by Aristophanes
Χορός
εἰ μέν τις ἀνὴρ τῶν ἀρχαίων κωμῳδοδιδάσκαλος ἡμᾶς
ἠνάγκαζεν λέξοντας ἔπη πρὸς τὸ θέατρον παραβῆναι,
οὐκ ἂν φαύλως ἔτυχεν τούτου· νῦν δ᾽ἄξιός ἐσθ᾽ὁ ποιητής,
ὅτι τοὺς αὐτοὺς ἡμῖν μισεῖ τολμᾷ τε λέγειν τὰ δίκαια, 510
καὶ γενναίως πρὸς τὸν τυφῶ χωρεῖ καὶ τὴν ἐριώλην.
ἃ δὲ θαυμάζειν ὑμῶν φησιν πολλοὺς αὐτῷ προσιόντας
καὶ βασανίζειν ὡς οὐχὶ πάλαι χορὸν αἰτοίη καθ᾽ἑαυτόν,
ἡμᾶς ὑμῖν ἐκέλευε φράσαι περὶ τούτου. φησὶ γὰρ ἁνὴρ
οὐχ ὑπ᾽ἀνοίας τοῦτο πεπονθὼς διατρίβειν, ἀλλὰ νομίζων 515
κωμῳδοδιδασκαλίαν εἶναι χαλεπώτατον ἔργον ἁπάντων·
πολλῶν γὰρ δὴ πειρασάντων αὐτὴν ὀλίγοις χαρίσασθαι·
ὑμᾶς τε πάλαι διαγιγνώσκων ἐπετείους τὴν φύσιν ὄντας
καὶ τοὺς προτέρους τῶν ποιητῶν ἅμα τῷ γήρᾳ προδιδόντας·
τοῦτο μὲν εἰδὼς ἅπαθε Μάγνης ἅμα ταῖς πολιαῖς κατιούσαις, 520
ὃς πλεῖστα χορῶν τῶν ἀντιπάλων νίκης ἔστησε τροπαῖα·
πάσας δ᾽ὑμῖν φωνὰς ἱεὶς καὶ ψάλλων καὶ πτερυγίζων
καὶ λυδίζων καὶ ψηνίζων καὶ βαπτόμενος βατραχείοις
οὐκ ἐξήρκεσεν, ἀλλὰ τελευτῶν ἐπὶ γήρως, οὐ γὰρ ἐφ᾽ἥβης,
ἐξεβλήθη πρεσβύτης ὤν, ὅτι τοῦ σκώπτειν ἀπελείφθη· 525
εἶτα Κρατίνου μεμνημένος, ὃς πολλῷ ῥεύσας ποτ᾽ἐπαίνῳ
διὰ τῶν ἀφελῶν πεδίων ἔρρει, καὶ τῆς στάσεως παρασύρων
ἐφόρει τὰς δρῦς καὶ τὰς πλατάνους καὶ τοὺς ἐχθροὺς προθελύμνους·
ᾆσαι δ᾽οὐκ ἦν ἐν ξυμποσίῳ πλὴν “Δωροῖ συκοπέδιλε”,
καὶ “τέκτονες εὐπαλάμων ὕμνων”· οὕτως ἤνθησεν ἐκεῖνος. 530
νυνὶ δ᾽ὑμεῖς αὐτὸν ὁρῶντες παραληροῦντ᾽οὐκ ἐλεεῖτε,
ἐκπιπτουσῶν τῶν ἠλέκτρων καὶ τοῦ τόνου οὐκέτ᾽ἐνόντος
τῶν θ᾽ἁρμονιῶν διαχασκουσῶν· ἀλλὰ γέρων ὢν περιέρρει,
ὥσπερ Κοννᾶς, στέφανον μὲν ἔχων αὖον δίψῃ δ᾽ἀπολωλώς,
ὃν χρῆν διὰ τὰς προτέρας νίκας πίνειν ἐν τῷ πρυτανείῳ, 535
καὶ μὴ ληρεῖν ἀλλὰ θεᾶσθαι λιπαρὸν παρὰ τῷ Διονύσῳ.
οἵας δὲ Κράτης ὀργὰς ὑμῶν ἠνέσχετο καὶ στυφελιγμούς,
ὃς ἀπὸ σμικρᾶς δαπάνης ὑμᾶς ἀριστίζων ἀπέπεμπεν,
ἀπὸ κραμβοτάτου στόματος μάττων ἀστειοτάτας ἐπινοίας·
χοὖτος μέντοι μόνος ἀντήρκει, τοτὲ μὲν πίπτων τοτὲ δ᾽οὐχί. 540
ταῦτ᾽ὀρρωδῶν διέτριβεν ἀεί, καὶ πρὸς τούτοισιν ἔφασκεν
ἐρέτην χρῆναι πρῶτα γενέσθαι πρὶν πηδαλίοις ἐπιχειρεῖν,
κᾆτ᾽ἐντεῦθεν πρῳρατεῦσαι καὶ τοὺς ἀνέμους διαθρῆσαι,
κᾆτα κυβερνᾶν αὐτὸν ἑαυτῷ. τούτων οὖν οὕνεκα πάντων,
ὅτι σωφρονικῶς κοὐκ ἀνοήτως ἐσπηδήσας ἐφλυάρει, 545
αἴρεσθ᾽αὐτῷ πολὺ τὸ ῥόθιον, παραπέμψατ᾽ἐφ᾽ἕνδεκα κώπαις
θόρυβον χρηστὸν ληναΐτην,
ἵν᾽ὁ ποιητὴς ἀπίῃ χαίρων
κατὰ νοῦν πράξας,
φαιδρὸς λάμποντι μετώπῳ. 550
ἵππι᾽ἄναξ Πόσειδον, ᾧ
χαλκοκρότων ἵππων κτύπος
καὶ χρεμετισμὸς ἁνδάνει
καὶ κυανέμβολοι θοαὶ
μισθοφόροι τριήρεις, 555
μειρακίων θ᾽ἅμιλλα λαμπρυνομένων ἐν ἅρμασιν
καὶ βαρυδαιμονούντων,
δεῦρ᾽ἔλθ᾽ἐς χορὸν ὦ χρυσοτρίαιν᾽ὦ
δελφίνων μεδέων Σουνιάρατε, 560
ὦ Γεραίστιε παῖ Κρόνου,
Φαρμίωνί τε φίλτατ᾽ἐκ
τῶν ἄλλων τε θεῶν Ἀθηναίοις
πρὸς τὸ παρεστός.
εὐλογῆσαι βουλόμεσθα τοὺς πατέρας ἡμῶν, ὅτι 565
ἄνδρες ἦσαν τῆσδε τῆς γῆς ἄξιοι καὶ τοῦ πέπλου,
οἵτινες πεζαῖς μάχαισιν ἔν τε ναυφάρκτῳ στρατῷ
πανταχοῦ νικῶντες ἀεὶ τήνδ᾽ἐκόσμησαν πόλιν·
οὐ γὰρ οὐδεὶς πώποτ᾽αὐτῶν τοῦς ἐναντίους ἰδὼν
ἠρίθμησεν, ἀλλ᾽ὁ θυμὸς εὐθὺς ἦν Ἀμυνίας· 570
εἰ δέ που πέσοιεν ἐς τὸν ὦμον ἐν μάχῃ τινί,
τοῦτ᾽ἀπεψήσαντ᾽ἄν, εἶτ᾽ἠρνοῦντο μὴ πεπτωκέναι,
ἀλλὰ διεπάλαιον αὖθις. καὶ στρατηγὸς οὐδ᾽ἂν εἷς
τῶν πρὸ τοῦ σίτησιν ᾔτησ᾽ἐρόμενος Κλεαίνετον·
νῦν δ᾽ἐὰν μὴ προεδρίαν φέρωσι καὶ τὰ σιτία, 575
οὐ μαχεῖσθαί φασιν. ἡμεῖς δ᾽ἀξιοῦμεν τῇ πόλει
προῖκα γενναίως ἀμύνειν καὶ θεοῖς ἐγχωρίοις.
καὶ πρὸς οὐκ αἰτοῦμεν οὐδὲν πλὴν τοσουτονὶ μόνον·
ἤν ποτ᾽εἰρήνη γένηται καὶ πόνων παυσώμεθα,
μὴ φθονεῖθ᾽ἡμῖν κομῶσι μηδ᾽ἀπεστλεγγισμένοις. 580
Ὦ πολιοῦχε Παλλάς, ὦ
τῆς ἱερωτάτης ἁπασῶν
πολέμῳ τε καὶ ποιηταῖς
δυνάμει θ᾽ὑπερφερούσης
μεδέουσα χώρας, 585
δεῦρ᾽ἀφικοῦ λαβοῦσα τὴν
ἐν στρατιαῖς τε καὶ μάχαις
ἡμετέραν ξυνεργὸν
Νίκην, ἣ χορικῶν ἐστιν ἑταίρα
τοῖς τ᾽ἐχθροῖσι μεθ᾽ἡμῶν στασιάζει. 590
νῦν οὖν δεῦρο φάνηθι· δεῖ
γὰρ τοῖς ἀνδράσι τ�
�ῖσδε πάσῃ
τέχνῃ πορίσαι σε νίκην
εἴπερ ποτὲ καὶ νῦν.
ἃ ξύνισμεν τοῖσιν ἵπποις, βουλόμεσθ᾽ἐπαινέσαι. 595
ἄξιοι δ᾽εἴσ᾽εὐλογεῖσθαι· πολλὰ γὰρ δὴ πάγματα
ξυνδιήνεγκαν μεθ᾽ἡμῶν, ἐσβολάς τε καὶ μάχας.
ἀλλὰ τἀν τῇ μὲν αὐτῶν οὐκ ἄγαν θαυμάζομεν,
ὡς ὅτ᾽ἐς τὰς ἱππαγωγοὺς εἰσεπήδων ἀνδρικῶς,
πριάμενοι κώθωνας, οἱ δὲ καὶ σκόροδα καὶ κρόμμυα· 600
εἶτα τὰς κώπας λαβόντες ὥσπερ ἡμεῖς οἱ βροτοὶ
ἐμβαλόντες ἀνεβρύαξαν, “ἱππαπαῖ, τίς ἐμβαλεῖ;
ληπτέον μᾶλλον. τί δρῶμεν; οὐκ ἐλᾷς ὦ σαμφόρα;”
ἐξεπήδων τ᾽ἐς Κόρινθον· εἶτα δ᾽οἱ νεώτεροι
ταῖς ὁπλαῖς ὤρυττον εὐνὰς καὶ μετῇσαν στρώματα· 605
ἤσθιον δὲ τοὺς παγούρους ἀντὶ ποίας Μηδικῆς,
εἴ τις ἐξέρποι θύραζε κἀκ βυθοῦ θηρώμενοι·
ὥστ᾽ἔφη Θέωρος εἰπεῖν καρκίνον Κορίνθιον,
“δεινά γ᾽ὦ Πόσειδον εἰ μήτ᾽ἐν βυθῷ δυνήσομαι
μήτε γῇ μήτ᾽ἐν θαλάττῃ διαφυγεῖν τοὺς ἱππέας”. 610
Χορός
ὦ φίλτατ᾽ἀνδρῶν καὶ νεανικώτατε.
ὅσην ἀπὼν παρέσχες ἡμῖν φροντίδα·
καὶ νῦν ἐπειδὴ σῶς ἐλήλυθας πάλιν,
ἄγγειλον ἡμῖν πῶς τὸ πρᾶγμ᾽ἠγωνίσω.
Ἀλλαντοπώλης
τί δ᾽ἄλλο γ᾽εἰ μὴ Νικόβουλος ἐγενόμην; 615
Χορός
νῦν ἄρ᾽ἄξιόν γε πᾶσίν ἐστιν ἐπολολύξαι.
ὦ καλὰ λέγων πολὺ δ᾽ἀμείνον᾽ἔτι τῶν λόγων
ἐργασάμεν᾽, εἴθ᾽ἐπέλθοις
ἅπαντά μοι σαφῶς·
ὡς ἐγώ μοι δοκῶ 620
κἂν μακρὰν ὁδὸν διελθεῖν
ὥστ᾽ἀκοῦσαι. πρὸς τάδ᾽ὦ βέλτιστε
θαρρήσας λέγ᾽, ὡς, ἅπαντες
ἡδόμεσθά σοι. 623β
Ἀλλαντοπώλης
καὶ μὴν ἀκοῦσαί γ᾽ἄξιον τῶν πραγμάτων.
εὐθὺς γὰρ αὐτοῦ κατόπιν ἐνθένδ᾽ἱέμην· 625
ὁ δ᾽ἄρ᾽ἔνδον ἐλασίβροντ᾽ἀναρρηγνὺς ἔπη
τερατευόμενος ἤρειδε κατὰ τῶν ἱππέων,
κρημνοὺς “ἐρείδων” καὶ ξυνωμότας λέγων
πιθανώταθ᾽· ἡ βουλὴ δ᾽ἅπασ᾽ἀκροωμένη
ἐγένεθ᾽ὑπ᾽αὐτοῦ ψευδατραφάξυος πλέα, 630
κἄβλεψε νᾶπυ καὶ τὰ μέτωπ᾽ἀνέσπασεν.
κἄγωγ᾽ὅτε δὴ γ᾽νων ἐνδεχομένην τοὺς λόγους
καὶ τοῖς φενακισμοῖσιν ἐξαπατωμένην,
“ἄγε δὴ Σκίταλοι καὶ Φένακες”, ἦν δ᾽ἐγώ,
“Βερέσχεθοί τε καὶ Κόβαλοι καὶ Μόθων, 635
ἀγορά τ᾽ἐν ᾗ παῖς ὢν ἐπαιδεύθην ἐγώ,
νῦν μοι φράσος καὶ γλῶτταν εὔπορον δότε
φωνήν τ᾽ἀναιδῆ”. ταῦτα φροντίζοντί μοι
ἐκ δεξιᾶς ἀπέπαρδε καταπύγων ἀνήρ.
κἀγὼ προσέκυσα· κᾆτα τῷ πρωκτῷ θενὼν 640
τὴν κιγκλίδ᾽ἐξήραξα κἀναχανὼν μέγα
ἀνέκραγον· “ὦ βουλὴ λόγους ἀγαθοὺς φέρων
εὐαγγελίσασθαι πρῶτον ὑμῖν βούλομαι·
ἐξ οὗ γὰρ ἡμῖν ὁ πόλεμος κατερράγη,
οὐπώποτ᾽ἀφύας εἶδον ἀξιωτέρας”. 645
τῶν δ᾽εὐθέως τὰ πρόσωπα διεγαλήνισεν·
εἶτ᾽ἐστεφάνουν μ᾽εὐαγγέλια· κἀγὼ φρασα
αὐτοῖς ἀπόρρητον ποιησάμενος ταχύ,
ἵνα τὰς ἀφύας ὠνοῖντο πολλὰς τοὐβολοῦ,
τῶν δημιουργῶν ξυλλαβεῖν τὰ τρύβλια. 650
οἱ δ᾽ἀνεκρότησαν καὶ πρὸς ἔμ᾽ἐκεχήνεσαν.
ὁ δ᾽ὑπονοήσας ὁ Παφλαγών, εἰδὼς ἄρα
οἶς ἥδεθ᾽ἡ βουλὴ μάλιστα ῥήμασιν,
γνώμην ἔλεξεν· “ἄνδρες, ἤδη μοι δοκεῖ
ἐπὶ συμφοραῖς ἀγαθαῖσιν εἰσηγγελμέναις 655
εὐαγγέλια θύειν ἑκατὸν βοῦς τῇ θεῷ”.
ἐπένευσεν εἰς ἐκεῖνον ἡ βουλὴ πάλιν.
κἄγωγ᾽ὅτε δὴ γ᾽νων τοῖς βολίτοις ἡττημένος,
διακοσίαισι βουσὶν ὑπερηκόντισα,
τῇ δ᾽Ἀγροτέρᾳ κατὰ χιλιῶν παρῄνεσα 660
εὐχὴν ποιήσασθαι χιμάρων εἰς αὔριον,
αἱ τριχίδες εἰ γενοίαθ᾽ἑκατὸν τοὐβολοῦ.
ἐκαραδόκησεν εἰς ἔμ᾽ἡ βουλὴ πάλιν.
ὁ δὲ ταῦτ᾽ἀκούσας ἐκπλαγεὶς ἐφληνάφα.
κᾆθ᾽εἷλκον αὐτὸν οἱ πρυτάνεις χοἰ τοξόται. 665
οἱ δ᾽ἐθορύβουν περὶ τῶν ἀφύων ἑστηκότες·
ὁ δ᾽ἠντεβόλει γ᾽αὐτοὺς ὀλίγον μεῖναι χρόνον,
“ἵν᾽ἅτθ᾽ὁ κῆρυξ οὑκ Λακεδαίμονος λέγει
πύθησθ᾽, ἀφῖκται γὰρ περὶ σπονδῶν”, λέγων.
οἱ δ᾽ἐξ ἑνὸς στόματος ἅπαντες ἀνέκραγον· 670
“νυνὶ περὶ σπονδῶν; ἐπειδή γ᾽ὦ μέλε
ᾔσθοντο τὰς ἀφύας παρ᾽ἡμῖν ἀξίας.
οὐ δεόμεθα σπονδῶν· ὁ πόλεμος ἑρπέτω”.
ἐκεκράγεσάν τε τοὺς πρυτάνεις ἀφιέναι·
εἶθ᾽ὑπερεπήδων τοὺς δρυφάκτους πανταχῇ. 675
ἐγὼ δὲ τὰ κορίανν᾽ἐπριάμην ὑποδραμὼν
ἅπαντα τά τε γήτεἰ ὅσ᾽ἦν ἐν τἀγορᾷ·
ἔπειτα ταῖς ἀφύαις ἐδίδουν ἡδύσματα
ἀποροῦσιν αὐτοῖς προῖκα κἀχαριζόμην.
οἱ δ᾽ὑπερεπῄνουν ὑπερεπύππαζόν τέ με 680
ἅπαντες οὕτως ὥστε τὴν βουλὴν ὅλην
ὀβολοῦ κοριάννοις ἀναλ�
�βὼν ἐλήλυθα.
Χορός
πάντα τοι πέπραγας οἷα χρὴ τὸν εὐτυχοῦντα·
ηὗρε δ᾽ὁ πανοῦργος ἕτερον πολὺ πανουργίαις
μείζοσι κεκασμένον 685
καὶ δόλοισι ποικίλοις
ῥήμασίν θ᾽αἱμύλοις.
ἀλλ᾽ὅπως ἀγωνιεῖ φρόντιζε
τἀπίλοιπ᾽ἄριστα·
συμμάχους δ᾽ἡμᾶς ἔχων εὔνους
ἐπίστασαι πάλαι. 690
Ἀλλαντοπώλης
καὶ μὴν ὁ Παφλαγὼν οὑτοσὶ προσέρχεται,
ὠθῶν κολόκυμα καὶ ταράττων καὶ κυκῶν,
ὡς δὴ καταπιόμενός με. μορμὼ τοῦ θράσους.
Κλέων
εἰ μή σ᾽ἀπολέσαιμ᾽, εἴ τι τῶν αὐτῶν ἐμοὶ
ψευδῶν ἐνείη, διαπέσοιμι πανταχῇ. 695
Ἀλλαντοπώλης
ἥσθην ἀπειλαῖς, ἐγέλασα ψολοκομπίαις,
ἀπεπυδάρισα μόθωνα, περιεκόκκασα.
Κλέων
οὔτοι μὰ τὴν Δήμητρ᾽, ἐὰν μή σ᾽ἐκφάγω
ἐκ τῆσδε τῆς γῆς, οὐδέποτε βιώσομαι.
Ἀλλαντοπώλης
ἣν μὴ κ᾽φάγῃς; ἐγὼ δέ γ᾽, ἢν μή σ᾽ἐκπίω 700
κἀπεκροφήσας αὐτὸς ἐπιδιαρραγῶ.
Κλέων
ἀπολῶ σε νὴ τὴν προεδρίαν τὴν ἐκ Πύλου.
Ἀλλαντοπώλης
ἰδοὺ προεδρίαν· οἷον ὅψομαί σ᾽ἐγὼ
ἐκ τῆς προεδρίας ἔσχατον θεώμενον.
Κλέων
ἐν τῷ ξύλῳ δήσω σε νὴ τὸν οὐρανόν. 705
Ἀλλαντοπώλης
ὡς ὀξύθυμος. φέρε τί σοι δῶ καταφαγεῖν;
ἐπὶ τῷ φάγοις ἥδιστ᾽ἄν; ἐπὶ βαλλαντίῳ;
Κλέων
ἐξαρπάσομαί σου τοῖς ὄνυξι τἄντερα.