Works of Nonnus

Home > Other > Works of Nonnus > Page 162
Works of Nonnus Page 162

by Nonnus


  ἴχνεσιν ὑψιπόροισιν ἐμὸς γόνος ἠέρα τέμνει.

  μὴ κισσῷ δρεπάνην ἰσάζετε: καὶ γὰρ ἀρείων

  Βάκχου θυρσοφόρου δρεπανηφόρος ἔπλετο Περσεύς:

  505 εἰ στρατὸν Ἰνδὸν ἔπεφνεν, ἀέθλιον ἶσον ἐνίψω

  Γοργοφόνῳ Περσῆι καὶ Ἰνδοφόνῳ Διονύσῳ:

  εἰ δὲ πολυκλύστοιο παρ᾽ Ἑσπέριον κλίμα πόντου

  ὁλκάδα λαϊνέην Τυρσηνίδα πῆξε θαλάσσῃ,

  κῆτος ὅλον περίμετρον ἐμὸς πετρώσατο Περσεύς.

  510 εἰ δὲ τεὸς Διόνυσος ἐρημονόμῳ παρὰ πόντῳ

  ὑπναλέην ἐσάωσεν ἐπ᾽ ἠιόνων Ἀριάδνην,

  δεσμοὺς Ἀνδρομέδης πτερόεις ἀνελύσατο Περσεύς,

  ἄξιον ἕδνον ἔχων πετρώδεα θῆρα θαλάσσης:

  οὔ πως Ἀνδρομέδην Παφίης χάριν, οὔ ποτε Περσεὺς

  515 Θησέος ἱμείρουσαν ἑὴν ἐρρύσατο νύμφην:

  ἀλλὰ σαοφρονέοντα γάμον λάχεν. ὡς Σεμέλην δέ,

  οὐ Δανάην πυρόεντες ἐτεφρώσαντο κεραυνοί:

  ἀλλὰ πατὴρ Περσῆος Ὀλύμπιος ὄμβρος Ἐρώτων

  χρύσεος εἰς γάμον ἦλθε, καὶ οὐ φλογόεις παρακοίτης.

  520 οὐκ ἄγαμαί ποτε τοῦτον ἐγὼ πρόμον: ἐν παλάμῃ γὰρ

  ποῖον ἔχει δόρυ θοῦρον Ἀρήιον; ἴσχεο, Περσεῦ:

  Γοργοφόνῳ δρεπάνῃ μὴ μάρναο θήλεϊ κισσῷ:

  μὴ σέο χεῖρα μίαινε γυναικείοισι κοθόρνοις:

  μὴ κυνέην Ἀίδαο τεοῖς κροτάφοισι τινάξῃς

  525 στέμματος ἀμπελόεντος ἐναντίον: ἢν δ᾽ ἐθελήσῃς,

  Ἀνδρομέδην θώρηξον ἀθωρήκτῳ Διονύσῳ:

  χάζεό μοι, Διόνυσε, καὶ ἵππιον Ἄργος ἐάσας

  Θήβης ἑπταπύλοιο πάλιν βάκχευε γυναῖκας:

  κτεῖνε νέον Πενθῆα: τί Περσέι καὶ Διονύσῳ;

  530 Ἴναχον ὠκυρέεθρον ἀναίνεο: καί σε δεχέσθω

  Θήβης Ἀονίης ποταμὸς βραδύς: οὔ σε διδάξω

  Ἀσωπὸν βαρύγουνον ἔτι ζείοντα κεραυνῷ.’

  τοῖον ἔπος κατέλεξεν ἐπεγγελόων Διονύσῳ.

  Ἀργείην δὲ φάλαγγα Πελασγιὰς ὥπλισεν Ἥρη:

  535 μαντιπόλῳ δ᾽ ἤικτο Μελάμποδι: χωομένη δὲ

  Γοργοφόνῳ Περσῆι μαχήμονα ῥήξατο φωνήν:

  ‘Οὐρανίης βλάστημα γονῆς, κορυθαιόλε Περσεῦ,

  σὴν δρεπάνην ἀνάειρε, μὴ ἀπτολέμῳ τινὶ θύρσῳ

  ἀδρανέες τεὸν Ἄργος ἀιστώσωσι γυναῖκες

  540 μὴ τρομέοις ἔνα μοῦνον ὄφιν ζωστῆρα κομάων,

  ὅττι δαφοινήεσσα τεὴ θηροκτόνος ἅρπη

  λήια τοσσατίων ὀφίων ἤμησε Μεδούσης:

  Βασσαρίδων δὲ φάλαγγι κορύσσεο: χαλκορόφου δὲ

  μνώεο παρθενεῶνος, ὅπῃ Δανάης διὰ κόλπου

  545 χρύσεον ὄμβρον ἔχευε γαμοκλόπον ὑέτιος Ζεύς,

  μὴ Δανάη μετὰ λέκτρα, μετὰ χρυσέους ὑμεναίους

  οὐτιδανῷ γόνυ δοῦλον ὑπογνάμψειε Λυαίῳ:

  δεῖξον, ὅτι Κρονίωνος ἐτήτυμον αἷμα κομίζεις,

  δεῖξον, ὅτι χρύσειον ἔχεις γένος, οὐρανίου δὲ

  550 λέκτρα τεοῦ κήρυξον ἐχεκτεάνου νιφετοῖο:

  καὶ Σατύροις πολέμιζε: κορυσσομένῳ δὲ Λυαίῳ

  φοίνιον ὄμμα τίταινε δρακοντοκόμοιο Μεδούσης,

  καὶ μετὰ πικρὸν ἄνακτα πολυκλύστοιο Σερίφου

  λαΐνεον νέον ἄλλον ἐσαθρήσω Πολυδέκτην.

  555 σὺν σοὶ πανδαμάτειρα κορύσσεται Ἀργολὶς Ἥρη

  μητρυιὴ Βρομίοιο προασπίζων δὲ Μυκήνης

  σὴν δρεπάνην κούφιζε σαόπτολιν, ὄφρα νοήσω

  ἑσπομένην Περσῆι δορικτήτην Ἀριάδνην:

  κτεῖνε βοοκραίρων Σατύρων στίχα: Βασσαρίδων δὲ

  560 ὄμματι Γοργείῳ βροτέην μετάμειψον ὀπωπὴν

  εἰς βρέτας αὐτοτέλεστον ὁμοίιον: ἀντιτύπῳ δὲ

  κάλλεϊ πετρήεντι τεὰς κόσμησον ἀγυιάς,

  Ἰναχίαις ἀγορῇσιν ἀγάλματα ποικίλα τεύχων.

  τί τρομέεις Διόνυσον, ὄν οὐ Διὸς ἤροσαν εὐναί;

  565 εἰπέ, τί σοι ῥέξειε;μετάρσιον ἠεροφοίτην

  πεζὸς ὑπὲρ δαπέδοιο πότε πτερόεντα κιχήσει;’

  ἔννεπε θαρσύνουσα: καὶ εἰς μόθον ἔπτατο Περσεύς.

  καὶ ναέτας καλέουσα Πελασγιὰς ἔβρεμε σάλπιγξ,

  ὧν ὁ μὲν αἰχμητῆρος ἐκούφισε Λυγκέος αἰχμήν,

  570 ὅς δὲ παλαιοτέροιο Φορωνέος, ὅς δὲ Πελασγοῦ,

  ἄλλος ἀνηέρταζεν Ἀβαντίδα χειρὶ βοείην

  καὶ μελίην Προίτοιο, καὶ Ἀκρισίοιο φαρέτρην

  ἄλλος ἀνὴρ κούφιζεν, ὁ δὲ θρασὺς εἰς μόθον ἔστη

  ἆορ ἔχων Δαναοῖο, τὸ πέρ ποτε γυμνὸν ἀείρων

  575 θυγατέρας θώρηξεν ἐς ἀνδροφόνους ὑμεναίους,

  ἄλλος ἔην κρατέων πέλεκυν μέγαν, ὃν παρὰ βωμῷ

  Ἴναχος ἀστυόχοιο θυηπόλος ἔνθεος Ἥρης

  ἵστατο κουφίζων βοέων τμητῆρα μετώπων.

  καὶ στρατὸς ἐγρεκύδοιμος ἀερσιπόδων ὑπὲρ ἵππων

  580 ἔδραμε μαρναμένου μετὰ Περσέος: ὃς δὲ παρέστη

  τρηχαλέοις στομάτεσσι μάχης ἀλαλαγμὸν ἰάλλων,

  πεζὸς ἀνήρ, καὶ τόξα συνήρμοσε κυκλάδι νευρῇ,

  καὶ γλαφυρὴν ἤειρεν ὑπὲρ νώτοιο φαρέτρην:

  καὶ πρόμος Ἀργείων δρεπανηφόρος ἔπλετο Περσεύς,

  585 καὶ πόδας ἠερίοισιν ἐπεσφήκωσε πεδίλοις,

  καὶ κεφαλὴν κούφιζεν ἀθηήτοιο Μεδούσης.

  Λυσικόμους δ᾽ Ἰόβακχος ἑὰς ἐκόρυσσε γυναῖκας

  καὶ Σατύρους κερόεντας: ἐβακχεύθη δὲ κυδοιμῷ
<
br />   ἠερίην πτερόεντος ἰδὼν προμάχοιο πορείην:

  590 χειρὶ δὲ θύρσον ἄειρεν, ἑοῦ προβλῆτα προσώπου

  κουφίζων ἀδάμαντα, Διὸς πετρούμενον ὄμβρῳ

  λᾶαν, ἀλεξητῆρα λιθογλήνοιο Μεδούσης,

  ὄφρα φύγῃ σέλας ἐχθρὸν ἀθηήτοιο προσώπου.

  Βασσαρίδων δὲ φάλαγγας ἰδὼν καὶ θύσθλα Λυαίου,

  595 φρικαλέον γελόων κορυθαιόλος ἔννεπε Περσεύς:

  ‘Ἡδὺς ὁ θύρσον ἔχων, χλοερὸν βέλος, εἰς ἐμὲ βαίνων

  οὐτιδανοῖς πετάλοισι κορύσσεαι, Ἄρεα παίζων:

  εἰ Διὸς ἔλλαχες αἷμα, τεὴν ἀνάφαινε γενέθλην:

  εἰ ποταμοῦ χρύσειον ἔχεις Πακτώλιον ὕδωρ,

  600 χρυσὸν ἔχω γενετῆρα, πατὴρ δ᾽ ἐμὸς ὑέτιος Ζεύς:

  ἠνίδε φοινίσσοντα θεμείλια παρθενεῶνος,

  λείψανα κεῖνα φέροντα ῥυηφενέος νιφετοῖο.

  ἀλλὰ φύγε κλυτὸν Ἄργος, ἐπεὶ μενεδήιος Ἥρη

  ἔλλαχεν ἕδρανα ταῦτα τεῆς ὀλέτειρα τεκούσης,

  605 μή σε τὸν οἰστρήσαντα καὶ οἰστρηθέντα τελέσσῃ

  μή σε πάλιν μανίῃ τεθοωμένον ὀψὲ νοήσω.’

  ὣς εἰπὼν προμάχιζεν: ἀνεπτοίησε δὲ Βάκχας

  Ἄρεα θωρήξασα καὶ ἀμητῆρα Μεδούσης

  Ἥρη πανδαμάτειρα: καταιθύσσουσα δὲ Βάκχου

  610 ἀστεροπῆς μίμημα, θεόσσυτον ἁλλόμενον πῦρ,

  ῥῖψε κατὰ Βρομίοιο σελασφόρον αἴθοπα λόγχην.

  καὶ γελόων Διόνυσος ἀμείβετο θυιάδι φωνῇ:

  ‘Οὐ τόσον ἀστράπτουσαν ἔχεις ἀσίδηρον ἀκωκήν:

  οὐ δύνασαι κλονέειν με, καὶ εἰ λάχες ἔμπυρον αἰχμήν:

  615 οὐδέ με πημαίνει στεροπὴ Διός: ἡμιτελῆ γὰρ

  νήπιον εἰσέτι Βάκχον ἐχυτλώσαντο κεραυνοὶ

  ἀφλεγὲς ἄσθμα χέοντες ἀδηλήτῳ Διονύσῳ.

  καὶ σὺ μέγα φρονέων δρεπανηφόρε παύεο Περσεῦ:

  Γοργόνος οὐ μόθος οὗτος ὀλίζονος, οὐ μία νύμφη

  620 Ἀνδρομέδη βαρύδεσμος ἀέθλιον: ἀλλὰ Λυαίῳ

  δῆριν ἄγεις, ὃς Ζηνὸς ἔχει γένος, ᾧ ποτε μούνῳ

  Ῥείη μαζὸν ὄρεξε φερέσβιον, ὅν ποτε πυρσῷ

  ἀστεροπῆς γαμίης μαιώσατο μειλιχίη φλόξ,

  ὃν δύσις, ὃν θάμβησεν Ἑωσφόρος, ᾧ στίχες Ἰνδῶν

  625 εἴκαθον, ὃν τρομέων καὶ Δηριάδης καὶ Ὀρόντης

  ἠλιβάτων ἀπέλεθρον ἔχων ἴνδαλμα Γιγάντων

  ἤριπεν, ᾧ θρασὺς Ἄλπος ὑπώκλασεν, υἱὸς Ἀρούρης,

  ἀγχινεφὲς περίμετρον ἔχων δέμας, ᾧ γόνυ κάμπτει

  λαὸς Ἄραψ, Σικελὸς δὲ μελίζεται εἰσέτι ναύτης

  630 Τυρσηνῶν νόθον εἶδος ἁλίδρομον, ὧν ποτε μορφὴν

  ἀνδρομέην ἤμειψα μετάτροπον, ἀντὶ δὲ φωτῶν

  ἰχθύες ὀρχηστῆρες ἐπισκαίρουσι θαλάσσῃ.

  Θήβης δ᾽ ἑπταπύλου γόον ἔκλυες: οὔ σε διδάξω

  αἰνομανῆ Πενθῆα καὶ ὠλεσίτεκνον Ἀγαύην:

  635 φήμης δ᾽ οὐ χατέεις ἢ μάρτυρος, ὅττι Λυαίου

  πειρήθη τεὸν Ἄργος, Ἀχαιιάδες δὲ καὶ αὐταὶ

  σφωιτέρας ὠδῖνας ἔτι στενάχουσι γυναῖκες.

  ἀλλὰ, φίλος, πολέμιζε, καὶ αἰχμάζοντα κορύμβοις

  αἰνήσεις τάχα Βάκχον ὅτι πτερὰ σεῖο πεδίλων

  640 ὄψεαι ἀρραγέεσσιν ἐμοῖς εἴκοντα κοθόρνοις:

  οὔ ποτε Βασσαρίδων σκεδάσεις μόθον, οὔ ποτε λήξω

  πέμπων οἴνοπα θύρσον, ἕως τεὸν Ἄργεϊ δείξω

  ἔγχεϊ κισσήεντι πεπαρμένον ἀνθερεῶνα

  καὶ δρέπανον πετάλοις νικώμενον: οὔ σε σαώσει

  645 Ζεὺς ἐμός, οὐ γλαυκῶπις ὁμόγνιος, οὐ σέθεν Ἥρη,

  καὶ μάλα περ κοτέουσα μενεπτολέμῳ Διονύσῳ:

  ἀλλὰ κατακτείνω σε, καὶ αὐχήεσσα Μυκήνη

  ὄψεται ἀμηθέντα τὸν ἀμητῆρα Μεδούσης:

  ἤ σε περισφίγξας ἐνὶ λάρνακι μείζονι δεσμῷ

  650 πλωτὸν ἀκοντίζω σε τὸ δεύτερον ἠθάδι πόντῳ:

  ἢν δ᾽ ἐθέλῃς, ἐπίβηθι τεῆς πάλιν ὀψὲ Σερίφου.

  ἢν δὲ τεῇ χρυσέῃ μεγαλίζεαι ἀμφὶ γενέθλῃ,

  οὐτιδανὴν συνάεθλον ἔχε χρυσῆν Ἀφροδίτην.’

  ὣς εἰπὼν προμάχιζεν: ἐπεστρατόωντο δὲ Βάκχαι,

  655 καὶ Σάτυροι πολέμιζον. ὑπὲρ Βρομίου δὲ καρήνου

  αἰθύσσων πτερὰ κοῦφα μετάρσιος ἵπτατο Περσεύς:

  ὑψώσας δ᾽ Ἰόβακχος ἑὸν δέμας, αἰθέρι γείτων

  ἄπτερος ὑψικέλευθος ἀείρετο μείζονι ταρσῷ

  ἱπταμένου Περσῆος ὑπέρτερος, ἑπταπόρῳ δὲ

  660 αἰθέρι χεῖρα πέλασσε, καὶ ὡμίλησεν Ὀλύμπῳ,

  καὶ νεφέλας ἔθλιψε: φόβῳ δ᾽ ἐλελίζετο Περσεὺς

  δεξιτερὴν ἀκίχητον ὀπιπεύων Διονύσου

  ἠελίου ψαύουσαν, ἐφαπτομένην δὲ σελήνης.

  ἀλλὰ λιπὼν Διόνυσον ἐμάρνατο θυιάσι Βάκχαις:

  665 καὶ παλάμῃ δονέων θανατηφόρον ὄμμα Μεδούσης

  λαϊνέην ποίησε κορυσσομένην Ἀριάδνην.

  καὶ πλέον ἔβρεμε Βάκχος ἰδὼν πετρώδεα νύμφην:

  καί νύ κεν Ἄργος ἔπερσε καὶ ἐπρήνιξε Μυκήνας

  καὶ Δαναῶν ἤμησεν ὅλην στίχα, καί νύ κεν αὐτὴν

  670 μαρναμένην ἄγνωστον ἀνούτατον οὔτασεν Ἥρην

  μάντιος ἀντιτύποιο νόθῃ βροτοειδέι μορφῇ,

  καί νύ κεν ὠκυπέδιλος ὑπὲρ μόρον ἔφθιτο Περσεύς.

  εἰ μή μιν κατόπισθε φανεὶς πτερόεντι πεδίλῳ

  χρυσείης πλοκαμῖδος ἑλὼν ἀνεσείρασεν Ἑρμῆς,

&nbs
p; 675 καί μιν ἀλεξικάκῳ φιλίῳ μειλίξατο μύθῳ:

  ‘Ζηνὸς γνήσιον αἷμα, νόθος ζηλήμονος Ἥρης,

  οἶσθα μέν, ὥς σε σάωσα διιπετέων ἀπὸ πυρσῶν,

  καἰ σε Λάμου ποταμοῖο θυγατράσιν ὤπασα Νύμφαις

  εἰσέτι κουρίζοντα, πάλιν δέ σε χερσὶν ἀείρων

  680 εἰς δόμον ὑμετέρης, κουροτρόφον ἤγαγον Ἰνοῦς:

  καὶ σὺ τεῷ ῥυτῆρι φέρων χάριν υἱέι Μαίης,

  γνωτέ, μάχην εὔνησον ὁμόγνιον: ἀμφότεροι γὰρ

  Περσεὺς καὶ Διόνυσος ἑνὸς βλάστημα τοκῆος:

  μὴ στρατὸν Ἀργείων, μὴ μέμφεο Περσέος ἅρπην:

  685 οὐ γὰρ ἑκὼν ἐς Ἄρηα κορύσσεται: ἀλλά μιν Ἥρη

  ὥπλισε, μαντιπόλου δὲ Μελάμποδος εἴδεϊ μορφῆς

  μάρναται ἀμφαδίην: σὺ δὲ χάζεο δῆριν ἐάσας,

  μή σοι ἐπιβρίσειε πάλιν δυσμήχανος Ἥρη.

  ἀλλ᾽ ἐρέεις ἀλόχοιο τεῆς μόρον: εὐκλέι πότμῳ.

  690 μαρναμένη τέθνηκε, σὺ δὲ φθιμένην Ἀριάδνην

  ὤφελες ὀλβίζειν, ὅτι τηλίκον εὗρε φονῆα

  οὐρανίης γεγαῶτα καὶ οὐ βροτέης ἀπὸ φύτλης,

  κήτεος ἀμητῆρα καὶ ἱπποτόκοιο Μεδούσης:

  οὐ λίνα Μοιράων ἐπιπείθεται: οὐρανίου γὰρ

  695 κάτθανεν Ἠλέκτρη Διὸς εὐνέτις, ᾤχετο δ᾽ αὐτὴ

  τῷ Διὶ νυμφευθεῖσα κασιγνήτη σέο Κάδμου

  Εὐρώπη μετὰ λέκτρον Ὀλύμπιον, ὑμετέρη δὲ

  εἰσέτι γαστρὶ φέρουσα τεὸν τόκον ὤλετο μήτηρ:

  οὐ Σεμέλη πρὸ μόροιο πύλας ἐπέρησεν Ὀλύμπου,

  700 ἀλλ᾽ ὅτε πότμον ἔδεκτο. καὶ ὀλλυμένη σέο νύμφη

  ἵξεται ἀστερόφοιτον ἐς οὐρανόν, ἡμετέρης δὲ

 

‹ Prev