Book Read Free

Delphi Complete Works of Aristophanes (Illustrated) (Delphi Ancient Classics)

Page 64

by Aristophanes


  ὀνειροπολεῖ γὰρ καὶ καθεύδων ἱππικήν.

  Φειδιππίδης

  Πόσους δρόμους ἐλᾷ τὰ πολεμιστήρια

  Στρεψιάδης

  Ἐμὲ μὲν σὺ πολλοὺς τὸν πατέρ᾿ ἐλαύνεις δρόμους.

  Ατὰρ τί χρέος ἔβα με μετὰ τὸν Πασίαν ; 30

  Τρεῖς μναῖ διφρίσκου καὶ τροχοῖν Ἀμεινίᾳ.

  Φειδιππίδης

  . Ἄπαγε τὸν ἵππον ἐξαλίσας οἴκαδε.

  Στρεψιάδης

  Ἀλλ᾿ ὦ μέλ᾿ ἐξήλικας ἐμέ γ᾿ ἐκ τῶν ἐμῶν,

  ὅτε καὶ δίκας ὤφληκα χἄτεροι τόκου

  ἐνεχυράσεσθαί φασιν. 35

  Φειδιππίδης

  Ἐτεόν, ὦ πάτερ,

  τί δυσκολαίνεις καὶ στρέφει τὴν νύχθ’ ὅλην;

  Στρεψιάδης

  Δάκνει μέ τις δήμαρχος ἐκ τῶν στρωμάτων

  Φειδιππίδης

  Ἔασον ὦ δαιμόνιε καταδαρθεῖν τί με.

  Στρεψιάδης

  Σὺ δ᾿ οὖν κάθευδε. Τὰ δὲ χρέα ταῦτ᾿ ἴσθ᾿ ὅτι

  εἰς τὴν κεφαλὴν ἅπαντα τὴν σὴν τρέψεται. 40

  Φεῦ.

  Εἴθ᾿ ὤφελ᾿ ἡ προμνήστρι᾿ ἀπολέσθαι κακῶς

  ἥτις με γῆμ᾿ ἐπῆρε τὴν σὴν μητέρα·

  ἐμοὶ γὰρ ἦν ἄγροικος ἥδιστος βίος,

  εὐρωτιῶν, ἀκόρητος, εἰκῇ κείμενος,

  βρύων μελίτταις καὶ προβάτοις καὶ στεμφύλοις. 45

  Ἔπειτ᾿ ἔγημα Μεγακλέους τοῦ Μεγακλέους

  ἀδελφιδῆν ἄγροικος ὢν ἐξ ἄστεως,

  σεμνήν, τρυφῶσαν, ἐγκεκοισυρωμένην.

  Ταύτην ὅτ᾿ ἐγάμουν, συγκατεκλινόμην ἐγὼ

  ὄζων τρυγός, τρασιᾶς, ἐρίων, περιουσίας, 50

  ἡ δ᾿ αὖ μύρου, κρόκου, καταγλωττισμάτων,

  δαπάνης, λαφυγμοῦ, Κωλιάδος, Γενετυλλίδος.

  Οὐ μὴν ἐρῶ γ᾿ ὡς ἀργὸς ἦν, ἀλλ᾿ ἐσπάθα,

  ἐγὼ δ᾿ ἂν αὐτῇ θοἰμάτιον δεικνὺς τοδὶ

  πρόφασιν ἔφασκον· ὦ γύναι, λίαν σπαθᾷς. 55

  Θεράπων

  Ἔλαιον ἡμῖν οὐκ ἔνεστ᾿ ἐν τῷ λύχνῳ.

  Στρεψιάδης

  Οἴμοι. Τί γάρ μοι τὸν πότην ἧπτες λύχνον ;

  Δεῦρ᾿ ἔλθ᾿ ἵνα κλάῃς.

  Θεράπων

  Διὰ τί δῆτα κλαύσομαι ;

  Στρεψιάδης

  Ὅτι τῶν παχειῶν ἐνετίθεις θρυαλλίδων.

  Μετὰ ταῦθ᾿, ὅπως νῷν ἐγένεθ᾿ υἱὸς οὑτοσί, 60

  ἐμοί τε δὴ καὶ τῇ γυναικὶ τἀγαθῇ,

  περὶ τοὐνόματος δὴ ᾿ντεῦθεν ἐλοιδορούμεθα.

  ἡ μὲν γὰρ ἵππον προσετίθει πρὸς τοὔνομα,

  Ξάνθιππον ἢ Χάριππον ἢ Καλλιππίδην,

  ἐγὼ δὲ τοῦ πάππου ᾿τιθέμην Φειδωνίδην. 65

  Τέως μὲν οὖν ἐκρινόμεθ᾿· εἶτα τῷ χρόνῳ

  κοινῇ ξυνέβημεν κἀθέμεθα Φειδιππίδην.

  Τοῦτον τὸν υἱὸν λαμβάνουσ᾿ ἐκορίζετο·

  ὅταν σὺ μέγας ὢν ἅρμ᾿ ἐλαύνῃς πρὸς πόλιν,

  ὥσπερ Μεγακλέης, ξυστίδ᾿ ἔχων ἐγὼ δ᾿ ἔφην· 70

  ὅταν μὲν οὖν τὰς αἶγας ἐκ τοῦ φελλέως,

  ὥσπερ ὁ πατήρ σου, διφθέραν ἐνημμένος.

  Ἀλλ᾿ οὐκ ἐπείθετο τοῖς ἐμοῖς οὐδὲν λόγοις,

  ἀλλ᾿ ἵππερόν μου κατέχεεν τῶν χρημάτων. 75

  Νῦν οὖν ὅλην τὴν νύκτα φροντίζων ὁδοῦ

  μίαν ηὗρον ἀτραπὸν δαιμονίως ὑπερφυᾶ,

  ἣν ἢν ἀναπείσω τουτονί, σωθήσομαι.

  Ἀλλ᾿ ἐξεγεῖραι πρῶτον αὐτὸν βούλομαι.

  Πῶς δῆτ᾿ ἂν ἥδιστ᾿ αὐτὸν ἐπεγείραιμι ; Πῶς ; 80

  Φειδιππίδη, Φειδιππίδιον.

  Φειδιππίδης

  Τί, ὦ πάτερ ;

  Στρεψιάδης

  Κύσον με καὶ τὴν χεῖρα δὸς τὴν δεξιάν.

  Φειδιππίδης

  ἰδού. Τί ἐστιν ;

  Στρεψιάδης

  Εἰπέ μοι, φιλεῖς ἐμέ ;

  Φειδιππίδης

  Νὴ τὸν Ποσειδῶ τουτονὶ τὸν ἵππιον.

  Στρεψιάδης

  Μή μοι γε τοῦτον μηδαμῶς τὸν ἵππιον·

  οὗτος γὰρ ὁ θεὸς αἴτιός μοι τῶν κακῶν. 85

  Ἀλλ᾿ εἴπερ ἐκ τῆς καρδίας μ᾿ ὄντως φιλεῖς,

  ὦ παῖ πιθοῦ.

  Φειδιππίδης

  Τί οὖν πίθωμαι δῆτά σοι ;

  Στρεψιάδης

  Ἔκτρεψον ὡς τάχιστα τοὺς σαυτοῦ τρόπους

  καὶ μάνθαν’ ἐλθὼν ἃν ἐγὼ παραινέσω.

  Φειδιππίδης

  Λέγε δή, τί κελεύεις ; 90

  Στρεψιάδης

  Καί τι πείσει ;

  Φειδιππίδης

  Πείσομαι,

  νὴ τὸν Διόνυσον.

  Στρεψιάδης

  Δεῦρό νυν ἀπόβλεπε.

  Ὁρᾷς τὸ θύριον τοῦτο καὶ τοἰκίδιον ;

  Φειδιππίδης

  Ὁρῶ. Τί οὖν τοῦτ᾿ ἐστὶν ἐτεόν, ὦ πάτερ ;

  Στρεψιάδης

  Ψυχῶν σοφῶν τοῦτ᾿ ἐστὶ φροντιστήριον.

  Ἐνταῦθ᾿ ἐνοικοῦσ᾿ ἄνδρες οἳ τὸν οὐρανὸν 95

  λέγοντες ἀναπείθουσιν ὡς ἔστιν πνιγεύς,

  κἄστιν περὶ ἡμᾶς οὗτος, ἡμεῖς δ’ἄνθρακες.

  Οὗτοι διδάσκουσ᾿, ἀργύριον ἤν τις διδῷ,

  λέγοντα νικᾶν καὶ δίκαια κἄδικα.

  Φειδιππίδης

  Εἰσὶν δὲ τίνες ; 100

  Στρεψιάδης

  Οὐκ οἶδ᾿ ἀκριβῶς τοὔνομα.

  Μεριμνοφροντισταὶ καλοί τε κἀγαθοί.

  Φειδιππίδης

  Αἰβοῖ, πονηροί γ᾿, οἶδα. Τοὺς ἀλαζόνας,

  τοὺς ὠχριῶντας τοὺς ἀνυποδήτους λέγεις,


  ὧν ὁ κακοδαίμων Σωκράτης καὶ Χαιρεφῶν.

  Στρεψιάδης

  Ἤ ἤ, σιώπα. Μηδὲν εἴπῃς νήπιον. 105

  Ἀλλ᾿ εἴ τι κήδει τῶν πατρῴων ἀλφίτων,

  τούτων γενοῦ μοι σχασάμενος τὴν ἱππικήν.

  Φειδιππίδης

  Οὐκ ἂν μὰ τὸν Διόνυσον εἰ δοίης γέ μοι

  τοὺς φασιανοὺς οὓς τρέφει Λεωγόρας.

  Στρεψιάδης

  Ἴθ᾿, ἀντιβολῶ σ᾿, ὦ φίλτατ᾿ ἀνθρώπων ἐμοί, 110

  ἐλθὼν διδάσκου.

  Φειδιππίδης

  Καὶ τί σοι μαθήσομαι ;

  Στρεψιάδης

  Εἶναι παρ᾿ αὐτοῖς φασὶν ἄμφω τὼ λόγω,

  τὸν κρείττον’, ὅστις ἐστί, καὶ τὸν ἥττονα.

  Τούτοιν τὸν ἕτερον τοῖν λόγοιν, τὸν ἥττονα,

  νικᾶν λέγοντά φασι τἀδικώτερα. 115

  Ἤν οὖν μάθῃς μοι τὸν ἄδικον τοῦτον λόγον,

  ἃ νῦν ὀφείλω διὰ σέ, τούτων τῶν χρεῶν

  οὐκ ἂν ἀποδοίην οὐδ’ἂν ὀβολὸν οὐδενί.

  Φειδιππίδης

  Οὐκ ἂν πιθοίμην· οὐ γὰρ ἂν τλαίην ἰδεῖν

  τοὺς ἱππέας τὸ χρῶμα διακεκναισμένος. 120

  Στρεψιάδης

  Οὐκ ἄρα μὰ τὴν Δήμητρα τῶν γ᾿ ἐμῶν ἔδει

  οὔτ’αὐτὸς οὔθ’ὁ ζύγιος οὔθ’ὁ σαμφόρας:

  ἀλλ’ἐξελῶ σ’ἐς κόρακας ἐκ τῆς οἰκίας.

  Φειδιππίδης

  Ἀλλ᾿ οὐ περιόψεταί μ᾿ ὁ θεῖος Μεγακλέης

  ἄνιππον. ἀλλ’εἴσειμι, σοῦ δ’οὐ φροντιῶ. 125

  Στρεψιάδης

  Ἀλλ᾿ οὐδ᾿ ἐγὼ μέντοι πεσών γε κείσομαι,

  ἀλλ’ εὐξάμενος τοῖσιν θεοῖς διδάξομαι

  αὐτὸς βαδίζων ἐς τὸ φροντιστήριον.

  Πῶς οὖν γέρων ὢν κἀπιλήσμων καὶ βραδὺς

  λόγων ἀκριβῶν σχινδαλάμους μαθήσομαι; 130

  ἰτητέον. Τί ταῦτ᾿ ἔχων στραγγεύομαι

  ἀλλ’οὐχὶ κόπτω τὴν θύραν; Παῖ, παιδίον.

  Μαθητής

  Βάλλ᾿ εἰς κόρακας. Τίς ἐσθ᾿ ὁ κόψας τὴν θύραν ;

  Στρεψιάδης

  Φείδωνος υἱὸς Στρεψιάδης Κικυννόθεν.

  Μαθητής

  Ἀμαθής γε νὴ Δί᾿, ὅστις οὑτωσὶ σφόδρα 135

  ἀπεριμερίμνως τὴν θύραν λελάκτικας

  καὶ φροντίδ’ ἐξήμβλωκας ἐξηυρημένην.

  Στρεψιάδης

  Σύγγνωθί μοι· τηλοῦ γὰρ οἰκῶν τῶν ἀγρῶν.

  Ἀλλ᾿ εἰπέ μοι τὸ πρᾶγμα τοὐξημβλωμένον.

  Μαθητής

  Ἀλλ᾿ οὐ θέμις πλὴν τοῖς μαθηταῖσιν λέγειν. 140

  Στρεψιάδης

  Λέγε νυν ἐμοὶ θαρρῶν· ἐγὼ γὰρ οὑτοσὶ

  ἥκω μαθητὴς ἐς τὸ φροντιστήριον.

  Μαθητής

  Λέξω, νομίσαι δὲ ταῦτα χρὴ μυστήρια.

  Ἀνήρετ᾿ ἄρτι Χαιρεφῶντα Σωκράτης

  ψύλλαν ὁπόσους ἅλλοιτο τοὺς αὑτῆς πόδας: 145

  Δακοῦσα γὰρ τοῦ Χαιρεφῶντος τὴν ὀφρῦν

  ἐπὶ τὴν κεφαλὴν τὴν Σωκράτους ἀφήλατο.

  Στρεψιάδης

  Πῶς δῆτα διεμέτρησε ;

  Μαθητής

  Δεξιώτατα.

  Κηρὸν διατήξας, εἶτα τὴν ψύλλαν λαβὼν

  ἐνέβαψεν ἐς τὸν κηρὸν αὐτῆς τὼ πόδε, 150

  κᾆτα ψυχείσῃ περιέφυσαν Περσικαί.

  Ταύτας ὑπολύσας ἀνεμέτρει τὸ χωρίον.

  Στρεψιάδης

  Ὦ Ζεῦ βασιλεῦ, τῆς λεπτότητος τῶν φρενῶν.

  Μαθητής

  Τί δῆτ᾿ ἄν, ἕτερον εἰ πύθοιο Σωκράτους

  φρόντισμα; 155

  Στρεψιάδης

  Ποῖον ; Ἀντιβολῶ, κάτειπέ μοι.

  Μαθητής

  Ἀνήρετ᾿ αὐτὸν Χαιρεφῶν ὁ Σφήττιος

  ὁπότερα τὴν γνώμην ἔχοι, τὰς ἐμπίδας

  κατὰ τὸ στόμ’ᾄδειν ἢ κατὰ τοὐρροπύγιον.

  Στρεψιάδης

  Τί δῆτ᾿ ἐκεῖνος εἶπε περὶ τῆς ἐμπίδος ;

  Μαθητής

  Ἐφασκεν εἶναι τοὔντερον τῆς ἐμπίδος 160

  στενόν, διὰ λεπτοῦ δ᾿ ὄντος αὐτοῦ τὴν πνοὴν

  βίᾳ βαδίζειν εὐθὺ τοὐρροπυγίου:

  ἔπειτα κοῖλον πρὸς στενῷ προσκείμενον

  τὸν πρωκτὸν ἠχεῖν ὑπὸ βίας τοῦ πνεύματος.

  Στρεψιάδης

  Σάλπιγξ ὁ πρωκτός ἐστιν ἄρα τῶν ἐμπίδων. 165

  Ὦ τρισμακάριος τοῦ διεντερεύματος.

  Ἦ ῥᾳδίως φεύγων ἂν ἀποφύγοι δίκην

  ὅστις δίοιδε τοὔντερον τῆς ἐμπίδος.

  Μαθητής

  Πρῴην δέ γε γνώμην μεγάλην ἀφῃρέθη

  ὑπ’ἀσκαλαβώτου.

  Στρεψιάδης

  Τίνα τρόπον ; Κάτειπέ μοι.

  Μαθητής

  Ζητοῦντος αὐτοῦ τῆς σελήνης τὰς ὁδοὺς 171

  καὶ τὰς περιφορὰς εἶτ’ἄνω κεχηνότος

  ἀπὸ τῆς ὀροφῆς νύκτωρ γαλεώτης κατέχεσεν.

  Στρεψιάδης

  Ἥσθην γαλεώτῃ καταχέσαντι Σωκράτους.

  Μαθητής

  Ἐχθὲς δέ γ᾿ ἡμῖν δεῖπνον οὐκ ἦν ἑσπέρας. 175

  Στρεψιάδης

  Εἶἑν. Τί οὖν πρὸς τἄλφιτ᾿ ἐπαλαμήσατο ;

  Μαθητής

  Κατὰ τῆς τραπέζης καταπάσας λεπτὴν τέφραν,

  κάμψας ὀβελίσκον εἶτα διαβήτην λαβὼν

  ἐκ τῆς παλαίστρας θοἰμάτιον ὑφείλετο.

  Στρεψιάδης

  Τί δῆτ᾿ ἐκεῖνον τὸν Θαλῆν θαυμάζομεν ; 180

  Ἄνοιγ᾿ ἄνοιγ᾿ ἁνύσας τὸ φροντιστήριον

  καὶ δεῖξον ὡς τάχιστ�
�� μοι τὸν Σωκράτη.

  Μαθητιῶ γάρ. Ἀλλ᾿ ἄνοιγε τὴν θύραν.

  Ὦ Ἡράκλεις, ταυτὶ ποδαπὰ τὰ θηρία ;

  Μαθητής

  Τί ἐθαύμασας ; Τῷ σοι δοκοῦσιν εἰκέναι ; 185

  Στρεψιάδης

  Τοῖς ἐκ Πύλου ληφθεῖσι, τοῖς Λακωνικοῖς.

  Ἀτὰρ τί ποτ᾿ εἰς τὴν γῆν βλέπουσιν οὑτοι ;

  Μαθητής

  Ζητοῦσιν οὗτοι τὰ κατὰ γῆς.

  Στρεψιάδης

  Βολβοὺς ἄρα

  ζητοῦσι. Μή νυν τοῦτό γ᾿ ἔτι φροντίζετε·

  ἐγὼ γὰρ οἶδ’ ἵν’ εἰσὶ μεγάλοι καὶ καλοί. 190

  Τί γὰρ οἵδε δρῶσιν οἱ σφόδρ᾿ ἐγκεκυφότες ;

  Μαθητής

  Οὗτοι δ᾿ ἐρεβοδιφῶσιν ὑπὸ τὸν Τάρταρον.

  Τί δῆθ᾿ ὁ πρωκτὸς εἰς τὸν οὐρανὸν βλέπει ;

  Μαθητής

  Αὐτὸς καθ᾿ αὑτὸν ἀστρονομεῖν διδάσκεται.

  Ἀλλ᾿ εἴσιθ᾿, ἵνα μὴ ᾿κεῖνος ὑμῖν ἐπιτύχῃ. 195

  Στρεψιάδης

  Μήπω γε μήπω γ᾿, ἀλλ᾿ ἐπιμεινάντων, ἵνα

  αὐτοῖσι κοινώσω τι πραγμάτιον ἐμόν.

  Μαθητής

  Ἀλλ᾿ οὐχ οἷόν τ᾿ αὐτοῖσι πρὸς τὸν ἀέρα

  ἔξω διατρίβειν πολὺν ἄγαν ἐστὶν χρόνον.

  Στρεψιάδης

  Πρὸς τῶν θεῶν, τί γὰρ τάδ᾿ ἐστίν ; Εἰπέ μοι. 200

  Μαθητής

  Ἀστρονομία μὲν αὑτηί.

  Στρεψιάδης

  Τουτὶ δὲ τί ;

  Μαθητής

  Γεωμετρία.

  Στρεψιάδης

  Τοῦτ’ οὖν τί ἐστι χρήσιμον;

  Μαθητής

  Γῆν ἀναμετρῆσαι.

  Στρεψιάδης

  Πότερα τὴν κληρουχικήν ;

  Μαθητής

  Οὔκ, ἀλλὰ τὴν σύμπασαν.

  Στρεψιάδης

  ἀστεῖον λέγεις.

  τὸ γὰρ σόφισμα δημοτικὸν καὶ χρήσιμον. 205

 

‹ Prev