Delphi Complete Works of Aristophanes (Illustrated) (Delphi Ancient Classics)

Home > Fiction > Delphi Complete Works of Aristophanes (Illustrated) (Delphi Ancient Classics) > Page 63
Delphi Complete Works of Aristophanes (Illustrated) (Delphi Ancient Classics) Page 63

by Aristophanes


  ὦ στέφανε χαίρων ἄπιθι, κεἴ σ᾽ἄκων ἐγὼ 1250

  λείπω· σὲ δ᾽ἄλλος τις λαβὼν κεκτήσεται,

  κλέπτης μὲν οὐκ ἂν μᾶλλον, εὐτυχὴς δ᾽ἴσως.

  Ἀλλαντοπώλης

  Ἑλλάνιε Ζεῦ σὸν τὸ νικητήριον.

  Χορός

  ὦ χαῖρε καλλίνικε καὶ μέμνησ᾽ὅτι

  ἀνὴρ γεγένησαι δι᾽ἐμέ· καί σ᾽αἰτῶ βραχύ, 1255

  ὅπως ἔσομαί σοι Φανὸς ὑπογραφεὺς δικῶν.

  Δῆμος

  ἐμοὶ δέ γ᾽ὅ τι σοι τοὔνομ᾽εἴπ᾽.

  Ἀλλαντοπώλης

  Ἀγοράκριτος·

  ἐν τἀγορᾷ γὰρ κρινόμενος ἐβοσκόμην.

  Δῆμος

  Ἀγορακρίτῳ τοίνυν ἐμαυτὸν ἐπιτρέπω,

  καὶ τὸν Παφλαγόνα παραδίδωμι τουτονί. 1260

  Ἀλλαντοπώλης

  καὶ μὴν ἐγώ σ᾽ὦ Δῆμε θεραπεύσω καλῶς,

  ὥσθ᾽ὁμολογεῖν σε μηδέν᾽ἀνθρώπων ἐμοῦ

  ἰδεῖν ἀμείνω τῇ Κεχηναίων πόλει.

  Χορός

  τί κάλλιον ἀρχομένοισιν

  ἢ καταπαυομένοισιν 1265

  ἢ θοᾶν ἵππων ἐλατῆρας ἀείδειν, “μηδὲν ἐς” Λυσίστρατον,

  μηδὲ Θούμαντιν τὸν ἀνέστιον αὖ λυπεῖν ἑκούσῃ καρδίᾳ;

  καὶ γὰρ οὗτος ὦ φίλ᾽Ἄπολλον <ἀεὶ> πεινῇ, θαλεροῖς δακρύοις

  σᾶς ἁπτόμενος φαρέτρας Πυθῶνι δίᾳ μὴ κακῶς πένεσθαι. 1273

  λοιδορῆσαι τοὺς πονηροὺς οὐδέν ἐστ᾽ἐπίφθονον,

  ἀλλὰ τιμὴ τοῖσι χρηστοῖς, ὅστις εὖ λογίζεται. 1275

  εἰ μὲν οὖν ἄνθρωπος, ὃν δεῖ πόλλ᾽ἀκοῦσαι καὶ κακά,

  αὐτὸς ἦν ἔνδηλος, οὐκ ἂν ἀνδρὸς ἐμνήσθην φίλου.

  νῦν δ᾽Ἀρίγνωτον γὰρ οὐδεὶς ὅστις οὐκ ἐπίσταται,

  ὅστις ἢ τὸ λευκὸν οἶδεν ἢ τὸν ὄρθιον νόμον.

  ἔστιν οὖν ἀδελφὸς αὐτῷ τοὺς τρόπους οὐ συγγενής, 1280

  Ἀριφράδης πονηρός. ἀλλὰ τοῦτο μὲν καὶ βούλεται·

  ἔστι δ᾽οὐ μόνον πονηρός, οὐ γὰρ οὐδ᾽ἂν ᾐσθόμην,

  οὐδὲ παμπόνηρος, ἀλλὰ καὶ προσεξηύρηκέ τι.

  τὴν γὰρ αὑτοῦ γλῶτταν αἰσχραῖς ἡδοναῖς λυμαίνεται,

  ἐν κασωρείοισι λείχων τὴν ἀπόπτυστον δρόσον, 1285

  καὶ μολύνων τὴν ὑπήνην καὶ κυκῶν τὰς ἐσχάρας,

  καὶ Πολυμνήστεια ποιῶν καὶ ξυνὼν Οἰωνίχῳ.

  ὅστις οὖν τοιοῦτον ἄνδρα μὴ σφόδρα βδελύττεται,

  οὔ ποτ᾽ἐκ ταὐτοῦ μεθ᾽ἡμῶν πίεται ποτηρίου.

  ἦ πολλάκις ἐννυχίαισι 1290

  φροντίσι συγγεγένημαι,

  καὶ διεζήτηχ᾽ὁπόθεν ποτὲ φαύλως ἐσθίει Κλεώνυμος. 1294

  φασὶ <μὲν> γὰρ αὐτὸν ἐρεπτόμενον τὰ τῶν ἐχόντων ἀνέρων

  οὐκ ἂν ἐξελθεῖν ἀπὸ τῆς σιπύης· τοὺς δ᾽ἀντιβολεῖν ἂν ὅμως·

  “ἴθ᾽ὦ ἄνα πρὸς γονάτων, ἔξελθε καὶ σύγγνωθι τῇ τραπέζῃ”.

  φασὶν ἀλλήλαις ξυνελθεῖν τὰς τριήρεις ἐς λόγον, 1300

  καὶ μίαν λέξαι τιν᾽αὐτῶν ἥτις ἦν γεραιτέρα·

  “οὐδὲ πυνθάνεσθε ταῦτ᾽ὦ παρθένοι τἀν τῇ πόλει;

  φασὶν αἰτεῖσθαί τιν᾽ἡμῶν ἑκατὸν ἐς Καρχηδόνα

  ἄνδρα μοχθηρὸν πολίτην ὀξίνην Ὑπέρβολον”·

  ταῖς δὲ δόξαι δεινὸν εἶναι τοῦτο κοὐκ ἀνασχετόν, 1305

  καί τιν᾽εἰπεῖν ἥτις ἀνδρῶν ἆσσον οὐκ ἐληλύθει·

  “ἀποτρόπαἰ οὐ δῆτ᾽ἐμοῦ γ᾽ἄρξει ποτ᾽, ἀλλ᾽ἐάν με χρῇ,

  ὑπὸ τερηδόνων σαπεῖσ᾽ἐνταῦθα καταγηράσομαι”·

  “οὐδὲ Ναυφάντης γε τῆς Ναύσωνος, οὐ δῆτ᾽ὦ θεοί,

  εἴπερ ἐκ πεύκης γε κἀγὼ καὶ ξύλων ἐπηγνύμην. 1310

  ἢν δ᾽ἀρέσκῃ ταῦτ᾽Ἀθηναίοις, καθῆσθαί μοι δοκεῖ

  ἐς τὸ Θησεῖον πλεούσαις ἢ ᾽πὶ τῶν σεμνῶν θεῶν.

  οὐ γὰρ ἡμῶν γε στρατηγῶν ἐγχανεῖται τῇ πόλει·

  ἀλλὰ πλείτω χωρὶς αὐτὸς ἐς κόρακας, εἰ βούλεται,

  τὰς σκάφας, ἐν αἷς ἐπώλει τοὺς λύχνους, καθελκύσας”. 1315

  Ἀλλαντοπώλης

  εὐφημεῖν χρὴ καὶ στόμα κλῄειν καὶ μαρτυριῶν ἀπέχεσθαι,

  καὶ τὰ δικαστήρια συγκλῄειν οἷς ἡ πόλις ἥδε γέγηθεν,

  ἐπὶ καιναῖσιν δ᾽εὐτυχίαισιν παιωνίζειν τὸ θέατρον.

  Χορός

  ὦ ταῖς ἱεραῖς φέγγος Ἀθήναις καὶ ταῖς νήσοις ἐπίκουρε,

  τίν᾽ἔχων φήμην ἀγαθὴν ἥκεις, ἐφ᾽ὅτῳ κνισῶμεν ἀγυιάς; 1320

  Ἀλλαντοπώλης

  τὸν Δῆμον ἀφεψήσας ὑμῖν καλὸν ἐξ αἰσχροῦ πεποίηκα.

  Χορός

  καὶ ποῦ ᾽στιν νῦν ὦ θαυμαστὰς ἐξευρίσκων ἐπινοίας;

  Ἀλλαντοπώλης

  ἐν ταῖσιν ἰοστεφάνοις οἰκεῖ ταῖς ἀρχαίαισιν Ἀθήναις.

  Χορός

  πῶς ἂν ἴδοιμεν; ποίαν <τιν᾽> ἔχει σκευήν; ποῖος γεγένηται;

  Ἀλλαντοπώλης

  οἷός περ Ἀριστείδῃ πρότερον καὶ Μιλτιάδῃ ξυνεσίτει. 1325

  ὄψεσθε δέ· καὶ γὰρ ἀνοιγνυμένων ψόφος ἤδη τῶν προπυλαίων.

  ἀλλ᾽ὀλολύξατε φαινομέναισιν ταῖς ἀρχαίαισιν Ἀθήναις

  καὶ θαυμασταῖς καὶ πολυύμνοις, ἵν᾽ὁ κλεινὸς Δῆμος ἐνοικεῖ.

  Χορός

  ὦ ταὶ λιπαραὶ καὶ ἰοστέφανοι καὶ ἀριζήλωτοι Ἀθῆναι,

  δείξατε τὸν τῆς Ἑλλάδος ὑμῖν καὶ τῆς γῆς τῆσδε μόναρχον. 1330

  Ἀλλαντοπώλης

  ὅδ᾽ἐκ
εῖνος ὁρᾶν τεττιγοφόρας, ἀρχαίῳ σχήματι λαμπρός,

  οὐ χοιρινῶν ὄζων ἀλλὰ σπονδῶν, σμύρνῃ κατάλειπτος.

  Χορός

  χαῖρ᾽ὦ βασιλεῦ τῶν Ἑλλήνων· καί σοι ξυγχαίρομεν ἡμεῖς.

  τῆς γὰρ πόλεως ἄξια πράττεις καὶ τοῦ ᾽ν Μαραθῶνι τροπαίου.

  Δῆμος

  ὦ φίλτατ᾽ἀνδρῶν ἐλθὲ δεῦρ᾽Ἀγοράκριτε. 1335

  ὅσα με δέδρακας ἀγάθ᾽ἀφεψήσας.

  Ἀλλαντοπώλης

  ἐγώ;

  ἀλλ᾽ὦ μέλ᾽οὐκ οἶσθ᾽οἷος ἦσθ᾽αὐτὸς πάρος,

  οὐδ᾽οἷ᾽ἔδρας· ἐμὲ γὰρ νομίζοις ἂν θεόν.

  Δῆμος

  τί δ᾽ἔδρων, κάτειπέ μοι, πρὸ τοῦ; ποῖός τις ἦ;

  Ἀλλαντοπώλης

  πρῶτον μέν, ὁπότ᾽εἴποι τις ἐν τἠκκλησίᾳ, 1340

  “ὦ Δῆμ᾽ἐραστής εἰμι σὸς φιλῶ τέ σε

  καὶ κήδομαί σου καὶ προβουλεύω μόνος”,

  τούτοις ὁπότε χρήσαιτό τις προοιμίοις,

  ἀνωρτάλιζες κἀκερουτίας.

  Δῆμος

  ἐγώ;

  Ἀλλαντοπώλης

  εἶτ᾽ἐξαπατήσας σ᾽ἀντὶ τούτων ᾤχετο. 1345

  Δῆμος

  τί φῄς;

  ταυτί μ᾽ἔδρων, ἐγὼ δὲ τοῦτ᾽οὐκ ᾐσθόμην;

  Ἀλλαντοπώλης

  τὰ δ᾽ὦτά γ᾽ἄν σου νὴ Δί᾽ἐξεπετάννυτο

  ὥσπερ σκιάδειον καὶ πάλιν ξυνήγετο.

  Δῆμος

  οὕτως ἀνόητος ἐγεγενήμην καὶ γέρων;

  Ἀλλαντοπώλης

  καὶ νὴ Δί᾽εἴ γε δύο λεγοίτην ῥήτορε, 1350

  ὁ μὲν ποιεῖσθαι ναῦς μακρὰς ὁ δ᾽ἕτερος αὖ

  καταμισθοφορῆσαι τοῦθ᾽, ὁ τὸν μισθὸν λέγων

  τὸν τὰς τριήρεις παραδραμὼν ἂν ᾤχετο.

  οὗτος τί κύπτεις; οὐχὶ κατὰ χώραν μενεῖς;

  Δῆμος

  αἰσχύνομαί τοι ταῖς πρότερον ἁμαρτίαις. 1355

  Ἀλλαντοπώλης

  ἀλλ᾽οὐ σὺ τούτων αἴτιος, μὴ φροντίσῃς,

  ἀλλ᾽οἵ σε ταῦτ᾽ἐξηπάτων. νυνδὶ φράσον·

  ἐάν τις εἴπῃ βωμολόχος ξυνήγορος·

  “οὐκ ἔστιν ὑμῖν τοῖς δικασταῖς ἄλφιτα,

  εἰ μὴ καταγνώσεσθε ταύτην τὴν δίκην”· 1360

  τοῦτον τί δράσεις, εἰπέ, τὸν ξυνήγορον;

  Δῆμος

  ἄρας μετέωρον ἐς τὸ βάραθρον ἐμβαλῶ,

  ἐκ τοῦ λάρυγγος ἐκκρεμάσας Ὑπέρβολον.

  Ἀλλαντοπώλης

  τουτὶ μὲν ὀρθῶς καὶ φρονίμως ἤδη λέγεις·

  τὰ δ᾽ἄλλα, φέρ᾽ἴδω, πῶς πολιτεύσει φράσον. 1365

  Δῆμος

  πρῶτον μὲν ὁπόσοι ναῦς ἐλαύνουσιν μακράς,

  καταγομένοις τὸν μισθὸν ἀποδώσω ᾽ντελῆ.

  Ἀλλαντοπώλης

  Πολλοῖς γ᾽ὑπολίσφοις πυγιδίοισιν ἐχαρίσω.

  Δῆμος

  ἔπειθ᾽ὁπλίτης ἐντεθεὶς ἐν καταλόγῳ

  οὐδεὶς κατὰ σπουδὰς μετεγγραφήσεται, 1370

  ἀλλ᾽ὥσπερ ἦν τὸ πρῶτον ἐγγεγράψεται.

  Ἀλλαντοπώλης

  τοῦτ᾽ἔδακε τὸν πόρπακα τὸν Κλεωνύμου.

  Δῆμος

  οὐδ᾽ἀγοράσει γ᾽ἀγένειος οὐδεὶς ἐν ἀγορᾷ.

  Ἀλλαντοπώλης

  ποῦ δῆτα Κλεισθένης ἀγοράσει καὶ Στράτων;

  Δῆμος

  τὰ μειράκια ταυτὶ λέγω τἀν τῷ μύρῳ, 1375

  ἃ στωμυλεῖται τοιαδὶ καθήμενα·

  “σοφός γ᾽ὁ Φαίαξ δεξιῶς τ᾽οὐκ ἀπέθανεν.

  συνερτικὸς γάρ ἐστι καὶ περαντικός,

  καὶ γνωμοτυπικὸς καὶ σαφὴς καὶ κρουστικός,

  καταληπτικός τ᾽ἄριστα τοῦ θορυβητικοῦ”. 1380

  Ἀλλαντοπώλης

  οὔκουν καταδακτυλικὸς σὺ τοῦ λαλητικοῦ;

  Δῆμος

  μὰ Δί᾽ἀλλ᾽ἀναγκάσω κυνηγετεῖν ἐγὼ

  τούτους ἅπαντας, παυσαμένους ψηφισμάτων.

  Ἀλλαντοπώλης

  ἔχε νυν ἐπὶ τούτοις τουτονὶ τὸν ὀκλαδίαν,

  καὶ παῖδ᾽ἐνόρχην, ὅσπερ οἴσει τόνδε σοι· 1385

  κἄν που δοκῇ σοι, τοῦτον ὀκλαδίαν ποίει.

  Δῆμος

  μακάριος ἐς τἀρχαῖα δὴ καθίσταμαι.

  Ἀλλαντοπώλης

  φήσεις γ᾽, ἐπειδὰν τὰς τριακοντούτιδας

  σπονδὰς παραδῶ σοι. δεῦρ᾽ἴθ᾽αἱ Σπονδαὶ ταχύ.

  Δῆμος

  ὦ Ζεῦ πολυτίμηθ᾽ὡς καλαί· πρὸς τῶν θεῶν, 1390

  ἔξεστιν αὐτῶν κατατριακοντουτίσαι;

  πῶς ἔλαβες αὐτὰς ἐτέον;

  Ἀλλαντοπώλης

  οὐ γὰρ ὁ Παφλαγὼν

  ἀπέκρυπτε ταύτας ἔνδον, ἵνα σὺ μὴ λάβῃς;

  νῦν οὖν ἐγώ σοι παραδίδωμ᾽ἐς τοὺς ἀγροὺς

  αὐτὰς ἰέναι λαβόντα. 1395

  Δῆμος

  τὸν δὲ Παφλαγόνα,

  ὃς ταῦτ᾽ἔδρασεν, εἴφ᾽ὅ τι ποιήσεις κακόν.

  Ἀλλαντοπώλης

  οὐδὲν μέγ᾽ἀλλ᾽ἢ τὴν ἐμὴν ἕξει τέχνην·

  ἐπὶ ταῖς πύλαις ἀλλαντοπωλήσει μόνος,

  τὰ κύνεια μιγνὺς τοῖς ὀνείοις πράγμασιν,

  μεθύων τε ταῖς πόρναισι λοιδορήσεται, 1400

  κἀκ τῶν βαλανείων πίεται τὸ λούτριον.

  Δῆμος

  εὖ γ᾽ἐπενόησας οὗπέρ ἐστιν ἄξιος,

  πόρναισι καὶ βαλανεῦσι διακεκραγέναι,

  καί σ᾽ἀντὶ τούτων ἐς τὸ πρυτανεῖον καλῶ

  ἐς τὴν ἕδραν θ᾽, ἵν᾽ἐκεῖνος ἦν ὁ φαρμακός. 1405

  ἕπου δὲ ταυτηνὶ λαβὼν τὴν βατραχίδα·

  κἀκεῖνον �
��κφερέτω τις ὡς ἐπὶ τὴν τέχνην,

  ἵν᾽ἴδωσιν αὐτὸν οἷς ἐλωβᾶθ᾽οἱ ξένοι.

  THE CLOUDS

  Στρεψιάδης

  Ἰοὺ ἰού·

  ὦ Ζεῦ βασιλεῦ, τὸ χρῆμα τῶν νυκτῶν ὅσον·

  ἀπέραντον. Οὐδέποθ᾿ ἡμέρα γενήσεται ;

  Καὶ μὴν πάλαι γ᾿ ἀλεκτρυόνος ἤκουσ᾿ ἐγώ.

  Οἱ δ᾿ οἰκέται ῥέγκουσιν. Ἀλλ᾿ οὐκ ἂν πρὸ τοῦ. 5

  Ἁπόλοιο δῆτ᾿, ὦ πόλεμε, πολλῶν οὕνεκα,

  ὅτ᾿ οὐδὲ κολάσ᾿ ἔξεστί μοι τοὺς οἰκέτας.

  Ἀλλ᾿ οὐδ᾿ ὁ χρηστὸς οὑτοσὶ νεανίας

  ἐγείρεται τῆς νυκτός, ἀλλὰ πέρδεται

  ἐν πέντε σισύραις ἐγκεκορδυλημένος. 10

  Ἀλλ᾿ εἰ δοκεῖ, ῥέγκωμεν ἐγκεκαλυμμένοι.

  Ἀλλ᾿ οὐ δύναμαι δείλαιος εὕδειν δακνόμενος

  ὑπὸ τῆς δαπάνης καὶ τῆς φάτνης καὶ τῶν χρεῶν

  διὰ τουτονὶ τὸν υἱόν δὲ κόμην ἔχων

  ἱππάζεταί τε καὶ ξυνωρικεύεται 15

  ὀνειροπολεῖ θ᾿ ἵππους. Ἐγὼ δ᾿ ἀπόλλυμαι

  ὁρῶν ἄγουσαν τὴν σελήνην εἰκάδας·

  οἱ γὰρ τόκοι χωροῦσιν. Ἅπτε παῖ λύχνον

  κἄκφερε τὸ γραμματεῖον, ἵν᾿ ἀναγνῶ λαβὼν

  ὁπόσοις ὀφείλω καὶ λογίσωμαι τοὺς τόκους. 20

  Φέρ᾿ ἴδω, τί ὀφείλω ; Δώδεκα μνᾶς Πασίᾳ.

  Τοῦ δώδεκα μνᾶς Πασίᾳ ; Τί ἐχρησάμην ;

  Ὅτ᾿ ἐπριάμην τὸν κοππατίαν. Οἴμοι τάλας,

  εἴθ᾿ ἐξεκόπην πρότερον τὸν ὀφθαλμὸν λίθῳ.

  Φειδιππίδης

  Φίλων, ἀδικεῖς. Ἔλαυνε τὸν σαυτοῦ δρόμον.. 25

  Στρεψιάδης

  Τοῦτ᾿ ἐστὶ τουτὶ τὸ κακὸν ὅ μ᾿ ἀπολώλεκεν·

 

‹ Prev