Book Read Free

Works of Nonnus

Page 158

by Nonnus


  Ζηνὸς ἔχειν μίμημα Γιγαντοφόνοιο τοκῆος.

  εἴρεο Τειρεσίαν, τίνι χώεαι: εἴρεο Πυθώ,

  80 τίς Σεμέλῃ παρίαυε, τίς ἤροσε παῖδα Θυώνης.

  εἰ δὲ μαθεῖν ἐθέλεις χοροτερπέος ὄργια Βάκχου,

  φάρεα καλλείψας βασιλήια τέτλαθι, Πενθεῦ,

  θήλεα πέπλα φέρειν, καὶ γίνεο θῆλυς Ἀγαύη:

  μὴ δέ σε θηρεύοντα παραΐξωσι γυναῖκες.

  85 ἢν δὲ τεῇ παλάμῃ θηροκτόνα τόξα τανύσσῃς,

  Κάδμος ἐπαινήσει σε συναγρώσσοντα τεκούσῃ.

  Βάκχῳ μοῦνος ἔριζε, καί, εἰ θέμις, ἰοχεαίρῃ,

  ὄφρα λεοντοφόνον σε μετ᾽ Ἀκταίωνα καλέσσω.

  κάτθεο τεύχεα ταῦτα: σιδηροφόρους δὲ μαχητὰς

  90 χερσὶν ἀθωρήκτοισιν ἐμαὶ κτείνουσι γυναῖκες:

  εἰ δέ σε νικήσωσιν ἀτευχέι θήλεϊ χάρμῃ

  ἔντεσι κοσμηθέντα, τίς αἰνήσειε πολίτης

  ἄνδρα γυναικείῃ κεκαφηότα δηιοτῆτι;

  Βασσαρὶς οὐ τρομέει πτερόεν βέλος, οὐ δόρυ φεύγει:

  95 ἀλλὰ δόλῳ κρυφἱῳ πυκάσας ἄγνωστον ὀπωπὴν

  ὄψεαι ὄργια πάντα χοροπλεκέος Διονύσου.’

  ὣς εἰπών παρέπεισεν, ἐπεὶ νόον ἀνδρὸς ἱμάσσων

  φοιταλέης ἐδόνησε κατάσχετον ἅλματι λύσσης ...

  καὶ Βρομίῳ συνάεθλος ἐπέχραε Πενθέι Μήνη

  100 δαιμονίῃ μάστιγι: συνερχομένης δὲ Λυαίῳ

  λυσσήεις θρασὺς οἶστρος ἀμερσινόοιο Σελήνης

  φάσματα ποικιλόμορφα μεμηνότι Πενθέι δείξας

  φρικτὸν Ἐχιονίδην προτέρης μετέθηκε μενοινῆς,

  καὶ σφαλερῇ Πενθῆος ἐπεσμαράγησεν ἀκουῇ,

  105 δαιμονίης σάλπιγγος ἀλάστορα δοῦπον ἀράσσων:

  ἀνέρα δ᾽ ἐπτοίησε. καἰ εἰς δόμον ἤλυθε Πενθεὺς

  οἰστρομανής, ποθέων θιασώδεος ὄργια Βάκχου:

  φωριαμοὺς δ᾽ ὤιξε θυώδεας, ἧχι γυναικῶν

  κέκλιτο Σιδονίης ἁλιπόρφυρα πέπλα θαλάσσης:

  110 καὶ χροΐ ποικιλόνωτον ἐδύσατο πέπλον Ἀγαύης:

  Αὐτονόης δ᾽ ἔσφιγξεν ἐπὶ πλοκάμοισι καλύπτρην,

  στήθεα μιτρώσας Βασιλήια κυκλάδι τέχνῃ:

  καὶ πόδας ἐσφήκωσε γυναικείοισι πεδίλοις:

  χειρὶ δὲ θύρσου ἄειρε: μετερχομένοιο δὲ Βάκχας

  115 ποικίλος ἰχνευτῆρι χιτὼν ἐπεσύρετο ταρσῷ.

  Μιμηλοῖς δὲ πόδεσσιν ἕλιξ ὠρχήσατο Πενθεὺς

  ἡδυμανής: λοξῷ δὲ πέδον κροτάλιζε πεδίλῳ

  ἐκ ποδὸς αἰθύσσων ἕτερον πόδα: χεῖρα δὲ δισσὴν

  θηλύνων ἐλέλιζεν ἀμοιβάδα δίζυγι παλμῷ,

  120 οἷα γυνὴ παίζουσα χοροίτυπος: οἷα δὲ ῥόπτρῳ

  δίκτυπον ἁρμονίην κροτέων ἑτερόζυγι χαλκῷ

  ἠερίαις μεθέηκεν ἀλήμονα βόστρυχον αὔραις,

  Λυδὸν ἀνακρούων μέλος Εὔιον. ἦ τάχα φαίης

  ἄγρια κωμάζουσαν ἰδεῖν λυσσώδεα βάκχην.

  125 καὶ διδύμους Φαέθοντας ἐδέρκετο καἰ δύο Θήβας:

  ἔλπετο δ᾽ ἀκαμάτων ἐπικείμενον ὑψόθεν ὤμων

  Θήβης ἑπταπόροιο μετοχλίζειν πυλεῶνα.

  ἀμφὶ δέ μιν στεφανηδὸν ἐκυκλώσαντο πολῖται,

  ὃς μὲν ἔχων τροχόεντα λόφον χθονός, ὃς δ᾽ ἐπὶ πέτρῳ

  130 ὑψιφανής, ὁ δὲ πῆχυν ἐπ᾽ ἀνέρος ὦμον ἐρείσας

  ἴχνος ἀνῃώρησεν ἐπὶ χθονὶ δάκτυλα πήξας:

  καί τις ἐυγλώχινα μετήιεν ὄγκον ἀρούρης,

  ἄλλος ἐπὶ προβλῆτος ἐπάλξιος, ὃς δὲ δοκεύων

  δόχμιον ὄμμα τίταινεν ἀερσιλόφων ἀπὸ πύργων:

  135 ὃς δὲ μέσας στεφανηδὸν ἐπ᾽ ἄντυγι χεῖρας ἑλίξας

  ἴχνεσιν ἀκροπόροισιν ἀνήιε κίονα βαίνων,

  Πενθέα παπταίνων δεδονημένον ἅλματι λύσσης,

  θύρσον ἀερτάζοντα καἰ αἰθύσσοντα καλύπτρην.

  ἤδη δ᾽ ἑπταπόροιο παρέδραμε τείχεα Θήβης,

  140 αὐτομάτοις ἑλίκεσσιν ἀνοιγομένων πυλεώνων:

  ἤδη δὲ πρὸ πόληος ἐς ἠέρα βόστρυχα σείων

  ἁβρὰ δρακοντοβότοιο παρέστιχε νάματα Δίρκης:

  καὶ ποδὶ λυσσήεντι χοροίτυπον ἴχνος ἑλίσσων

  δαίμονος ἀμπελόεντος ὀπίστερον εἶχε πορείην.

  145 ἀλλ᾽ ὅτε χῶρον ἵκανεν, ὅθι δρύες, ἧχι χορεῖαι,

  καἰ τελεταὶ Βρομίου θιασώδεες, ἧχι καὶ αὐτὴ

  Βασσαρίδων ἀπέδιλος ἔην κεμαδοσσόος ἄγρη,

  ἀμπελόεις τότε Βάκχος ὀρειάδος ἔνδοθι λόχμης

  ἀρχαίην ἐλάτην ἰσομήκεα γείτονι πέτρῃ

  150 δένδρον ἰδὼν περίμετρον ἐγήθεεν, ἧς ὑπὸ θάμνῳ

  ἀγχινεφεῖς πετάλοισιν ἐπεσκιόωντο κολῶναι:

  ἀκρότατον δὲ κόρυμβον ἀφειδέι χειρὶ πιέζων

  εἰς πέδον, εἰς πέδον εἷλκε κατὰ χθονὸς ἐκταδὰ Πενθεὺς...

  θαλλὸν ἀερσιπότητον, ἐπισφίγγων δὲ φορῆα

  155 ὕψι τιταινομένων ἐδράξατο χειρὶ κορύμβων,

  καὶ πόδας ἔνθα καὶ ἔνθα παλινδίνητος ἑλίσσων

  ἄστατος ὀρχηστῆρι τύπῳ κουφίζετο Πενθεύς.

  καὶ τότε βασσαρίδεσσι χορίτιδες ἤλυθον Ὧραι:

  ἀλλήλαις δ᾽ ἐκέλευον, ἀνεζώννυντο δὲ πέπλοις,

  160 νεβρίδα δ᾽ ἀμφεβάλοντο: καἰ οὐρεσίφοιτος Ἀγαύη

  ἀφροκόμοις στομάτεσσιν ἀπερροίβδησεν ἰωήν:

  ‘Αὐτονόη, σπεύσωμεν, ὅπῃ χορός ἐστι Λυαίου

  καὶ κτύπος οὐρεσίφοιτος ἀκούεται ἠθάδος αὐλοῦ,

  ὄφρα μέλος πλέξαιμι φιλε
ύιον, ὄφρα δαείω,

  165 τίς φθαμένη στήσειε χοροστασίην Διονύσῳ,

  τίς τίνα νικήσειε θυηπολέουσα Λυαίῳ.

  δηθύνεις, ἀχόρευτε, καἰ ἡμέας ἔφθασεν Ἰνώ:

  οὐκέτι πόντον ἔχει μετανάστιος, ἀλλὰ καὶ αὐτὴ

  ἐξ ἁλὸς ἦλθε θέουσα σὺν ὑγροπόρῳ Μελικέρτῃ,

  170 ἦλθε προασπίζουσα διωκομένου Διονύσου,

  μὴ Πενθεὺς ἀθέμιστος ἐπιβρίσειε Λυαίῳ.

  Μύστιδες, εἰς σκοπέλους, Ἰσμηνίδες ἔλθετε Βάκχαι,

  καὶ τελετάς στήσωμεν, ὁμοζήλῳ δὲ χορείῃ

  Λυδαῖς Βασσαρίδεσσιν ἐρίζομεν, ὄφρά τις εἴπῃ:

  175 ‘Μυγδονίην νίκησε Μιμαλλόνα Μαινὰς Ἀγαύν.’’

  ὣς φαμένη σκοπίαζε καθήμενον ὑψόθι δένδρου,

  ἄγριον οἷα λέοντα, θεημάχον υἱέα μήτηρ:

  καί μιν ἀγειρομέναις ἐπεδείκνυε θυιάσι Βάκχαις:

  υἱέα δ᾽ ἔμφρονα θῆρα καλέσσατο λυσσάδι φωνῇ.

  180 ἀμφὶ δέ μιν στεφανηδὸν ἐκυκλώσαντο γυναῖκες

  ἑζόμενον πετάλοισι: καὶ εὐπαλάμῳ τινὶ δεσμῷ

  δένδρον ἐπηχύναντο, καἰ ἤθελον εἰς χθόνα ῥίπτειν

  ἔρνος ὁμοῦ Πενθῆι: περισφίγξασα δὲ θάμνῳ

  ὁλκὸν ὁμοζυγέος παλάμης ἐνοσίχθονι παλμῷ

  185 πρυμνόθεν αὐτόρριζον ἀνέσπασε δένδρον Ἀγαύη.

  καὶ φυτὸν εἰς χθόνα πῖπτεν: ἐγυμνώθη δὲ Κιθαιρών:

  καἰ θρασὺς αὐτοέλικτος ἄναξ βητάρμονι παλμῷ

  κύμβαχος ἠερόθεν κεκυλισμένος ἤριπε Πενθεύς.

  καί τότε μιν λίπε λύσσα νοοσφαλέος Διονύσου,

  190 καὶ προτέρας φρένας ἔσχε τὸ δεύτερον: ἀμφὶ δὲ γαίῃ

  γείτονα πότμον ἔχων κινυρὴν ἐφθέγξατο φωνήν:

  ‘Νύμφαι Ἁμαδρυάδες με καλύψατε, μή με δαμάσσῃ

  παιδοφόνοις παλάμῃσιν ἐμὴ φιλότεκνος Ἀγαύη.

  μῆτερ ἐμή, δύσμητερ, ἀπηνέος ἴσχεο λύσσης:

  195 θῆρα πόθεν καλέεις με τὸν υἱέα; ποῖα κομίζω

  στήθεα λαχνήεντα; τίνα βρυχηθμὸν ἰάλλω;

  οὐκέτι γινώσκεις με, τὸν ἔτρεφες, οὐκέτι λεύσσεις:

  σὴν φρένα καὶ τεὸν ὄμμα τίς ἥρπασε; χαῖρε, Κιθαιρών:

  χαίρετε, δένδρεα ταῦτα καὶ οὔρεα: σώζεο, Θήβη

  200 σώζεο καὶ σύ, φίλη παιδοκτόνε μῆτερ Ἀγαύη.

  δέρκεο ταῦτα γένεια νεότριχα, δέρκεο μορφὴν

  ἀνδρομέην: οὐκ εἰμὶ λέων: οὐ θῆρα δοκεύεις.

  φείδεο σῆς ὠδῖνος, ἀμείλιχε, φείδεο μαζῶν:

  Πενθέα παπταίνεις με, τὸν ἔτρεφες. ἴσχεο, φωνή,

  205 μύθους σεῖο φύλαξον: ἀνήκοός ἐστιν Ἀγαύη.

  εἰ δὲ κατακτείνεις με χαριζομένη Διονύσῳ,

  μούνη παῖδα δάμασσον, ἀγάστονε, μηδὲ δαμῆναι

  Βασσαρίδων τεὸν υἷα νόθαις παλάμῃσιν ἐάσῃς.’

  ὣς φάμενος λιτάνευε, καὶ οὐκ ἤκουσεν Ἀγαύη.

  210 ἀμφὶ δέ μιν δασπλῆτες ἐπερρώοντο γυναῖκες

  χερσὶν ὁμοζήλοισι: κυλινδομένου δὲ κονίῃ

  ἡ μέν ὀπισθιδίους πόδας εἴρυσεν, ἡ δὲ λαβοῦσα

  δεξιτερὴν προθέλυμνον ἀνέσπασεν, Αὐτονόη δὲ

  λαιὴν ἀντερύεσκε: παραπλαγχθεῖσα δὲ μήτηρ

  215 στήθεϊ παιδὸς ἔπηξεν ἑὸν πόδα, κεκλιμένου δὲ

  αὐχένα τολμήεντα διέθρισεν ὀξέι θύρσῳ:

  καὶ φονίῳ ταχύγουνος ἀνέδραμε χάρματι λύσσης,

  αἱματόεν δὲ κάρηνον ἀτερπέι δείκνυε Κάδμῳ:

  ψευδομένου δὲ λέοντος ἀγαλλομένη χάριν ἄγρης

  220 τοῖον ἀπερροίβδησεν ἔπος λυσσώδεϊ λαιμῷ:

  ‘Κάδμε μάκαρ, καλέω σε μακάρτερον: ἐν σκοπέλοις γὰρ

  χερσὶν ἀθωρήκτοισιν ἀριστεύουσαν Ἀγαύην

  Ἄρτεμις ἐσκοπίαζε, καὶ εἰ πέλε δεσπότις ἄγρης,

  ζῆλον ὑποκλέπτουσα λεοντοφόνου σέο κούρης:

  225 καὶ Δρυάδες θάμβησαν ἐμὸν πόνον: ἡμετέρης δὲ

  Ἁρμονίης γενέτην κεκορυθμένος ἠθάδι λόγχῃ

  παῖδα τεήν ἀσίδηρον ἐθάμβεε χάλκεος Ἄρης

  θύρσον ἀκοντίζουσαν ἀλοιητῆρα λεόντων,

  κυδιόων: σὺ δέ, Κάδμε, τεῶν ἐπιβήτορα θώκων

  230 Πενθέα δεῦρο κάλεσσον, ὅπως φθονερῇσιν ὀπωπαῖς

  θηροφόνους ἱδρῶτας ὀπιπεύσειε γυναίου.

  δμῶες ἐμοί, στείχεσθε, παρὰ προπύλαια δὲ Κάδμου

  πήξατε τοῦτο κάρηνον ἐμῆς ἀναθήματα νίκης.

  τηλίκον οὔ ποτε θῆρα κατέκτανε σύγγονος Ἰνώ:

  235 Αὐτονόη, σκοπίαζε καὶ αὐχένα κάμψον Ἀγαύῃ:

  οὐ γὰρ ἐμοὶ λάχες εὖχος ὁμοίιον, ὑμετέρου δὲ

  μητρὸς Ἀρισταίοιο φατιζομένην ἔτι νίκην

  σῆς ἑκυρῆς ᾔσχυνα λεοντοφόνοιο Κυρήνης.’

  ἔννεπε κουφίζουσα φίλον βάρος: εἰσαΐων δὲ

  240 Κάδμος ἀγαλλομένης ἑτερόφρονα παιδὸς ἀπειλήν,

  μίξας δάκρυσι μῦθον ἀμείβετο πενθάδι φωνῇ:

  ‘Οἷον θῆρα δάμασσας ἐχέφρονα, τέκνον Ἀγαύη;

  οἷον θῆρα δάμασσας, ὅν ὑμετέρη τέκε γαστήρ;

  οἷον θῆρα δάμασσας, ὅν ἐσπέρμηνεν Ἐχίων;

  245 δέρκεο σεῖο λέοντα, τὸν εἰσέτι τυτθὸν ἀείρων

  παιδοκόμῳ κούφιζε γεγηθότι Κάδμος ἀγοστῷ:

  δέρκεο σεῖο λέοντα, τὸν Ἁρμονίη σέο μήτηρ

  πολλάκις ἠέρταζε καὶ ὤρεγε μαζὸν ἀμέλγειν.

  μαστεύεις σέο παῖδα τεῶν θηήτορα μόχθων:

  250 πῶς καλέσω Πενθῆα, τὸν ἐν παλάμῃσιν ἀείρεις;

/>   ὅν κτάνες ἀγνώσσουσα, πόθεν σέο παῖδα καλέσσω;

  θῆρα τεὸν σκοπίαζε, καὶ υἱέα σεῖο νοήσεις.

  καλὰ φέρεις, Διόνυσε, τεῷ θρεπτήρια Κάδμῳ:

  καλά μοι Ἁρμονίης νυμφεύματα δῶκε Κρονίων:

  255 Ἄρεος ἄξια ταῦτα καὶ Οὐρανίης Ἀφροδίτης:

  Ἰνὼ πόντον ἔχει, Σεμέλην ἔφλεξε Κρονίων,

  μύρεται Αὐτονόν κερόεν τέκος, ἆ μέγα δειλὴ

  ἔκτανεν, ὅν τέκε μοῦνον, ἀώριον υἱὸν Ἀγαύη.

  καὶ μογέει Πολύδωρος ἐμὸς λιπόπατρις ἀλήτης.

  260 μοῦνος ἐγὼ λιπόμην νέκυς ἔμπνοος: εἰς τίνα φεύγω,

  Πενθέος ὀλλυμένοιο καὶ οἰχομένου Πολυδώρου;

  τίς πόλις ὀθνείη με δεδέξεται; ἔρρε, Κιθαιρών:

  γηροκόμους Κάδμοιο κατέκτανες, ἀμφοτέρους δὲ

  νεκρὸν ἔχεις Πενθῆα, καὶ Ἀκταίωνα καλύπτεις.’

  265 ὣς φαμένου Κάδμοιο γόον κρουνηδὸν ἰάλλων

  δάκρυσι πηγαίοισι γέρων ἔκλαυσε Κιθαιρών:

  καὶ δρύες ὠδύροντο, καὶ ἔκλαγον αἴλινα Νύμφαι

  νηιάδες. πολιὴν δὲ κόμην ᾐδέσσατο Κάδμου

  καὶ στοναχὴν Διόνυσος: ἀπενθήτου δὲ προσώπου

  270 μίξας δάκρυ γέλωτι νόον μετέθηκεν Ἀγαύης,

  καὶ πάλιν ἔμφρονα θῆκεν, ὅπως Πενθῆα γοήσῃ.

  ἡ δὲ μεταστρέψασα νόον καὶ ἄπιστον ὀπωπὴν

  αὐτοπαγὴς ἄφθογγος ἐπὶ χρόνον ἵστατο μήτηρ:

  καὶ κεφαλὴν Πενθῆος ὀπιπεύουσα θανόντος

  275 ἤριπεν αὐτοκύλιστος, ὑπὲρ δαπέδοιο δὲ δειλὴ

  βόστρυχον αἰσχύνουσα χυτῇ κεκύλιστο κονίῃ:

  καὶ λασίους ἔρριψεν ἀπὸ στέρνοιο χιτῶνας

  καὶ Βρομίου φιάλας θιασώδεας, αἵματος ὁλκῷ

 

‹ Prev