Delphi Complete Works of Aristophanes (Illustrated) (Delphi Ancient Classics)

Home > Fiction > Delphi Complete Works of Aristophanes (Illustrated) (Delphi Ancient Classics) > Page 60
Delphi Complete Works of Aristophanes (Illustrated) (Delphi Ancient Classics) Page 60

by Aristophanes


  Ἀλλαντοπώλης

  ἀπονυχιῶ σου τἀν πρυτανείῳ σιτία.

  Κλέων

  ἕλξω σε πρὸς τὸν δῆμον, ἵνα δῷς μοι δίκην. 710

  Ἀλλαντοπώλης

  κἀγὼ δέ σ᾽ἕλξω καὶ διαβαλῶ πλείονα.

  Κλέων

  ἀλλ᾽ὦ πόνηρε σοὶ μὲν οὐδὲν πείθεται·

  ἐγὼ δ᾽ἐκείνου καταγελῶ γ᾽ὅσον θέλω.

  Ἀλλαντοπώλης

  ὡς σφόδρα σὺ τὸν δῆμον σεαυτοῦ νενόμικας.

  Κλέων

  ἐπίσταμαι γὰρ αὐτὸν οἷς ψωμίζεται. 715

  Ἀλλαντοπώλης

  κᾆθ᾽ὥσπερ αἱ τίτθαι γε σιτίζεις κακῶς.

  μασώμενος γὰρ τῷ μὲν ὀλίγον ἐντίθης,

  αὐτὸς δ᾽ἐκείνου τριπλάσιον κατέσπακας.

  Κλέων

  καὶ νὴ Δί᾽ὑπό γε δεξιότητος τῆς ἐμῆς

  δύναμαι ποιεῖν τὸν δῆμον εὐρὺν καὶ στενόν. 720

  Ἀλλαντοπώλης

  χὠ πρωκτὸς οὑμὸς τουτογὶ σοφίζεται.

  Κλέων

  οὐκ ὦγάθ᾽ἐν βουλῇ με δόξεις καθυβρίσαι.

  ἴωμεν ἐς τὸν δῆμον.

  Ἀλλαντοπώλης

  οὐδὲν κωλύει·

  ἰδοὺ βάδιζε, μηδὲν ἡμᾶς ἰσχέτω.

  Κλέων

  ὦ Δῆμε δεῦρ᾽ἔξελθε. 725

  Ἀλλαντοπώλης

  νὴ Δί᾽ὦ πάτερ

  ἔξελθε δῆτ᾽.

  Κλέων

  ὦ Δημίδιον <ὦ> φίλτατον

  ἔξελθ᾽, ἵν᾽εἰδῇς οἷα περιυβρίζομαι.

  Δῆμος

  τίνες οἱ βοῶντες; οὐκ ἄπιτ᾽ἀπὸ τῆς θύρας;

  τὴν εἰρεσιώνην μου κατεσπαράξατε.

  τίς ὦ Παφλαγὼν ἀδικεῖ σε; 730

  Κλέων

  διὰ σὲ τύπτομαι

  ὑπὸ τουτουὶ καὶ τῶν νεανίσκων.

  Δῆμος

  τιή;

  Κλέων

  ὁτιὴ φιλῶ σ᾽ὦ Δῆμ᾽ἐραστής τ᾽εἰμὶ σός.

  Δῆμος

  σὺ δ᾽εἶ τίς ἐτεόν;

  Ἀλλαντοπώλης

  ἀντεραστὴς τουτουί,

  ἐρῶν πάλαι σου βουλόμενός τέ σ᾽εὖ ποιεῖν,

  ἄλλοι τε πολλοὶ καὶ καλοί τε κἀγαθοί. 735

  ἀλλ᾽οὐχ οἷοί τ᾽ἐσμὲν διὰ τουτονί. σὺ γὰρ

  ὅμοιος εἶ τοῖς παισὶ τοῖς ἐρωμένοις·

  τοὺς μὲν καλούς τε κἀγαθοὺς οὐ προσδέχει,

  σαυτὸν δὲ λυχνοπώλαισι καὶ νευρορράφοις

  καὶ σκυτοτόμοις καὶ βυρσοπώλαισιν δίδως.· 740

  Κλέων

  εὖ γὰρ ποιῶ τὸν δῆμον.

  Ἀλλαντοπώλης

  εἰπέ νυν τί δρῶν;

  Κλέων

  ὅ τι; “τῶν στρατηγῶν ὑποδραμὼν τῶν ἐκ Πύλου”,

  πλεύσας ἐκεῖσε, τοὺς Λάκωνας ἤγαγον.

  Ἀλλαντοπώλης

  ἐγὼ δὲ περιπατῶν γ᾽ἀπ᾽ἐργαστηρίου

  ἕψοντος ἑτερου τὴν χύτραν ὑφειλόμην. 745

  Κλέων

  καὶ μὴν ποιήσας αὐτίκα μάλ᾽ἐκκλησίαν

  ὦ Δῆμ᾽ἵν᾽εἰδῇς ὁπότερος νῷν ἐστί σοι

  εὐνούστερος, διάκρινον, ἵνα τοῦτον φιλῇς.

  Ἀλλαντοπώλης

  ναὶ ναὶ διάκρινον δῆτα, πλὴν μὴ ᾽ν τῇ πυκνί.

  Δῆμος

  οὐκ ἂν καθιζοίμην ἐν ἄλλῳ χωρίῳ. 750

  ἀλλ᾽ἐς τὸ πρόσθε. χρὴ παρεῖν᾽ἐς τὴν πύκνα.

  Ἀλλαντοπώλης

  οἴμοι κακοδαίμων ὡς ἀπόλωλ᾽. ὁ γὰρ γέρων

  οἴκοι μὲν ἀνδρῶν ἐστι δεξιώτατος,

  ὅταν δ᾽ἐπὶ ταυτησὶ καθῆται τῆς πέτρας,

  κέχηνεν ὥσπερ ἐμποδίζων ἰσχάδας. 755

  Χορός

  νῦν δή σε πάντα δεῖ κάλων ἐξιέναι σεαυτοῦ,

  καὶ λῆμα θούριον φορεῖν καὶ λόγους ἀφύκτους

  ὅτοισι τόνδ᾽ὑπερβαλεῖ. ποικίλος γὰρ ἁνὴρ

  κἀκ τῶν ἀμηχάνων πόρους εὐμήχανος πορίζειν.

  πρὸς ταῦθ᾽ὅπως ἔξει πολὺς καὶ λαμπρὸς ἐς τὸν ἄνδρα. 760

  ἀλλὰ φυλάττου καὶ πρὶν ἐκεῖνον προσκεῖσθαί σοι πρότερος σὺ

  τοὺς δελφῖνας μετεωρίζου καὶ τὴν ἄκατον παραβάλλου.

  Κλέων

  τῇ μὲν δεσποίνῃ Ἀθηναίᾳ τῇ τῆς πόλεως μεδεούσῃ

  εὔχομαι, εἰ μὲν περὶ τὸν δῆμον τὸν Ἀθηναίων γεγένημαι

  βέλτιστος ἀνὴρ μετὰ Λυσικλέα καὶ Κύνναν καὶ Σαλαβακχώ, 765

  ὥσπερ νυνὶ μηδὲν δράσας δειπνεῖν ἐν πρυτανείῳ·

  εἰ δέ σε μισῶ καὶ μὴ περὶ σοῦ μάχομαι μόνος ἀντιβεβηκώς,

  ἀπολοίμην καὶ διαπρισθείην κατατμηθείην τε λέπαδνα.

  Ἀλλαντοπώλης

  κἄγωγ᾽ὦ Δῆμ᾽, εἰ μή σε φιλῶ καὶ μὴ στέργω, κατατμηθεὶς

  ἑψοίμην ἐν περικομματίοις· κεἰ μὴ τούτοισι πέποιθας, 770

  ἐπὶ ταυτησὶ κατακνησθείην ἐν μυττωτῷ μετὰ τυροῦ,

  καὶ τῇ κρεάγρᾳ τῶν ὀρχιπέδων ἑλκοίμην ἐς Κεραμεικόν.

  Κλέων

  καὶ πῶς ἂν ἐμοῦ μᾶλλόν σε φιλῶν ὦ Δῆμε γένοιτο πολίτης;

  ὃς πρῶτα μὲν ἡνίκ᾽ἐβούλευον σοὶ χρήματα πλεῖστ᾽ἀπέδειξα

  ἐν τῷ κοινῷ, τοὺς μὲν στρεβλῶν τοὺς δ᾽ἄγχων τοὺς δὲ μεταιτῶν, 775

  οὐ φροντίζων τῶν ἰδιωτῶν οὐδενός, εἰ σοὶ χαριοίμην.

  Ἀλλαντοπώλης

  τοῦτο μὲν ὦ Δῆμ᾽οὐδὲν σεμνόν· κἀγὼ γὰρ τοῦτό σε δράσω.

  ἁρπάζων γὰρ τοὺς ἄρτους σοι τοὺς ἀλλοτρίους παραθήσω.

  ὡς δ᾽οὐχὶ φιλεῖ σ᾽οὐδ᾽ἔστ᾽εὔνους, τοῦτ᾽αὐτό σε πρῶτα διδάξω,

  ἀλλ᾽ἢ διὰ τοῦτ᾽�
�ὔθ᾽ὁτιή σου τῆς ἀνθρακιᾶς ἀπολαύει. 780

  σὲ γάρ, ὃς Μήδοισι διεξιφίσω περὶ τῆς χώρας Μαραθῶνι,

  καὶ νικήσας ἡμῖν μεγάλως ἐγγλωττοτυπεῖν παρέδωκας,

  ἐπὶ ταῖσι πέτραις οὐ φροντίζει σκληρῶς σε καθήμενον οὕτως,

  οὐχ ὥσπερ ἐγὼ ῥαψάμενός σοι τουτὶ φέρω. ἀλλ᾽ἐπαναίρου,

  κᾆτα καθίζου μαλακῶς, ἵνα μὴ τρίβῃς τὴν ἐν Σαλαμῖνι. 785

  Δῆμος

  ἄνθρωπε τίς εἶ; μῶν ἔκγονος εἶ τῶν Ἁρμοδίου τις ἐκείνων;

  τοῦτό γέ τοί σου τοὔργον ἀληθῶς γενναῖον καὶ φιλόδημον.

  Κλέων

  ὡς ἀπὸ μικρῶν εὔνους αὐτῷ θωπευματίων γεγένησαι.

  Ἀλλαντοπώλης

  καὶ σὺ γὰρ αὐτὸν πολὺ μικροτέροις τούτων δελεάσμασιν εἷλες.

  Κλέων

  καὶ μὴν εἴ πού τις ἀνὴρ ἐφάνη τῷ δήμῳ μᾶλλον ἀμύνων 790

  ἢ μᾶλλον ἐμοῦ σε φιλῶν, ἐθέλω περὶ τῆς κεφαλῆς περιδόσθαι.

  Ἀλλαντοπώλης

  καὶ πῶς σὺ φιλεῖς, ὃς τοῦτον ὁρῶν οἰκοῦντ᾽ἐν ταῖς φιδάκναισι

  καὶ γυπαρίοις καὶ πυργιδίοις ἔτος ὄγδοον οὐκ ἐλεαίρεις,

  ἀλλὰ καθείρξας αὐτὸν βλίττεις; Ἀρχεπτολέμου δὲ φέροντος

  τὴν εἰρήνην ἐξεσκέδασας, τὰς πρεσβείας τ᾽ἀπελαύνεις 795

  ἐκ τῆς πόλεως ῥαθαπυγίζων, αἳ τὰς σπονδὰς προκαλοῦνται.

  Κλέων

  ἵνα γ᾽Ἑλλήνων ἄρξῃ πάντων. ἔστι γὰρ ἐν τοῖς λογίοισιν

  ὡς τοῦτον δεῖ ποτ᾽ἐν Ἀρκαδίᾳ πεντώβολον ἡλιάσασθαι,

  ἢν ἀναμείνῃ· πάντως δ᾽αὐτὸν θρέψω γ᾽ὼ καὶ θεραπεύσω,

  ἐξευρίσκων εὖ καὶ μιαρῶς ὁπόθεν τὸ τριώβολον ἕξει. 800

  Ἀλλαντοπώλης

  οὐχ ἵνα γ᾽ἄρξῃ μὰ Δί᾽Ἀρκαδίας προνοούμενος, ἀλλ᾽ἵνα μᾶλλον

  σὺ μὲν ἁρπάζῃς καὶ δωροδοκῇς παρὰ τῶν πόλεων, ὁ δὲ δῆμος

  ὑπὸ τοῦ πολέμου καὶ τῆς ὁμίχλης ἃ πανουργεῖς μὴ καθορᾷ σου,

  ἀλλ᾽ὑπ᾽ἀνάγκης ἅμα καὶ χρείας καὶ μισθοῦ πρός σε κεχήνῃ.

  ἢν δέ ποτ᾽εἰς ἀγρὸν οὗτος ἀπελθὼν εἰρηναῖος διατρίψῃ, 805

  καὶ χῖδρα φαγὼν ἀναθαρρήσῃ καὶ στεμφύλῳ ἐς λόγον ἔλθῃ,

  γνώσεται οἵων ἀγαθῶν αὐτὸν τῇ μισθοφορᾷ παρεκόπτου·

  εἶθ᾽ἥξει σοι δριμὺς ἄγροικος κατὰ σοῦ τὴν ψῆφον ἰχνεύων.

  ἃ σὺ γιγνώσκων τόνδ᾽ἐξαπατᾷς καὶ ὀνειροπολεῖς περὶ σαυτοῦ.

  Κλέων

  οὔκουν δεινὸν ταυτί σε λέγειν δῆτ᾽ἔστ᾽ἐμὲ καὶ διαβάλλειν 810

  πρὸς Ἀθηναίους καὶ τὸν δῆμον, πεποιηκότα πλείονα χρηστὰ

  νὴ τὴν Δήμητρα Θεμιστοκλέους πολλῷ περὶ τὴν πόλιν ἤδη;

  Ἀλλαντοπώλης

  ὦ πόλις Ἄργους κλύεθ᾽οἷα λέγει. σὺ Θεμιστοκλεῖ ἀντιφερίζεις;

  ὃς ἐποίησεν τὴν πόλιν ἡμῶν μεστὴν εὑρὼν ἐπιχειλῆ,

  καὶ πρὸς τούτοις ἀριστώσῃ τὸν Πειραιᾶ προσέμαξεν, 815

  ἀφελών τ᾽οὐδὲν τῶν ἀρχαίων ἰχθῦς καινοὺς παρέθηκεν·

  σὺ δ᾽Ἀθηναίους ἐζήτησας μικροπολίτας ἀποφῆναι

  διατειχίζων καὶ χρησμῳδῶν, ὁ Θεμιστοκλεῖ ἀντιφερίζων.

  κἀκεῖνος μὲν φεύγει τὴν γῆν σὺ δ᾽Ἀχιλλείων ἀπομάττει.

  Κλέων

  οὔκουν ταυτὶ δεινὸν ἀκούειν ὦ Δῆμ᾽ἐστίν μ᾽ὑπὸ τούτου, 820

  ὁτιή σε φιλῶ;

  Δῆμος

  παὖ ὦ οὗτος, καὶ μὴ σκέρβολλε πονηρά.

  πολλοῦ δὲ πολύν με χρόνον καὶ νῦν ἐλελήθης ἐγκρυφιάζων.

  Ἀλλαντοπώλης

  μιαρώτατος, ὦ Δημακίδιον, καὶ πλεῖστα πανοῦργα δεδρακώς,

  ὁπόταν χασμᾷ, καὶ τοὺς καυλοὺς

  τῶν εὐθυνῶν ἐκκαυλίζων 825

  καταβροχθίζει, κἀμφοῖν χειροῖν

  μυστιλᾶται τῶν δημοσίων.

  Κλέων

  οὐ χαιρήσεις, ἀλλά σε κλέπτονθ᾽

  αἱρήσω γ᾽ὼ τρεῖς μυριάδας.

  Ἀλλαντοπώλης

  τί θαλαττοκοπεῖς καὶ πλατυγίζεις, 830

  μιαρώτατος ὢν περὶ τὸν δῆμον

  τὸν Ἀθηναίων; καί σ᾽ἐπιδείξω

  νὴ τὴν Δήμητρ᾽, ἢ μὴ ζῴην,

  δωροδοκήσαντ᾽ἐκ Μυτιλήνης

  πλεῖν ἢ μνᾶς τετταράκοντα. 835

  Χορός

  ὦ πᾶσιν ἀνθρώποις φανεὶς μέγιστον ὠφέλημα,

  ζηλῶ σε τῆς εὐγλωττίας. εἰ γὰρ ὧδ᾽ἐποίσεις,

  μέγιστος Ἑλλήνων ἔσει, καὶ μόνος καθέξεις

  τἀν τῇ πόλει τῶν ξυμμάχων τ᾽ἄρξεις ἔχων τρίαιναν,

  ᾗ πολλὰ χρήματ᾽ἐργάσει σείων τε καὶ ταράττων. 840

  καὶ μὴ μεθῇς τὸν ἄνδρ᾽, ἐπειδή σοι λαβὴν δέδωκεν·

  κατεργάσει γὰρ ῥᾳδίως πλευρὰς ἔχων τοιαύτας.

  Κλέων

  οὐκ ὦγαθοὶ ταῦτ᾽ἐστί πω ταύτῃ μὰ τὸν Ποσειδῶ.

  ἐμοὶ γάρ ἐστ᾽εἰργασμένον τοιοῦτον ἔργον ὥστε

  ἁπαξάπαντας τοὺς ἐμοὺς ἐχθροὺς ἐπιστομίζειν, 845

  ἕως ἂν ᾖ τῶν ἀσπίδων τῶν ἐκ Πύλου τι λοιπόν.

  Ἀλλαντοπώλης

  ἐπίσχες ἐν ταῖς ἀσπίσιν· λαβὴν γὰρ ἐνδέδωκας.

  οὐ γάρ σ᾽ἐχρῆν, εἴπερ φιλεῖς τὸν δῆμον, ἐκ προνοίας

  ταύτας ἐᾶν αὐτοῖσι τοῖς πόρπαξιν ἀνατεθῆναι.

  ἀλλ᾽ἐστὶ τοῦτ᾽ὦ Δῆμε μηχάνημ᾽, ἵν᾽ἢν σὺ βούλῃ 850
>
  τὸν ἄνδρα κολάσαι τουτονί, σοὶ τοῦτο μὴ κ᾽γένηται.

  ὁρᾷς γὰρ αὐτῷ στῖφος οἷόν ἐστι βυρσοπωλῶν

  νεανιῶν· τούτους δὲ περιοικοῦσι μελιτοπῶλαι

  καὶ τυροπῶλαι· τοῦτο δ᾽εἰς ἕν ἐστι συγκεκυφός,

  ὥστ᾽εἰ σὺ βριμήσαιο καὶ βλέψειας ὀστρακίνδα, 855

  νύκτωρ καθαρπάσαντες ἂν τὰς ἀσπίδας θέοντες

  τὰς ἐσβολὰς τῶν ἀλφίτων ἂν καταλάβοιεν ἡμῶν.

  Δῆμος

  οἴμοι τάλας· ἔχουσι γὰρ πόρπακας; ὦ πόνηρε

  ὅσον με παρεκόπτου χρόνον τοιαῦτα κρουσιδημῶν.

  Κλέων

  ὦ δαιμόνιε μὴ τοῦ λέγοντος ἴσθι, μηδ᾽οἰηθῇς 860

  ἐμοῦ ποθ᾽εὑρήσειν φίλον βελτίον᾽· ὅστις εἷς ὢν

  ἔπαυσα τοὺς ξυνωμότας, καί μ᾽οὐ λέληθεν οὐδὲν

  ἐν τῇ πόλει ξυνιστάμενον, ἀλλ᾽εὐθέως κέκραγα.

  Ἀλλαντοπώλης

  ὅπερ γὰρ οἱ τὰς ἐγχέλεις θηρώμενοι πέπονθας.

  ὅταν μὲν ἡ λίμνη καταστῇ, λαμβάνουσιν οὐδέν· 865

  ἐὰν δ᾽ἄνω τε καὶ κάτω τὸν βόρβορον κυκῶσιν,

  αἱροῦσι· καὶ σὺ λαμβάνεις, ἢν τὴν πόλιν ταράττῃς.

  ἓν δ᾽εἰπέ μοι τοσουτονί· σκύτη τοσαῦτα πωλῶν

  ἔδωκας ἤδη τουτῳὶ κάττυμα παρὰ σεαυτοῦ

  ταῖς ἐμβάσιν φάσκων φιλεῖν; 870

  Δῆμος

  οὐ δῆτα μὰ τὸν Ἀπόλλω.

  Ἀλλαντοπώλης

  ἔγνωκας οὖν δῆτ᾽αὐτὸν οἷός ἐστιν; ἀλλ᾽ἐγώ σοι

  ζεῦγος πριάμενος ἐμβάδων τουτὶ φορεῖν δίδωμι.

  Δῆμος

  κρίνω σ᾽ὅσων ἐγᾦδα περὶ τὸν δῆμον ἄνδρ᾽ἄριστον

  εὐνούστατόν τε τῇ πόλει καὶ τοῖσι δακτύλοισιν.

 

‹ Prev