Delphi Complete Works of Aristophanes (Illustrated) (Delphi Ancient Classics)
Page 66
Ὁ Ζεὺς δ’ἡμῖν, φέρε πρὸς τῆς γῆς, οὑλύμπιος οὐ θεός ἐστιν ;
Σωκράτης
Ποῖος Ζεύς; Οὐ μὴ ληρήσεις. Οὐδ᾿ ἐστὶ Ζεύς.
Στρεψιάδης
Τί λέγεις σύ ;
Ἀλλὰ τίς ὕει ; Τουτὶ γὰρ ἔμοιγ᾿ ἀπόφηναι πρῶτον ἁπάντων.
Σωκράτης
Αὗται δήπου· μεγάλοις δέ σ᾿ ἐγὼ σημείοις αὐτὸ διδάξω.
Φέρε ποῦ γὰρ πώποτ’ ἄνευ Νεφελῶν ὕοντ’ ἤδη τεθέασαι ;
Καίτοι χρῆν αἰθρίας ὕειν αὐτόν, ταύτας δ’ ἀποδημεῖν. 371
Στρεψιάδης
Νὴ τὸν Ἀπόλλω τοῦτό γέ τοι δὴ τῷ νῦν λόγῳ εὖ προσέφυσας:
Καίτοι πρότερον τὸν Δἴ ἀληθῶς ᾤμην διὰ κοσκίνου οὐρεῖν.
Ἀλλ’ ὅστις ὁ βροντῶν ἐστι φράσον, τοῦθ᾿ ὅ με ποιεῖ τετρεμαίνειν.
Σωκράτης
Αὗται βροντῶσι κυλινδόμεναι. 375
Στρεψιάδης
Τῷ τρόπῳ ὦ πάντα σὺ τολμῶν ;
Σωκράτης
Ὅταν ἐμπλησθῶσ’ὕδατος πολλοῦ κἀναγκασθῶσι φέρεσθαι,
κατακρημνάμεναι πλήρεις ὄμβρου δι’ ἀνάγκην, εἶτα βαρεῖαι
εἰς ἀλλήλας ἐμπίπτουσαι ῥήγνυνται καὶ παταγοῦσιν.
Στρεψιάδης
Ὁ δ’ἀναγκάζων ἐστὶ τίς αὐτάς, οὐχ ὁ Ζεύς, ὥστε φέρεσθαι ;
Σωκράτης
Ἥκιστ’ ἀλλ’ αἰθέριος Δῖνος. 380
Στρεψιάδης
Δῖνος; Τουτί μ’ ἐλελήθειν,
ὁ Ζεὺς οὐκ ὤν, ἀλλ’ἀντ’αὐτοῦ Δῖνος νυνὶ βασιλεύων.
Ἀτὰρ οὐδέν πω περὶ τοῦ πατάγου καὶ τῆς βροντῆς μ’ ἐδίδαξας.
Σωκράτης
Οὐκ ἤκουσάς μου τὰς Νεφέλας ὕδατος μεστὰς ὅτι φημὶ
ἐμπιπτούσας εἰς ἀλλήλας παταγεῖν διὰ τὴν πυκνότητα ;
Στρεψιάδης
Φέρε τουτὶ τῷ χρὴ πιστεύειν ; 385
Σωκράτης
Ἀπὸ σαυτοῦ ‘γώ σε διδάξω.
Ἤδη ζωμοῦ Παναθηναίοις ἐμπλησθεὶς εἶτ’ ἐταράχθης
τὴν γαστέρα, καὶ κλόνος ἐξαίφνης αὐτὴν διεκορκορύγησεν ;
Στρεψιάδης
Νὴ τὸν Ἀπόλλω καὶ δεινὰ ποιεῖ γ’ εὐθύς μοι, καὶ τετάρακται
χὤσπερ βροντὴ τὸ ζωμίδιον παταγεῖ καὶ δεινὰ κέκραγεν:
ἀτρέμας πρῶτον παππὰξ παππάξ, κἄπειτ’ ἐπάγει παπαπαππάξ, 390
χὤταν χέζω, κομιδῇ βροντᾷ παπαπαππὰξ ὥσπερ ἐκεῖναι.
Σωκράτης
Σκέψαι τοίνυν ἀπὸ γαστριδίου τυννουτουὶ οἷα πέπορδας ·
τὸν δ’ Ἀέρα τόνδ’ ὄντ’ἀπέραντον πῶς οὐκ εἰκὸς μέγα βροντᾶν ;
Στρεψιάδης
Ταῦτ’ ἄρα καὶ τὠνόματ’ἀλλήλοιν βροντὴ καὶ πορδὴ ὁμοίω.
Ἀλλ’ ὁ κεραυνὸς πόθεν αὖ φέρεται λάμπων πυρί, τοῦτο δίδαξον, 395
καὶ καταφρύγει βάλλων ἡμᾶς, τοὺς δὲ ζῶντας περιφλύει;
Τοῦτον γὰρ δὴ φανερῶς ὁ Ζεὺς ἵησ’ ἐπὶ τοὺς ἐπιόρκους.
Σωκράτης
Καὶ πῶς ὦ μῶρε σὺ καὶ Κρονίων ὄζων καὶ βεκκεσέληνε,
εἴπερ βάλλει τοὺς ἐπιόρκους, δῆτ’ οὐχὶ Σίμων’ ἐνέπρησεν
οὐδὲ Κλεώνυμον οὐδὲ Θέωρον ; Καίτοι σφόδρα γ’ εἴσ’ ἐπίορκοι: 400
Ἀλλὰ τὸν αὑτοῦ γε νεὼν βάλλει καὶ Σούνιον ἄκρον Ἀθηνέων
καὶ τὰς δρῦς τὰς μεγάλας, τί μαθών ; Οὐ γὰρ δὴ δρῦς γ᾿ ἐπίορκεῖ.
Στρεψιάδης
Οὐκ οἶδ᾿· ἀτὰρ εὖ σὺ λέγειν φαίνει. Τί γάρ ἐστιν δῆθ᾿ ὁ κεραυνός ;
Σωκράτης
ὅταν ἐς ταύτας ἄνεμος ξηρὸς μετεωρισθεὶς κατακλῃσθῇ,
ἔνδοθεν αὐτὰς ὥσπερ κύστιν φυσᾷ, κἄπειθ’ὑπ’ἀνάγκης
ῥήξας αὐτὰς ἔξω φέρεται σοβαρὸς διὰ τὴν πυκνότητα, 406
ὑπὸ τοῦ ῥοίβδου καὶ τῆς ῥύμης αὐτὸς ἑαυτὸν κατακάων.
Στρεψιάδης
νὴ Δἴ ἐγὼ γοῦν ἀτεχνῶς ἔπαθον τουτί ποτε Διασίοισιν
ὀπτῶν γαστέρα τοῖς συγγενέσιν, κᾆτ’οὐκ ἔσχων ἀμελήσας:
ἡ δ’ἄρ’ἐφυσᾶτ’, εἶτ’ἐξαίφνης διαλακήσασα πρὸς αὐτὼ 410
τὠφθαλμώ μου προσετίλησεν καὶ κατέκαυσεν τὸ πρόσωπον.
Χορός
ὦ τῆς μεγάλης ἐπιθυμήσας σοφίας ἄνθρωπε παρ’ἡμῶν,
ὡς εὐδαίμων ἐν Ἀθηναίοις καὶ τοῖς Ἕλλησι γενήσει,
εἰ μνήμων εἶ καὶ φροντιστὴς καὶ τὸ ταλαίπωρον ἔνεστιν
ἐν τῇ ψυχῇ, καὶ μὴ κάμνεις μήθ’ἑστὼς μήτε βαδίζων, 415
μήτε ῥιγῶν ἄχθει λίαν μήτ’ἀριστᾶν ἐπιθυμεῖς,
οἴνου τ’ἀπέχει καὶ γυμνασίων καὶ τῶν ἄλλων ἀνοήτων,
καὶ βέλτιστον τοῦτο νομίζεις, ὅπερ εἰκὸς δεξιὸν ἄνδρα,
νικᾶν πράττων καὶ βουλεύων καὶ τῇ γλώττῃ πολεμίζων.
Στρεψιάδης
ἀλλ’οὕνεκά γε ψυχῆς στερρᾶς δυσκολοκοίτου τε μερίμνης 420
καὶ φειδωλοῦ καὶ τρυσιβίου γαστρὸς καὶ θυμβρεπιδείπνου,
ἀμέλει θαρρῶν οὕνεκα τούτων ἐπιχαλκεύειν παρέχοιμ’ἄν.
Σωκράτης
ἄλλο τι δῆτ’οὖν νομιεῖς ἤδη θεὸν οὐδένα πλὴν ἅπερ ἡμεῖς,
τὸ Χάος τουτὶ καὶ τὰς Νεφέλας καὶ τὴν γλῶτταν, τρία ταυτί;
Στρεψιάδης
οὐδ’ἂν διαλεχθείην γ’ἀτεχνῶς τοῖς ἄλλοις οὐδ’ἂν ἀπαντῶν: 425
οὐδ’ἂν θύσαιμ’, οὐδ’ἂν σπείσαιμ’, οὐδ’ἐπιθείην λιβανωτόν.
/> Χορός
λέγε νυν ἡμῖν ὅ τι σοι δρῶμεν θαρρῶν, ὡς οὐκ ἀτυχήσεις
ἡμᾶς τιμῶν καὶ θαυμάζων καὶ ζητῶν δεξιὸς εἶναι.
Στρεψιάδης
ὦ δέσποιναι δέομαι τοίνυν ὑμῶν τουτὶ πάνυ μικρόν,
τῶν Ἑλλήνων εἶναί με λέγειν ἑκατὸν σταδίοισιν ἄριστον. 430
Χορός
ἀλλ’ἔσται σοι τοῦτο παρ’ἡμῶν: ὥστε τὸ λοιπόν γ’ἀπὸ τουδὶ
ἐν τῷ δήμῳ γνώμας οὐδεὶς νικήσει πλείονας ἢ σύ.
Στρεψιάδης
μὴ ‘μοί γε λέγειν γνώμας μεγάλας: οὐ γὰρ τούτων ἐπιθυμῶ,
ἀλλ’ὅσ’ἐμαυτῷ στρεψοδικῆσαι καὶ τοὺς χρήστας διολισθεῖν.
Χορός
τεύξει τοίνυν ὧν ἱμείρεις: οὐ γὰρ μεγάλων ἐπιθυμεῖς. 435
ἀλλὰ σεαυτὸν θαρρῶν παράδος τοῖς ἡμετέροις προπόλοισιν.
Στρεψιάδης
δράσω ταῦθ’ὑμῖν πιστεύσας: ἡ γὰρ ἀνάγκη με πιέζει
διὰ τοὺς ἵππους τοὺς κοππατίας καὶ τὸν γάμον ὅς μ’ἐπέτριψεν.
νῦν οὖν ἀτεχνῶς ὅ τι βούλονται
τουτὶ τοὐμὸν σῶμ’αὐτοῖσιν 440
παρέχω, τύπτειν πεινῆν διψῆν
αὐχμεῖν ῥιγῶν ἀσκὸν δείρειν,
εἴπερ τὰ χρέα διαφευξοῦμαι,
τοῖς τ’ἀνθρώποις εἶναι δόξω
θρασὺς εὔγλωττος τολμηρὸς ἴτης 445
βδελυρὸς ψευδῶν συγκολλητὴς
εὑρησιεπὴς περίτριμμα δικῶν
κύρβις κρόταλον κίναδος τρύμη
μάσθλης εἴρων γλοιὸς ἀλαζὼν
κέντρων μιαρὸς στρόφις ἀργαλέος 450
ματιολοιχός:
ταῦτ’εἴ με καλοῦσ’ἁπαντῶντες,
δρώντων ἀτεχνῶς ὅ τι χρῄζουσιν,
κεἰ βούλονται
νὴ τὴν Δήμητρ’ἔκ μου χορδὴν 455
τοῖς φροντισταῖς παραθέντων.
Χορός
λῆμα μὲν πάρεστι τῷδέ γ’
οὐκ ἄτολμον ἀλλ’ἕτοιμον. ἴσθι δ’ὡς
ταῦτα μαθὼν παρ’ἐμοῦ κλέος οὐρανόμηκες 460
ἐν βροτοῖσιν ἕξεις.
Στρεψιάδης
τί πείσομαι;
Χορός
τὸν πάντα χρόνον μετ’ἐμοῦ
ζηλωτότατον βίον ἀνθρώπων διάξεις. 465
Στρεψιάδης
ἆρά γε τοῦτ’ἄρ’ἐγώ ποτ’
ὄψομαι;
Χορός
ὥστε γέ σου πολλοὺς ἐπὶ ταῖσι θύραις ἀεὶ καθῆσθαι,
βουλομένους ἀνακοινοῦσθαί τε καὶ ἐς λόγον ἐλθεῖν 470
πράγματα κἀντιγραφὰς πολλῶν ταλάντων,
ἄξια σῇ φρενὶ συμβουλευσομένους μετὰ σοῦ. 475
ἀλλ’ἐγχείρει τὸν πρεσβύτην ὅ τι περ μέλλεις προδιδάσκειν,
καὶ διακίνει τὸν νοῦν αὐτοῦ καὶ τῆς γνώμης ἀποπειρῶ.
Σωκράτης
ἄγε δὴ κάτειπέ μοι σὺ τὸν σαυτοῦ τρόπον,
ἵν’αὐτὸν εἰδὼς ὅστις ἐστὶ μηχανὰς
ἤδη ‘πὶ τούτοις πρὸς σὲ καινὰς προσφέρω. 480
Στρεψιάδης
τί δέ; τειχομαχεῖν μοι διανοεῖ πρὸς τῶν θεῶν;
Σωκράτης
οὔκ, ἀλλὰ βραχέα σου πυθέσθαι βούλομαι.
ἦ μνημονικὸς εἶ;
Στρεψιάδης
δύο τρόπω νὴ τὸν Δία:
ἢν μὲν γὰρ ὀφείληταί τί μοι, μνήμων πάνυ:
ἐὰν δ’ὀφείλω, σχέτλιος, ἐπιλήσμων πάνυ. 485
Σωκράτης
ἔνεστι δῆτα μανθάνειν ἐν τῇ φύσει;
Στρεψιάδης
λέγειν μὲν οὐκ ἔνεστ’, ἀποστερεῖν δ’ἔνι.
Σωκράτης
πῶς οὖν δυνήσει μανθάνειν;
Στρεψιάδης
ἀμέλει καλῶς.
Σωκράτης
ἄγε νυν ὅπως, ὅταν τι προβάλλω σοι σοφὸν
περὶ τῶν μετεώρων, εὐθέως ὑφαρπάσει. 490
Στρεψιάδης
τί δαί; κυνηδὸν τὴν σοφίαν σιτήσομαι;
Σωκράτης
ἄνθρωπος ἀμαθὴς οὑτοσὶ καὶ βάρβαρος.
δέδοικά σ’ὦ πρεσβῦτα μὴ πληγῶν δέει.
φέρ’ἴδω τί δρᾷς, ἤν τίς σε τύπτῃ;
Στρεψιάδης
τύπτομαι,
ἔπειτ’ἐπισχὼν ὀλίγον ἐπιμαρτύρομαι, 495
εἶτ’αὖθις ἀκαρῆ διαλιπὼν δικάζομαι.
Σωκράτης
ἴθι νυν κατάθου θοἰμάτιον.
Στρεψιάδης
ἠδίκηκά τι,
Σωκράτης
οὔκ, ἀλλὰ γυμνοὺς εἰσιέναι νομίζεται.
Στρεψιάδης
ἀλλ’οὐχὶ φωράσων ἔγωγ’εἰσέρχομαι.
Σωκράτης
κατάθου. τί ληρεῖς; 500
Στρεψιάδης
Εἰπὲ δή νυν μοι τοδί·
ἢν ἐπιμελὴς ὦ καὶ προθύμως μανθάνω,
τῷ τῶν μαθητῶν ἐμφερὴς γενήσομαι ;
Σωκράτης
Οὐδὲν διοίσεις Χαιρεφῶντος τὴν φύσιν.
Στρεψιάδης
Οἴμοι κακοδαίμων ἡμιθνὴς γενήσομαι.
Σωκράτης
Οὐ μὴ λαλήσεις, ἀλλ’ ἀκολουθήσεις ἐμοὶ 505
ἀνύσας τι δευρὶ θᾶττον ;
Στρεψιάδης
Εἰς τὼ χεῖρέ νυν
δός μοι μελιτοῦτταν πρότερον, ὡς δέδοικ᾿ ἐγὼ
εἴσω καταβαίνων ὥσπερ ἐς Τροφωνίου.
Σωκράτης
Χώρει. Τί κυπτάζεις ἔχων περὶ τὴν θύραν ;
Χορός
Ἀλλ’ ἴθι χαίρων
τῆς ἀνδρείας 510
εἵνεκα ταύτης.
Εὐτυχία γένοιτο τἀνθρ
ώπῳ,
ὅτι προήκων
εἰς βαθὺ τῆς ἡλικίας
νεωτέροις τὴν φύσιν αὑτοῦ 515
πράγμασιν χρωτίζεται
καὶ σοφίαν ἐπασκεῖ.
Ὦ θεώμενοι κατερῶ πρὸς ὑμᾶς ἐλευθέρως
τἀληθῆ νὴ τὸν Διόνυσον τὸν ἐκθρέψαντά με.
Οὕτω νικήσαιμί τ’ ἐγὼ καὶ νομιζοίμην σοφός, 520
ὡς ὑμᾶς ἡγούμενος εἶναι θεατὰς δεξιοὺς
καὶ ταύτην σοφώτατ’ ἔχειν τῶν ἐμῶν κωμῳδιῶν,
πρώτους ἠξίωσ’ ἀναγεῦσ’ὑμᾶς, ἣ παρέσχε μοι
ἔργον πλεῖστον· εἶτ’ἀνεχώρουν ὑπ’ἀνδρῶν φορτικῶν
ἡττηθεὶς οὐκ ἄξιος ὤν. Ταῦτ’ οὖν ὑμῖν μέμφομαι 525
τοῖς σοφοῖς, ὧν οὕνεκ’ ἐγὼ ταῦτ’ ἐπραγματευόμην.
Ἀλλ’ οὐδ’ ὣς ὑμῶν ποθ’ἑκὼν προδώσω τοὺς δεξιούς.
Ἐξ ὅτου γὰρ ἐνθάδ’ ὑπ’ἀνδρῶν, οἷς ἡδὺ καὶ λέγειν,
ὁ σώφρων τε χὠ καταπύγων ἄριστ’ ἠκουσάτην,
κἀγώ, παρθένος γὰρ ἔτ’ ἦν, κοὐκ ἐξῆν πώ μοι τεκεῖν, 530
ἐξέθηκα, παῖς δ’ ἑτέρα τις λαβοῦσ’ ἀνείλετο,
ὑμεῖς δ’ ἐξεθρέψατε γενναίως κἀπαιδεύσατε,
ἐκ τούτου μοι πιστὰ παρ’ ὑμῖν γνώμης ἔσθ’ ὅρκια.
Νῦν οὖν Ἠλέκτραν κατ’ ἐκείνην ἥδ’ ἡ κωμῳδία
ζητοῦσ᾿ ἦλθ᾿, ἤν που ᾿πιτύχῃ θεαταῖς οὕτω σοφοῖς. 535
Γνώσεται γάρ, ἤνπερ ἴδῃ, τἀδελφοῦ τὸν βόστρυχον.
ὡς δὲ σώφρων ἐστὶ φύσει σκέψασθ’: ἥτις πρῶτα μὲν
οὐδὲν ἦλθε ῥαψαμένη σκυτίον καθειμένον
ἐρυθρὸν ἐξ ἄκρου, παχύ, τοῖς παιδίοις ἵν᾿ ᾖ γέλως·
οὐδ’ ἔσκωψε τοὺς φαλακρούς, οὐδὲ κόρδαχ’εἵλκυσεν, 540