Delphi Complete Works of Aristophanes (Illustrated) (Delphi Ancient Classics)

Home > Fiction > Delphi Complete Works of Aristophanes (Illustrated) (Delphi Ancient Classics) > Page 62
Delphi Complete Works of Aristophanes (Illustrated) (Delphi Ancient Classics) Page 62

by Aristophanes


  οὗτος γὰρ ἡμῶν τὰς πυέλους ἀφήρπασεν.

  ἀλλ᾽οὑτοσὶ γάρ ἐστι περὶ τοῦ ναυτικοῦ

  ὁ χρησμός, ᾧ σε δεῖ προσέχειν τὸν νοῦν πάνυ.

  Δῆμος

  προσέχω· σὺ δ᾽ἀναγίγνωσκε, τοῖς ναύταισί μου 1065

  ὅπως ὁ μισθὸς πρῶτον ἀποδοθήσεται.

  Ἀλλαντοπώλης

  Αἰγεΐδη φράσσαι κυναλώπεκα, μή σε δολώσῃ,

  λαίθαργον ταχύπουν, δολίαν κερδὼ πολύιδριν.

  οἶσθ᾽ὅ τι ἐστὶν τοῦτο;

  Δῆμος

  Φιλόστρατος ἡ κυναλώπηξ.

  Ἀλλαντοπώλης

  οὐ τοῦτό φησιν, ἀλλὰ ναῦς ἑκάστοτε 1070

  αἰτεῖ ταχείας ἀργυρολόγους οὑτοσί·

  ταύτας ἀπαυδᾷ μὴ διδόναι σ᾽ὁ Λοξίας.

  Δῆμος

  πῶς δὴ τριήρης ἐστὶ κυναλώπηξ;

  Ἀλλαντοπώλης

  ὅπως;

  ὅτι ἡ τριήρης ἐστὶ χὠ κύων ταχύ.

  Δῆμος

  πῶς οὖν ἀλώπηξ προσετέθη πρὸς τῷ κυνί; 1075

  Ἀλλαντοπώλης

  ἀλωπεκίοισι τοὺς στρατιώτας ᾔκασεν,

  ὁτιὴ βότρυς τρώγουσιν ἐν τοῖς χωρίοις.

  Δῆμος

  εἶεν·

  τούτοις ὁ μισθὸς τοῖς ἀλωπεκίοισι ποῦ;

  Ἀλλαντοπώλης

  ἐγὼ ποριῶ, καὶ τοῦτον ἡμερῶν τριῶν.

  ἀλλ᾽ἔτι τόνδ᾽ἐπάκουσον, ὃν εἶπέ σοι ἐξαλέασθαι 1080

  χρησμὸν Λητοΐδης, Κυλλήνην, μή σε δολώσῃ.

  Δῆμος

  ποίαν Κυλλήνην;

  Ἀλλαντοπώλης

  τὴν τούτου χεῖρ᾽ἐποίησεν

  Κυλλήνην ὀρθῶς, ὁτιή φησ᾽, “ἔμβαλε κυλλῇ”.

  Κλέων

  οὐκ ὀρθῶς φράζει· τὴν Κυλλήνην γὰρ ὁ Φοῖβος

  ἐς τὴν χεῖρ᾽ὀρθῶς ᾐνίξατο τὴν Διοπείθους. 1085

  ἀλλὰ γάρ ἐστιν ἐμοὶ χρησμὸς περὶ σοῦ πτερυγωτός,

  αἰετὸς ὡς γίγνει καὶ πάσης γῆς βασιλεύεις.

  Ἀλλαντοπώλης

  καὶ γὰρ ἐμοί· καὶ γῆς καὶ τῆς ἐρυθρᾶς γε θαλάσσης,

  χὤτι γ᾽ἐν Ἐκβατάνοις δικάσεις, λείχων ἐπίπαστα.

  Κλέων

  ἀλλ᾽ἐγὼ εἶδον ὄναρ, καί μοὐδόκει ἡ θεὸς αὐτὴ 1090

  τοῦ δήμου καταχεῖν ἀρυταίνῃ πλουθυγίειαν.

  Ἀλλαντοπώλης

  νὴ Δία καὶ γὰρ ἐγώ· καί μοὐδόκει ἡ θεὸς αὐτὴ

  ἐκ πόλεως ἐλθεῖν καὶ γλαῦξ αὐτῇ ᾽πικαθῆσθαι·

  εἶτα κατασπένδειν κατὰ τῆς κεφαλῆς ἀρυβάλλῳ

  ἀμβροσίαν κατὰ σοῦ, κατὰ τούτου δὲ σκοροδάλμην. 1095

  Δῆμος

  ἰοὺ ἰού.

  οὐκ ἦν ἄρ᾽οὐδεὶς τοῦ Γλάνιδος σοφώτερος.

  καὶ νῦν ἐμαυτὸν ἐπιτρέπω σοι τουτονὶ

  γερονταγωγεῖν κἀναπαιδεύειν πάλιν.

  Κλέων

  μήπω γ᾽, ἱκετεύω σ᾽, ἀλλ᾽ἀνάμεινον, ὡς ἐγὼ 1100

  κριθὰς ποριῶ σοι καὶ βίον καθ᾽ἡμέραν.

  Δῆμος

  οὐκ ἀνέχομαι κριθῶν ἀκούων· πολλάκις

  ἐξηπατήθην ὑπό τε σοῦ καὶ Θουφάνους.

  Κλέων

  ἀλλ᾽ἄλφιτ᾽ἤδη σοι ποριῶ ᾽σκευασμένα.

  Ἀλλαντοπώλης

  ἐγὼ δὲ μαζίσκας γε διαμεμαγμένας 1105

  καὶ τοὔψον ὀπτόν· μηδὲν ἄλλ᾽εἰ μὴ ᾽σθιε.

  Δῆμος

  ἀνύσατέ νυν ὅ τι περ ποιήσεθ᾽· ὡς ἐγώ,

  ὁπότερος ἂν σφῷν νῦν με μᾶλλον εὖ ποιῇ,

  τούτῳ παραδώσω τῆς πυκνὸς τὰς ἡνίας.

  Κλέων

  τρέχοιμ᾽ἂν εἴσω πρότερος. 1110

  Ἀλλαντοπώλης

  οὐ δῆτ᾽ἀλλ᾽ἐγώ.

  Χορός

  ὦ Δῆμε καλήν γ᾽ἔχεις

  ἀρχήν, ὅτε πάντες ἄνθρωποι

  δεδίασί σ᾽ὥσπερ

  ἄνδρα τύραννον.

  ἀλλ᾽εὐπαράγωγος εἶ, 1115

  θωπευόμενός τε χαίρεις

  κἀξαπατώμενος,

  πρὸς τόν τε λέγοντ᾽ἀεὶ

  κέχηνας· ὁ νοῦς δέ σου

  παρὼν ἀποδημεῖ. 1120

  Δῆμος

  νοῦς οὐκ ἔνι ταῖς κόμαις

  ὑμῶν, ὅτε μ᾽οὐ φρονεῖν

  νομίζετ᾽· ἐγὼ δ᾽ἑκὼν

  ταῦτ᾽ἠλιθιάζω.

  αὐτός τε γὰρ ἥδομαι 1125

  βρύλλων τὸ καθ᾽ἡμέραν,

  κλέπτοντά τε βούλομαι

  τρέφειν ἕνα προστάτην·

  τοῦτον δ᾽, ὅταν ᾖ πλέως,

  ἄρας ἐπάταξα. 1130

  Χορός

  χοὔτω μὲν ἂν εὖ ποιοῖς,

  εἴ σοι πυκνότης ἔνεστ᾽

  ἐν τῷ τρόπῳ, ὡς λέγεις,

  τούτῳ πάνυ πολλή,

  εἰ τούσδ᾽ἐπίτηδες ὥσπερ 1135

  δημοσίους τρέφεις

  ἐν τῇ πυκνί, κᾆθ᾽ὅταν

  μή σοι τύχῃ ὄψον ὄν,

  τούτων ὃς ἂν ᾖ παχύς,

  θύσας ἐπιδειπνεῖς. 1140

  Δῆμος

  σκέψασθε δέ μ᾽, εἰ σοφῶς

  αὐτοὺς περιέρχομαι

  τοὺς οἰομένους φρονεῖν

  κἄμ᾽ἐξαπατύλλειν.

  τηρῶ γὰρ ἑκάστοτ᾽αὐτοὺς 1145

  οὐδὲ δοκῶν ὁρᾶν

  κλέπτοντας· ἔπειτ᾽ἀναγκάζω

  πάλιν ἐξεμεῖν

  ἅττ᾽ἂν κεκλόφωσί μου,

  κημὸν καταμηλῶν. 1150

  Κλέων

  ἄπαγ᾽ἐς μακαρίαν ἐκποδών.

  Ἀλλαντοπώλης

  σύ γ᾽ὦ φθόρε.

  Κλέων

  ὦ Δῆμ᾽ἐγὼ μέντοι παρεσκευασμένος

  τρίπαλαι κάθημαι βουλόμενός σ᾽εὐεργετεῖν.
>
  Ἀλλαντοπώλης

  ἐγὼ δὲ δεκάπαλαί γε καὶ δωδεκάπαλαι

  καὶ χιλιόπαλαι καὶ προπαλαιπαλαίπαλαι. 1155

  Δῆμος

  ἐγὼ δὲ προσδοκῶν γε τρισμυριόπαλαι

  βδελύττομαί σφω καὶ προπαλαιπαλαίπαλαι.

  Ἀλλαντοπώλης

  οἶσθ᾽οὖν ὃ δρᾶσον;

  Δῆμος

  εἰ δὲ μή, φράσεις γε σύ.

  Ἀλλαντοπώλης

  ἄφες ἀπὸ βαλβίδων ἐμέ τε καὶ τουτονί, 1160

  ἵνα σ᾽εὖ ποιῶμεν ἐξ ἴσου.

  Δῆμος

  δρᾶν ταῦτα χρή.

  ἄπιτον.

  Κλέων καὶ Ἀλλαντοπώλης

  ἰδού.

  Δῆμος

  θέοιτ᾽ἄν.

  Ἀλλαντοπώλης

  ὑποθεῖν οὐκ ἐῶ.

  Δῆμος

  ἀλλ᾽ἢ μεγάλως εὐδαιμονήσω τήμερον

  ὑπὸ τῶν ἐραστῶν νὴ Δί᾽ἢ ᾽γὼ θρύψομαι.

  Κλέων

  ὁρᾷς; ἐγώ σοι πρότερος ἐκφέρω δίφρον.

  Ἀλλαντοπώλης

  ἀλλ᾽οὐ τράπεζαν, ἀλλ᾽ἐγὼ προτεραίτερος. 1165

  Κλέων

  ἰδοὺ φέρω σοι τήνδε μαζίσκην ἐγὼ

  ἐκ τῶν ὀλῶν τῶν ἐκ Πύλου μεμαγμένην.

  Ἀλλαντοπώλης

  ἐγὼ δὲ μυστίλας μεμυστιλημένας

  ὑπὸ τῆς θεοῦ τῇ χειρὶ τἠλεφαντίνῃ.

  Δῆμος

  ὡς μέγαν ἄρ᾽εἶχες ὦ πότνια τὸν δάκτυλον. 1170

  Κλέων

  ἐγὼ δ᾽ἔτνος γε πίσινον εὔχρων καὶ καλόν·

  ἐτόρυνε δ᾽αὔθ᾽ἡ Παλλὰς ἡ Πυλαιμάχος.

  Ἀλλαντοπώλης

  ὦ Δῆμ᾽ἐναργῶς ἡ θεός σ᾽ἐπισκοπεῖ,

  καὶ νῦν ὑπερέχει σου χύτραν ζωμοῦ πλέαν.

  Δῆμος

  οἴει γὰρ οἰκεῖσθ᾽ἂν ἔτι τήνδε τὴν πόλιν, 1175

  εἰ μὴ φανερῶς ἡμῶν ὑπερεῖχε τὴν χύτραν;

  Κλέων

  Τουτὶ τέμαχός σοὔδωκεν ἡ Φοβεσιστράτη.

  Ἀλλαντοπώλης

  ἡ δ᾽Ὀβριμοπάτρα γ᾽ἑφθὸν ἐκ ζωμοῦ κρέας

  καὶ χόλικος ἠνύστρου τε καὶ γαστρὸς τόμον.

  Δῆμος

  Καλῶς γ᾽ἐποίησε τοῦ πέπλου μεμνημένη. 1180

  Κλέων

  ἡ Γοργολόφα σ᾽ἐκέλευε τουτουὶ φαγεῖν

  ἐλατῆρος, ἵνα τὰς ναῦς ἐλαύνωμεν καλῶς.

  Ἀλλαντοπώλης

  λαβὲ καὶ ταδί νυν.

  Δῆμος

  καὶ τί τούτοις χρήσομαι

  τοῖς ἐντέροις;

  Ἀλλαντοπώλης

  ἐπίτηδες αὔτ᾽ἔπεμψέ σοι

  ἐς τὰς τριήρεις ἐντερόνειαν ἡ θεός· 1185

  ἐπισκοπεῖ γὰρ περιφανῶς τὸ ναυτικόν.

  ἔχε καὶ πιεῖν κεκραμένον τρία καὶ δύο.

  Δῆμος

  ὡς ἡδὺς ὦ Ζεῦ καὶ τὰ τρία φέρων καλῶς.

  Ἀλλαντοπώλης

  ἡ Τριτογενὴς γὰρ αὐτὸν ἐνετριτώνισεν.

  Κλέων

  λαβέ νυν πλακοῦντος πίονος παρ᾽ἐμοῦ τόμον. 1190

  Ἀλλαντοπώλης

  παρ᾽ἐμοῦ δ᾽ὅλον γε τὸν πλακοῦντα τουτονί.

  Κλέων

  ἀλλ᾽οὐ λαγῷ᾽ἕξεις ὁπόθεν δῷς, ἀλλ᾽ἐγώ.

  Ἀλλαντοπώλης

  οἴμοι, πόθεν λαγῷά μοι γενήσεται;

  ὦ θυμὲ νυνὶ βωμολόχον ἔξευρέ τι.

  Κλέων

  ὁρᾷς τάδ᾽ὦ κακόδαιμον; 1195

  Ἀλλαντοπώλης

  ὀλίγον μοι μέλει·

  ἐκεινοιὶ γὰρ ὡς ἔμ᾽ἔρχονταί τινες

  πρέσβεις ἔχοντες ἀργυρίου βαλλάντια.

  Κλέων

  ποῦ ποῦ; toto

  Ἀλλαντοπώλης

  τί δέ σοι τοῦτ᾽; οὐκ ἐάσεις τοὺς ξένους;

  ὦ Δημίδιον ὁρᾷς τὰ λαγῷ᾽ἅ σοι φέρω;

  Κλέων

  οἴμοι τάλας ἀδίκως γε τἄμ᾽ὑφήρπασας. 1200

  Ἀλλαντοπώλης

  νὴ τὸν Ποσειδῶ καὶ σὺ γὰρ τοὺς ἐκ Πύλου. toto

  Δῆμος

  εἴπ᾽, ἀντιβολῶ, πῶς ἐπενόησας ἁρπάσαι;

  Ἀλλαντοπώλης

  τὸ μὲν νόημα τῆς θεοῦ, τὸ δὲ κλέμμ᾽ἐμόν.

  Κλέων

  ἐγὼ δ᾽ἐκινδύνευσ᾽, ἐγὼ δ᾽ὤπτησά γε.

  Δῆμος

  ἄπιθ᾽· οὐ γὰρ ἀλλὰ τοῦ παραθέντος ἡ χάρις. 1205

  Κλέων

  οἴμοι κακοδαίμων, ὑπεραναιδευθήσομαι.

  Ἀλλαντοπώλης

  τί οὐ διακρίνεις Δῆμ᾽ὁπότερός ἐστι νῷν

  ἀνὴρ ἀμείνων περὶ σὲ καὶ τὴν γαστέρα;

  Δῆμος

  τῷ δῆτ᾽ἂν ὑμᾶς χρησάμενος τεκμηρίῳ

  δόξαιμι κρίνειν τοῖς θεαταῖσιν σοφῶς; 1210

  Ἀλλαντοπώλης

  ἐγὼ φράσω σοι. τὴν ἐμὴν κίστην ἰὼν

  ξύλλαβε σιωπῇ καὶ βασάνισον ἅττ᾽ἔνι,

  καὶ τὴν Παφλαγόνος· κἀμέλει κρινεῖς καλῶς.

  Δῆμος

  φέρ᾽ἴδω τί οὖν ἔνεστιν;

  Ἀλλαντοπώλης

  οὐχ ὁρᾷς κενὴν

  ὦ παππίδιον; ἅπαντα γάρ σοι παρεφόρουν. 1215

  Δῆμος

  αὕτη μὲν ἡ κίστη τὰ τοῦ Δήμου φρονεῖ.

  Ἀλλαντοπώλης

  βάδιζέ νυν καὶ δεῦρο πρὸς τὴν Παφλαγόνος.

  ὁρᾷς <τάδ᾽;>

  Δῆμος

  οἴμοι τῶν ἀγαθῶν ὅσων πλέα.

  ὅσον τὸ χρῆμα τοῦ πλακοῦντος ἀπέθετο·

  ἐμοὶ δ᾽ἔδωκεν ἀποτεμὼν τυννουτονί. 1220

  Ἀλλαντοπώλης

  τοιαῦτα μέντοι καὶ πρότερόν σ᾽ἠργάζετο·

  σοὶ μὲν προσεδίδου μικρὸν ὧν ἐλάμβανεν,

  αὐτὸς δ᾽ἑαυτῷ παρ�
�τίθει τὰ μείζονα.

  Δῆμος

  ὦ μιαρὲ κλέπτων δή με ταῦτ᾽ἐξηπάτας;

  ἐγὼ δέ τυ ἐστεφάνιξα κἀδωρησάμαν. 1225

  Κλέων

  ἐγὼ δ᾽ἔκλεπτον ἐπ᾽ἀγαθῷ γε τῇ πόλει.

  Δῆμος

  κατάθου ταχέως τὸν στέφανον, ἵν᾽ἐγὼ τουτῳὶ

  αὐτὸν περιθῶ.

  Ἀλλαντοπώλης

  κατάθου ταχέως μαστιγία.

  Κλέων

  οὐ δῆτ᾽, ἐπεί μοι χρησμός ἐστι Πυθικὸς

  φράζων ὑφ᾽οὗ “δεήσει μ᾽” ἡττᾶσθαι μόνου. 1230

  Ἀλλαντοπώλης

  τοὐμόν γε φράζων ὄνομα καὶ λίαν σαφῶς.

  Κλέων

  καὶ μήν σ᾽ἐλέγξαι βούλομαι τεκμηρίῳ,

  εἴ τι ξυνοίσεις τοῦ θεοῦ τοῖς θεσφάτοις.

  καί σου τοσοῦτον πρῶτον ἐκπειράσομαι·

  παῖς ὢν ἐφοίτας ἐς τίνος διδασκάλου; 1235

  Ἀλλαντοπώλης

  ἐν ταῖσιν εὕστραις κονδύλοις ἡρμοττόμην.

  Κλέων

  πῶς εἶπας; ὥς μου χρησμὸς ἅπτεται φρενῶν.

  εἶεν.

  ἐν παιδοτρίβου δὲ τίνα πάλην ἐμάνθανες;

  Ἀλλαντοπώλης

  κλέπτων ἐπιορκεῖν καὶ βλέπειν ἐναντίον·

  Κλέων

  ὦ Φοῖβ᾽Ἄπολλον Λύκιε τί ποτέ μ᾽ἐργάσει; 1240

  τέχνην δὲ τίνα ποτ᾽εἶχες ἐξανδρούμενος;

  Ἀλλαντοπώλης

  ἠλλαντοπώλουν καί τι καὶ βινεσκόμην.

  Κλέων

  οἴμοι κακοδαίμων· οὐκέτ᾽οὐδέν εἰμ᾽ἐγώ.

  λεπτή τις ἐλπίς ἐστ᾽ἐφ᾽ἧς ὀχούμεθα.

  καί μοι τοσοῦτον εἰπέ· πότερον ἐν ἀγορᾷ 1245

  ἠλλαντοπώλεις ἐτεὸν ἢ ᾽πὶ ταῖς πύλαις;

  Ἀλλαντοπώλης

  ἐπὶ ταῖς πύλαισιν, οὗ τὸ τάριχος ὤνιον.

  Κλέων

  οἴμοι πέπρακται τοῦ θεοῦ τὸ θέσφατον.

  κυλίνδετ᾽εἴσω τόνδε τὸν δυσδαίμονα.

 

‹ Prev