεντι κάμαξ ἐβαρύνετο καρπῷ:

  πρύμνης δ᾽ ἡδυπότοιο βαρυνομένης Διονύσου

  οἶνον ἀναβλύζουσα μέθης βακχεύετο πηγή.

  ἀμφὶ δὲ σέλματα πάντα διὰ πρώρης ἀνιόντες

  150 θῆρες ἀεξήθησαν: ἐμυκήσαντο δὲ ταῦροι,

  καὶ βλοσυρὸν κελάδημα λέων βρυχήσατο λαιμῷ.

  Τυρσηνοὶ δ᾽ ἰάχησαν, ἐβακχεύοντο δὲ λύσσῃ

  εἰς φόβον οἰστρηθέντες. ἀεξιφύτοιο δὲ πόντου

  ἄνθεα κυματόεντες ἀπέπτυον ὕδατος ὁλκοί:

  155 καὶ ῥόδον ἐβλάστησε, καὶ ὑψόθεν, ὡς ἐνὶ κήπῳ,

  ἀφροτόκοι κενεῶνες ἐφοινίσσοντο θαλάσσης,

  καὶ κρίνον ἐν ῥοθίοις ἀμαρύσσετο. δερκομένων δὲ

  ψευδομένους λειμῶνας ἐβακχεύθησαν ὀπωπαί,

  καί σφιν ὄρος βαθύδενδρον ἐφαίνετο καὶ νομὸς ὕλης

  160 καὶ χορὸς ἀγρονόμων καὶ πώεα μηλοβοτήρων,

  καὶ κτύπον ὠίσαντο λιγυφθόγγοιο νομῆος

  ποιμενίῃ σύριγγι μελιζομένοιο νοῆσαι,

  καὶ λιγυρῶν ἀίοντες ἐυτρήτων μέλος αὐλῶν

  μεσσατίου πλώοντες ἀτέρμονος ὑψόθι πόντου

  165 γαῖαν ἰδεῖν ἐδόκησαν: ἀμερσινόῳ δ᾽ ὑπὸ λύσσῃ

  εἰς βυθὸν ἀίσσοντες ἐπωρχήσαντο γαλήνῃ,

  ποντοπόροι δελφῖνες: ἀμειβομένου δὲ προσώπου

  εἰς φύσιν ἰχθυόεσσαν ἐμορφώθη γένος ἀνδρῶν.

  καὶ σύ, τέος, δολόεντα χόλον πεφύλαξο Λυαίου.

  170 ἀλλ᾽ ἐρέεις: ῾ μεθέπω δέμας ἄλκιμον, ἀμφιέπω δὲ

  φρικτὸν ὀδοντοφύτων αὐτόσπορον αἷμα Γιγάντων.᾿

  δαιμονίην φύγε χεῖρα Γιγαντοφόνου Διονύσου,

  ὅς ποτε Τυρσηνοῖο παρὰ κρηπῖδα Πελώρου

  Ἄλπον ἀπηλοίησε, θεημάχον υἱὸν Ἀρούρης,

  175 μαρνάμενον σκοπέλοισι καὶ αἰχμάζοντα κολώναις:

  μαινομένου δὲ Γίγαντος ὑποπτήσσων στίχα λαιμῶν

  οὐ τότε κεῖνο κάρηνον ὁδοιπόρος ἔστιχε πέτρης:

  εἰ δέ τις ἀγνώσσων ἀβάτῳ πεφόρητο κελεύθῳ

  μαστίζων θρασὺν ἵππον, ὑπὲρ σκοπέλοιο νοήσας

  180 χερσὶ πολυσπερέεσσι περίπλοκον υἱὸς Ἀρούρης

  ἡνίοχον καὶ πῶλον ἑῷ τυμβεύσατο λαιμῷ.

  πολλάκι δ᾽ εὐδένδροιο δι᾽ οὔρεος εἰς νομὸν ἕλκων

  μῆλα μεσημβρίζοντα γέρων δαιτρεύετο ποιμήν.

  οὐ τότε δ᾽ αἰπολίοισι παρήμενος ἤ παρὰ μάνδραις

  185 συμφερτοῖς δονάκεσσι μελίζετο μουσοπόλος Πάν,

  οὐ κτύπου ὑστερόφωνος ἀμείβετο πηκτίδος Ἠχώ:

  ἀλλά, λάλον περ ἐοῦσαν, ἐθήμονι σύνθροον αὐλῷ

  Πανὸς ἀσιγήτοιο κατεσφρηγίσσατο σιγή,

  ὅττι Γίγας τότε πᾶσιν ἐπέχραεν: οὐ τότε βούτης,

  190 οὐ χορὸς ὑλοτόμων τις ὁμήλικας ἤκαχε Νύμφας

  τέμνων νήια δοῦρα, καὶ οὐ σοφὸς ὁλκάδα τέκτων

  δουροπαγὲς γόμφωσεν ὁδοιπόρον ἄρμα θαλάσσης,

  εἰσόκε κεῖνα κάρηνα παρέστιχε Βάκχος ὁδεύων,

  σείων Εὔια θύρσα: παρερχομένῳ δὲ Λυαίῳ

  195 ὑψινεφὴς περίμετρος ἐπέχραεν υἱὸς Ἀρούρης,

  ἀσπίδα πετρήεσσαν ἑοῖς ὤμοισιν ἀείρων:

  καὶ σκόπελον βέλος εἶχεν, ἐπεσκίρτησε δὲ Βάκχῳ

  γείτονα δενδρήεσσαν ἔχων ὑψίδρομον αἰχμήν,

  ἢ πίτυν ἤ πλατάνιστον ἀκοντίζων Διονύσῳ.

  200 ὡς ῥόπαλον πίτυν εἶχε, καὶ ὡς θοὸν ἄορ ἑλίσσων

  πρυμνόθεν αὐτόρριζον ἐκούφισε θάμνον ἐλαίης.

  ἀλλ᾽ ὅτε τηλεβόλους ὀρέων ἐκένωσε κολώνας,

  καὶ σκιερῆς βαθύδενδρος ἐγυμνώθη ῥάχις ὕλης,

  θυρσομανὴς τότε Βάκχος ἐὸν βέλος ἠθάδι ῥοίζῳ

  205 εἰς σκοπὸν ἠκόντιζε, καὶ ἠλιβάτου τύχεν Ἄλπου

  εἰς πλατὺν ἀνθερεῶνα, κατ᾽ ἀσφαράγοιο δὲ μέσσου

  ὀξυτενὴς χλοάουσα διέσσυτο Βακχιὰς αἰχμή:

  ἔνθα Γίγας ὀλίγῳ τετορημένος ὀξέι θύρσῳ

  ἡμιθανὴς κεκύλιστο καὶ ἔμπεσε γείτονι πόντῳ,

  210 πλησάμενος βαθύκολπον ὅλον κενεῶνα θαλάσσης:

  ὑψώσας δὲ �
��έεθρα Τυφαονίης διὰ πέτρης

  θερμὰ κασιγνήτοιο κατέκλυσε νῶτα χαμευνῆς,

  ἔμπυρον ὑδατόεντι καταψύχων δέμας ὁλκῷ.

  ἀλλά, τέκος, πεφύλαξο, μή εἴκελα καὶ σὺ νοήσῃς,

  215 Τυρσηνῶν ἄτε παῖδες, ἄτε θρασὺς υἱὸς Ἀρούρης.’

  εἶπε καὶ οὐ παρέπεισεν: ἀταρβήτῳ δὲ πεδίλῳ

  εἰς ὄρος ὑψικάρηνον ὁμόσσυτος ἤιε Κάδμῳ,

  ὄφρα χοροῦ ψαύσειε. σιδηροφόροις δὲ μαχηταῖς

  ἀσπίδα κουφίζων κορυθαιόλος ἴαχε Πενθεύς:

  220 ‘Δμῶες ἐμοί, στείχοντες ἐν ἄστεϊ καὶ μέσον ὕλης

  ἄξατέ μοι βαρύδεσμον ἀνάλκιδα τοῦτον ἀλήτην,

  ὄφρα τυπεὶς Πενθῆος ἀμοιβαίῃσιν ἱμάσθλαις

  μηκέτι φαρμακόεντι ποτῷ θέλξειε γυναῖκας,

  ἀλλὰ γόνυ κλίνειεν: ἀπὸ σκοπέλων δὲ καὶ αὐτὴν

  225 μητέρα βακχευθεῖσαν ἐμὴν φιλότεκνον Ἀγαύην

  φοιτάδος ἀγρύπνοιο μεταστήσασθε χορείης,

  λυσσαλέης ἐρύσαντες ἀνάμπυκα βότρυν ἐθείρης.’

  ὥς φαμένου Πενθῆος ὀπάονες ὠκέι ταρσῷ

  ἔδραμον ὑψικόμοιο δυσέμβατον εἰς ῥάχιν ὕλης

  230 ἴχνια μαστεύοντες ὀριπλανέος Διονύσου.

  καὶ μόγις ἀθρήσαντες ἐρημάδος ἀγχόθι πέτρης

  θυρσομανῆ Διόνυσον ἐπερρώσαντο μαχηταὶ:

  καὶ παλάμαις Βρομίοιο πέριξ ἔσφιγξαν ἱμάντας,

  δεσμὰ βαλεῖν ἐθέλοντες ἀνικήτῳ Διονύσῳ:

  235 ἀλλ᾽ ὁ μὲν ἦεν ἄφαντος, ἑῷ πτερόεντι πεδίλῳ

  ἀίξας ἀκίχητος, ἐν ἀφθόγγῳ δὲ σιωπῇ

  δαιμονίῃ θεράποντες ἐδουλώθησαν ἀνάγκῃ,

  μῆνιν ἀλυσκάζοντες ἀθηήτοιο Λυαίου

 

‹ Prev