Works of Nonnus

Home > Other > Works of Nonnus > Page 163
Works of Nonnus Page 163

by Nonnus


  Πλειάδος ἑπταπόροιο φανήσεται ἐγγύθι Μαίης.

  τί πλέον ἤθελεν ἄλλο φιλαίτερον ἢ χθονὶ λάμπειν

  αἰθέρα ναιετάουσα μετὰ Κρήτην Ἀριάδνη;

  705 ἀλλὰ σὺ κάτθεο θύρσον, ἔα δ᾽ ἀνέμοισιν Ἐνυώ,

  καὶ βρέτας αὐτοτέλεστον ἐπιχθονίης Ἀριάδνης,

  οὐρανίης στήριξον ὅπῃ βρέτας ἵσταται Ἥρης.

  μὴ πόλιν ἐκπέρσειας, ὅπῃ σέθεν αἷμα τοκήων,

  ὑμετέρης δὲ γέραιρε βοοκραίρου πέδον Ἰοῦς

  710 εὐνήσας σέο θύρσον: Ἀχαιιάδας δὲ γυναῖκας

  αἰνήσεις μετόπισθεν, ἐπεὶ ταυρώπιδος Ἥρης

  βωμὸν ἀναστήσουσι καὶ εὐθαλάμου σέο νύμφης.’

  τοῖον ἔπος κατέλεξε, καὶ ἵππιον Ἄργος ἐάσας

  εἰς πόλον αὖτις ἵκανεν ἐπ᾽ ἀμφοτέροισι κεράσσας

  715 θεσμὸν ὁμοφροσύνης καὶ Περσέι καὶ Διονύσῳ.

  οὐδὲ μὲν αὐτόθι μίμνεν ἐπὶ χρόνον Ἀργολὶς Ἥρη:

  ἀλλὰ μεταστρέψασα νόθην βροτοειδέα μορφὴν

  θέσκελον εἶδος ἔχουσα πάλιν νόστησεν Ὀλύμπῳ.

  Ἰναχίῃ δὲ φάλαγγι γέρων ἀγόρευε Μελάμπους

  720 Λυγκέος ἀρχεγόνοιο θεουδέος αἷμα Πελασγοῦ:

  ‘Μαντιπόλῳ πείθεσθε καὶ οἴνοπι σείσατε Βάκχῳ

  σείσατε χάλκεα ῥόπτρα καὶ Εὔια τύμπανα Ῥείης,

  Ἰναχίην μὴ πᾶσαν ἀιστώσειε γενέθλην,

  μὴ μετὰ νήπια τέκνα καὶ ἡβητῆρας ὀλέσσῃ,

  725 μὴ τεκέων μετὰ πότμον ἀποκτείνειε γυναῖκας:

  ἀλλὰ θυηπολίην θεοτερπέα ῥέξατε Βάκχῳ

  καὶ Διί, καὶ Περσῆι χορεύσατε καὶ Διονύσῳ.’

  ὣς εἰπὼν παρέπεισεν: ἀολλίζοντο δὲ λαοὶ

  Βάκχῳ νυκτιχόρευτον ἀνακρούοντες ἀοιδήν,

  730 καὶ τελετὰς στήσαντο: θεοκλήτῳ δὲ χορείῃ

  ῥόπτρα μὲν ἐπλατάγησεν, ἐπεκροτέοντο δὲ ταρσοί,

  καὶ δαΐδες σελάγιζον: ὁμηγερέες δὲ πολῖται

  μυστιπόλῳ χρίοντο παρήια λευκάδι γύψῳ:

  τύμπανα δ᾽ ἐπλατάγησεν, ἀρασσομένοιο δὲ χαλκοῦ

  735 δίκτυπος ἔβρεμε δοῦπος: ἐφοινίσσοντο δὲ βωμοὶ

  σφαζομένων στοιχηδὸν ἐπασσυτέρων ἀπὸ ταύρων,

  κτείνετο δ᾽ ἄσπετα μῆλα: καὶ ἀνέρες αἴθοπι βωμῷ

  Βάκχον ἐμειλίξαντο καὶ ἱλάσκοντο γυναῖκες:

  καὶ μέλος ἠερόφοιτον ἐπέκτυπε θῆλυς ἰωὴ

  740 κῶμον ἀμειβομένη ζωάγριον, Ἰναχίδες δὲ

  μαινάδες ἐρρίψαντο λαθίφρονα λύσσαν ἀήταις.

  BOOK 48

  Δίζεο τεσσαρακοστὸν ἐς ὄγδοον αἷμα Γιγάντων,

  Παλλήνην δὲ δόκευε καὶ ὑπναλέης τόκον Αὔρης.

  αὐτὰρ ὁ πορδαλίων ἐποχημένος ἄντυγι δίφρου

  Θρηικίῃ περίφοιτος ἐκώμασε Βάκχος ἀρούρῃ,

  ἵππιον ἀρχεγόνοιο Φορωνέος οὖδας ἐάσας.

  οὐδὲ χόλον πρήυνε παλίγκοτον Ἰναχὶς Ἥρη

  5 Ἄργεος οἰστρηθέντος, Ἀχαιιάδων δὲ γυναικῶν

  λύσσης μνῆστιν ἔχουσα πάλιν θωρήσσετο Βάκχῳ.

  καὶ δολίας ἀνέφαινε λιτὰς παμμήτορι Γαίῃ,

  ἔργα Διὸς βοόωσα καὶ ἠνορέην Διονύσου

  γηγενέων ὀλέσαντος ἀμετρήτων νέφος Ἰνδῶν:

  10 καὶ Σεμέλης ὅτε παῖδα φερέσβιος ἔκλυε μήτηρ

  Ἰνδῴην ταχύποτμον ἀιστώσαντα γενέθλην,

  μνησαμένη τεκέων πλέον ἔστενεν ἀμφὶ δὲ Βάκχῳ

  αὐτογόνων θώρηξεν ὀρίδρομα φύλα Γιγάντων,

  ὑψιλόφους ἕο παῖδας ἀνοιστρήσασα κυδοιμῷ:

  15 ‘ Παῖδες ἐμοί, μάρνασθε κορυμβοφόρῳ Διονύσῳ

  ἠλιβάτοις σκοπέλοισιν, ἐμῆς δ᾽ ὀλετῆρα γενέθλης

  Ἰνδοφόνον Διὸς υἷα κιχήσατε: μηδὲ νοήσω

  σὺν Διὶ κοιρανέοντα νόθον σκηπτοῦχον Ὀλύμπου.

  δήσατε, δήσατε Βάκχον, ὅπως θαλαμηπόλος εἴη,

  20 ὁππότε Πορφυρίωνι χαρίζομαι εἰς γάμον Ἥβην

  καὶ Χθονίῳ Κυθέρειαν, ὅτε γλαυκῶπιν ἀείσω

  εὐνέτιν Ἐγκελάδοιο καὶ Ἄρτεμιν Ἀλκυονῆος:

  ἄξατέ μοι Διόνυσον, ἵνα Κρονίωνα χαλέψω

  δουλοσύνην ὁρόωντα δορικτήτοιο Λυαίου:

  25 ἠέ μιν οὐτάζοντες ἀλοιητῆρι σιδήρῳ

  κτείνατέ μοι Ζαγρῆι πανείκελον, ὄφρά τις εἴπῃ

  ἢ θεὸς ἢ μερόπων τις, ὅτι Κρονίδαο γενέθλῃ

  γαῖα χολωομένη διδύμους θώρηξε φονῆας,

  πρεσβυτέρους Τιτῆνας ἐπὶ προτέρῳ Διονύσῳ,

  30 ὁπλοτέρους δὲ Γίγαντας ἐπ᾽ ὀψιγόνῳ Διονύσῳ.’

  ὣς φαμένη στίχα πᾶσαν ἀνεπτοίησε Γιγάντων.

  γηγενέων δὲ φάλαγγες ἐπεστρατόωντο κυδοιμῷ.

  ὃς μὲν ἔχων Νυσαῖον ἐδέθλιον, ὃς δὲ σιδήρῳ

  ὑψινεφῆ κενεῶνα χαραδρήεντα κολάψας,

  35 αἰχμάζων σκοπέλοισιν ἐθωρήχθη Διονύσῳ:

  ὃς δὲ λόφον πετραῖον ἁλικρήπιδος ἀρούρης,

  ἄλλος ἁλιζώνοιο διαρρήξας ῥάχιν ἰσθμοῦ

  εἰς ἐνοπὴν ἔσπευδεν. ἀμετρήτοισι δ᾽ ἀγοστοῖς

  Πήλιον ὑψικάρηνον ἀνηκόντιζε Πελωρεὺς

  40 γυμνώσας Φιλύρης γλαφυρὸν δόμον: ἁρπαμένου δὲ

  ἀσκεπέος σκοπέλοιο γέρων ἐλελίζετο Χείρων,

  ἀνδροφυὴς ἀτέλεστος ὁμήλικι σύμπλοκος ἵππῳ.

  ἡμερίδων δὲ κόρυμβον ἔχων ὀλετῆρα Γιγάντων

  Βάκχος ἀερσιλόφοιο κατέτρεχεν Ἀλκυονῆος,

  45 οὐ δόρυ θοῦρον ἔχων, οὐ φοίνιον ἆορ ἀείρων,

  ἀ�
�λὰ πολυσπερέας παλάμας ἐδάιξε Γιγάντων,

  αἰχμάζων ἑλίκεσσι: φιλακρήτῳ δὲ πετήλῳ

  φρικτὰ πεδοτρεφέων ἐδαΐζετο φῦλα δρακόντων:

  τυπτομένων δὲ Γίγαντος ἐχιδνοκόμων κεφαλάων

  50 αὐχένες ἀμηθέντες ἐπωρχήσαντο κονίῃ.

  κτείνετο δ᾽ ἄσπετα φῦλα: δαϊζομένων δὲ Γιγάντων

  αἵματος ἀενάου ποταμοὶ ῥέον, ἀρτιχύτοις δὲ

  πορφυρέοις ῥοθίοισιν ἐφοινίσσοντο χαράδραι.

  γηγενέων δὲ φάλαγγες ἐβακχεύοντο δρακόντων

  55 βόστρυχα δειμαίνοντες ἐχιδνοκόμου Διονύσου.

  καὶ πυρὶ μάρνατο Βάκχος, ἐς ἠέρα δαλὸν ἰάλλων

  ἀντιβίων ὀλετῆρα: δι᾽ ὑψιπόρου δὲ κελεύθου

  Βακχιὰς αὐτοέλικτος ἐπέτρεχεν ἁλλομένη φλόξ,

  γυιοβόρῳ σπινθῆρι καταΐσσουσα Γιγάντων:

  60 καί τις ἀπειλητῆρι φέρων σέλας ἀνθερεῶνι

  ἡμιδαὴς σύριζε δράκων πυριθαλπέι λαιμῷ,

  καπνὸν ἀποπτύων, οὐ λοίγιον ἰὸν ἰάλλων.

  καὶ κλόνος ἄσπετος ἦεν: ἐπ᾽ ἀντιβίων δὲ καρήνων

  Βάκχος ἀνῃώρητο μαχήμονα δαλὸν ἀείρων,

  65 καὶ χθονίῳ πρηστῆρι δέμας θέρμαινε Γιγάντων

  ἀντίτυπον μίμημα Διοβλήτοιο κεραυνοῦ:

  καὶ δαΐδες σελάγιζον: ἐπ᾽ Ἐγκελάδου δὲ καρήνῳ

  ἠέρα θερμαίνων ἐλελίζετο πυρσὸς ἀλήτης:

  ἀλλά μιν οὐκ ἐδάμασσε, καὶ οὐ χθονίου πυρὸς ἀτμῷ

  70 Ἐγκέλαδος γόνυ κάμψεν, ἐπεὶ πεφύλακτο κεραυνῷ.

  Ἀλκυονεὺς δ᾽ ἀπέλεθρος ἐπεσκίρτησε Λυαίῳ

  Θρηικίοις σκοπέλοις κεκορυθμένος: ἀμφὶ δὲ Βάκχῳ

  ὑψινεφῆ κούφιζε ῥάχιν δυσχείμονος Αἵμου

  εἰς σκοπὸν ἀχρήιστον, ἀνουτήτου Διονύσου:

  75 καὶ σκοπιὴν ἔρριψεν: ἐφαπτόμεναι δὲ Λυαίου

  νεβρίδος ἀρρήκτοιο διεσχίζοντο κολῶναι:

  Ἠμαθίης δὲ κάρηνα νέος γύμνωσε Τυφωεὺς

  ὑψιφανής, προτέρῳ πανομοίιος, ὅς ποτε πολλοὺς

  ῥωγαλέους κενεῶνας ἐκούφισε μητρὸς ἀρούρης,

  80 πετραίοις βελέεσσι καταιχμάζων Διονύσου.

  καί τινος ἀσπαίροντος ἐπὶ χθονὸς ἆορ ἐρύσσας

  Βάκχος ἄναξ κεκόρυστο Γιγαντείοισι καρήνοις,

  ἰοβόλων πλοκάμων ὀφιώδεα λήια κείρων:

  καὶ στρατὸν αὐτοτέλεστον ἀτευχέι χειρὶ δαΐζων

  85 μάρνατο λυσσήεις, χλοερῶν ἐπιβήτορα δένδρων

  κισσὸν ἔχων τανύφυλλον, ἀκοντιστῆρα Γιγάντων.

  καὶ νύ κε πάντας ἔπεφνεν ἑῷ ῥηξήνορι θύρσῳ,

  ἀλλὰ παλινδίνητος ἑκὼν ἀνεχάζετο χάρμης,

  δυσμενέας ζώοντας ἑῷ γενετῆρι φυλάσσων.

  90 καί νύ κεν εἰς Φρυγίην ταχὺς ἔδραμεν ὠκέι ταρσῷ,

  ἀλλά μιν ἄλλος ἄεθλος ἐρήτυεν, ὄφρα θανόντων

  τοσσατίων ἕνα φῶτα κατακτείνειε φονῆα

  Παλλήνης γενέτην θανατηφόρον, ὅς ποτε κούρης

  οἶστρον ἔχων ἀθέμιστον ἁμαρτιγάμων ὑμεναίων

  95 συζυγίην ἀνέκοπτεν, ἀμετρήτους δὲ δαΐζων

  μελλογάμους μνηστῆρας ἀπέθρισεν, ὧν ὑπὸ λύθρῳ

  κτεινομένων καναχηδὸν ἐφοινίσσοντο παλαῖστραι,

  εἰσόκε Βάκχος ἵκανε Δίκης πρόμος: ἀγχιγάμου δὲ

  Παλλήνης δυσέρωτι παριστάμενος γενετῆρι

  100 ῥιγεδανῆς ὑμέναιον ἀτάσθαλον ᾔτεε κούρης,

  ποικίλα δ᾽ ὤρεγε δῶρα: καὶ αἰτίζοντι Λυαίῳ

  φρικτὸς ἀνὴρ κήρυξε παλαισμοσύνην ὑμεναίων:

  καί μιν ἄγων ἐπέβησε κακοξείνοιο παλαίστρης,

  ὁππόθι τολμήεσσα δορυσσόος ἵστατο κούρη

  105 νυμφιδίην ὤμοισιν ἐλαφρίζουσα βοείην.

  καὶ τότε Κύπρις ἔην ἐναγώνιος: ἦν δ᾽ ἐνὶ μέσσῳ

  γυμνὸς Ἔρως καὶ στέμμα γαμήλιον ὤρεγε Βάκχῳ,

  ἦν δὲ παλαισμοσύνη νυμφοστόλος: ἀργυφέῳ δὲ

  ἁβρὸν ἀνεχλαίνωσεν ἑὸν δέμας εἵματι Πειθὼ

  110 νίκην μελλογάμοιο προθεσπίζουσα Λυαίου.

  καὶ βριαρῶν μελέων ἀπεδύσατο φάρεα κούρη,

  καὶ δόρυ θοῦρον ἔθηκε γαμήλιον, ἁβροτέρη δὲ

  Σιθονὶς ἀκρήδεμνος ἀσάμβαλος ἵστατο κούρη,

  θηλυφανής, ἀσίδηρος, ἐρευθιόωντι δὲ δεσμῷ

  115 ἀκλινέων τροχόεσσαν ἴτυν μιτρώσατο μαζῶν:

  καὶ δέμας ἀσκεπὲς ἦεν, ἀμετρήτων δὲ κομάων

  ἀπλεκέες πλοκαμῖδες ἐπέρρεον αὐχένι κούρης,

  καὶ κνήμας ἀνέφαινε καὶ ἀσκεπέων πτύχα μηρῶν

  γυμνῆς φαινομένης ἐπιγουνίδος: ἀμφὶ δὲ μηροῖς

  120 ἥρμοσε λευκὸν ὕφασμα, γυναικείης σκέπας αἰδοῦς:

  καὶ χρόα πιαλέῳ πεπαλαγμένον εἶχεν ἐλαίῳ

  καὶ παλάμας πολὺ μᾶλλον, ὅπως ἀλύτων ἀπὸ χειρῶν

  ὑγρὸν ὀλισθήσειε πιεζομένη χρόα κούρη.

  καὶ βλοσυροῖς στομάτεσσιν ἀπειλήσασα Λυαίῳ

  125 νυμφοκόμῳ μνηστῆρι παρίστατο, διχθάδιον δὲ

  αὐχένι δεσμὸν ἔβαλλεν ὁμόζυγι πήχεος ὁλκῷ:

  ἀλλὰ παλινδίνητον ἑὴν ἀνελύσατο δειρὴν

  Βάκχος ἀπορρίψας ἁπαλόχροα δάκτυλα κούρης,

  δεσμοῖς θηλυτέροισι περίπλοκον αὐχένα σείων:

  130 καὶ διδύμας στεφανηδὸν ἐπ᾽ ἰξύι χεῖρας ἑλίξας

  Παλλήνην ἐτίναξε ποδῶν ἑτεραλκέι παλμῷ:

  καὶ ῥοδέης παλάμης ἐδράξατο, Κυπριδίην δὲ

  εἶχε
παραιφασίην χιονώδεα χεῖρα πιέζων:

  οὐδὲ τόσον μενέαινεν ἐπὶ χθονὶ παῖδα κυλίνδειν,

  135 ὅσσον ἐπιψαύειν ἁπαλοῦ χροός, ἡδέι μόχθῳ

  τερπόμενος: καὶ ἔκαμνε δολοπλόκον ἄσθμα τιταίνων

  ὡς βροτός, ἀμβολίῃ δὲ θελήμονι κάλλιπε νίκην.

  Παλλήνη δ᾽ ἐρόεσσα πάλης τεχνήμονι παλμῷ

  θηλυτέραις παλάμῃσι δέμας κούφιζε Λυαίου:

  140 οὐδέ μιν ἠέρταζε, τόσον βάρος, ἀλλὰ καμοῦσα

  ἄρσενα γυῖα λέλοιπεν ἀκινήτου Διονύσου.

  καὶ θεὸς ἀντιτύπῳ περιδέσμιον ἅμματι χειρῶν

  παρθενικὴν ἐρόεσσαν ἑλών, ἅτε θύρσον ἀείρων,

  δόχμιον ἀμφιέλικτον ἐκούφισεν ὑψόθεν ὤμου:

  145 χειρὶ δὲ φειδομένῃ βριαρὴν ἀπεσείσατο κούρην,

  Παλλήνην δ᾽ ἀτίνακτον ὅλην ἐτανύσσατο γαίῃ:

  καὶ δολίοις βλεφάροισιν ἑὴν ἐλέλιζεν ὀπωπήν,

  κούρης ἁβροκόμου κεκονιμένα γυῖα δοκεύων

  καὶ πλοκάμους ῥυπόωντας ἀκηδέστοιο καρήνου.

  150 ἀλλὰ παλινδίνητος ἀναΐξασα κονίης

  ὄρθιος ἐστήριξε τὸ δεύτερον ἴχνια κούρη:

  καὶ τροχαλῇ Διόνυσος ἀφειδέι γούνατος ὁρμῇ

  γαστέρα Παλλήνης κρατέων ἑτεραλκέι παλμῷ

  παρθενικὴν μενέαινεν ὑπὲρ δαπέδοιο κυλίνδειν,

  155 καὶ παλάμας μετέθηκεν ἐπὶ πλευροῖσιν ἑλίξας

  αὐχένα κυρτώσας ἐπικάρσιον, ἀμφὶ δὲ νώτῳ

  μεσσατίῳ κύκλωσεν ὀπίστερα δάκτυλα κάμψας,

  ἢ σφυρὸν ἢ κνήμην δεδοκημένος ἢ γόνυ μάρψειν.

  καὶ θεὸς αὐτοκύλιστος ἑκούσιος ἤριπε γαίῃ

 

‹ Prev