Book Read Free

Delphi Complete Works of Aristophanes (Illustrated) (Delphi Ancient Classics)

Page 71

by Aristophanes

τῶν Καρκίνου τις δαιμόνων ἐφθέγξατο;

  Αμυνίας

  τί δ’ὅστις εἰμὶ τοῦτο βούλεσθ’εἰδέναι;

  ἀνὴρ κακοδαίμων.

  Στρεψιάδης

  κατὰ σεαυτόν νυν τρέπου.

  Αμυνίας

  ὦ σκληρὲ δαῖμον, ὦ τύχαι θραυσάντυγες

  ἵππων ἐμῶν, ὦ Παλλὰς ὥς μ’ἀπώλεσας. 1265

  Στρεψιάδης

  τί δαί σε Τληπόλεμός ποτ’εἴργασται κακόν;

  Αμυνίας

  μὴ σκῶπτέ μ’ὦ τᾶν, ἀλλά μοι τὰ χρήματα

  τὸν υἱὸν ἀποδοῦναι κέλευσον ἅλαβεν,

  ἄλλως τε μέντοι καὶ κακῶς πεπραγότι.

  Στρεψιάδης

  τὰ ποῖα ταῦτα χρήμαθ’; 1270

  Αμυνίας

  ἁδανείσατο.

  Στρεψιάδης

  κακῶς ἄρ’ὄντως εἶχες, ὥς γ’ἐμοὶ δοκεῖς.

  Αμυνίας

  ἵππους ἐλαύνων ἐξέπεσον νὴ τοὺς θεούς.

  Στρεψιάδης

  τί δῆτα ληρεῖς ὥσπερ ἀπ’ὄνου καταπεσών;

  Αμυνίας

  ληρῶ, τὰ χρήματ’ἀπολαβεῖν εἰ βούλομαι;

  Στρεψιάδης

  οὐκ ἔσθ’ὅπως σύ γ’αὐτὸς ὑγιαίνεις. 1275

  Αμυνίας

  τί δαί;

  Στρεψιάδης

  τὸν ἐγκέφαλον ὥσπερ σεσεῖσθαί μοι δοκεῖς.

  Αμυνίας

  σὺ δὲ νὴ τὸν Ἑρμῆν προσκεκλήσεσθαί γέ μοι,

  εἰ μὴ ‘ποδώσεις τἀργύριον.

  Στρεψιάδης

  κάτειπέ νυν,

  πότερα νομίζεις καινὸν ἀεὶ τὸν Δία

  ὕειν ὕδωρ ἑκάστοτ’, ἢ τὸν ἥλιον 1280

  ἕλκειν κάτωθεν ταὐτὸ τοῦθ’ὕδωρ πάλιν;

  Αμυνίας

  οὐκ οἶδ’ἔγωγ’ὁπότερον, οὐδέ μοι μέλει.

  Στρεψιάδης

  πῶς οὖν ἀπολαβεῖν τἀργύριον δίκαιος εἶ,

  εἰ μηδὲν οἶσθα τῶν μετεώρων πραγμάτων;

  Αμυνίας

  ἀλλ’εἰ σπανίζεις, τἀργυρίου μοι τὸν τόκον 1285

  ἀπόδοτε:

  Στρεψιάδης

  τοῦτο δ’ἔσθ’ὁ τόκος τί θηρίον;

  Αμυνίας

  τί δ’ἄλλο γ’ἢ κατὰ μῆνα καὶ καθ’ἡμέραν

  πλέον πλέον τἀργύριον ἀεὶ γίγνεται

  ὑπορρέοντος τοῦ χρόνου;

  Στρεψιάδης

  καλῶς λέγεις.

  τί δῆτα; τὴν θάλατταν ἔσθ’ὅτι πλείονα 1290

  νυνὶ νομίζεις ἢ πρὸ τοῦ;

  Αμυνίας

  μὰ Δί’ἀλλ’ἴσην.

  οὐ γὰρ δίκαιον πλείον’εἶναι.

  Στρεψιάδης

  κᾆτα πῶς

  αὕτη μὲν ὦ κακόδαιμον οὐδὲν γίγνεται

  ἐπιρρεόντων τῶν ποταμῶν πλείων, σὺ δὲ

  ζητεῖς ποιῆσαι τἀργύριον πλεῖον τὸ σόν; 1295

  οὐκ ἀποδιώξει σαυτὸν ἀπὸ τῆς οἰκίας;

  φέρε μοι τὸ κέντρον.

  Αμυνίας

  ταῦτ’ἐγὼ μαρτύρομαι.

  Στρεψιάδης

  ὕπαγε. τί μέλλεις; οὐκ ἐλᾷς ὦ σαμφόρα;

  Αμυνίας

  ταῦτ’οὐχ ὕβρις δῆτ’ἐστίν;

  Στρεψιάδης

  ᾄξεις; ἐπιαλῶ

  κεντῶν ὑπὸ τὸν πρωκτόν σε τὸν σειραφόρον. 1300

  φεύγεις; ἔμελλόν σ’ἆρα κινήσειν ἐγὼ

  αὐτοῖς τροχοῖς τοῖς σοῖσι καὶ ξυνωρίσιν.

  Χορός

  οἷον τὸ πραγμάτων ἐρᾶν φλαύρων: ὁ γὰρ

  γέρων ὅδ’ἐρασθεὶς

  ἀποστερῆσαι βούλεται 1305

  τὰ χρήμαθ’ἁδανείσατο:

  κοὐκ ἔσθ’ὅπως οὐ τήμερον

  λήψεταί τι πρᾶγμ’, ὃ τοῦτον

  ποιήσει τὸν σοφιστὴν [ἴσως,] 1309

  ἀνθ’ὧν πανουργεῖν ἤρξατ’, ἐξαίφνης λαβεῖν κακόν τι.

  οἶμαι γὰρ αὐτὸν αὐτίχ’εὑρήσειν ὅπερ

  πάλαι ποτ’†ἐπεζήτει† 1312

  εἶναι τὸν υἱὸν δεινόν οἱ

  γνώμας ἐναντίας λέγειν

  τοῖσιν δικαίοις, ὥστε νικᾶν 1315

  ἅπαντας οἷσπερ ἂν

  ξυγγένηται, κἂν λέγῃ παμπόνηρ’.

  ἴσως δ’ἴσως βουλήσεται κἄφωνον αὐτὸν εἶναι. 1320

  Στρεψιάδης

  ἰοὺ ἰού.

  ὦ γείτονες καὶ ξυγγενεῖς καὶ δημόται,

  ἀμυνάθετέ μοι τυπτομένῳ πάσῃ τέχνῃ.

  οἴμοι κακοδαίμων τῆς κεφαλῆς καὶ τῆς γνάθου.

  ὦ μιαρὲ τύπτεις τὸν πατέρα; 1325

  Φειδιππίδης

  φήμ’ὦ πάτερ.

  Στρεψιάδης

  ὁρᾶθ’ὁμολογοῦνθ’ὅτι με τύπτει.

  Φειδιππίδης

  καὶ μάλα.

  Στρεψιάδης

  ὦ μιαρὲ καὶ πατραλοῖα καὶ τοιχωρύχε.

  Φειδιππίδης

  αὖθίς με ταὐτὰ ταῦτα καὶ πλείω λέγε.

  ἆρ’οἶσθ’ὅτι χαίρω πόλλ’ἀκούων καὶ κακά;

  Στρεψιάδης

  ὦ λακκόπρωκτε. 1330

  Φειδιππίδης

  πάττε πολλοῖς τοῖς ῥόδοις.

  Στρεψιάδης

  τὸν πατέρα τύπτεις;

  Φειδιππίδης

  κἀποφανῶ γε νὴ Δία

  ὡς ἐν δίκῃ σ’ἔτυπτον.

  Στρεψιάδης

  ὦ μιαρώτατε,

  καὶ πῶς γένοιτ’ἂν πατέρα τύπτειν ἐν δίκῃ;

  Φειδιππίδης

  ἔγωγ’ἀποδείξω καί σε νικήσω λέγων.

  Στρεψιάδης

  τουτὶ σὺ νικήσεις; 1335

  Φειδιππίδης

  πολύ γε καὶ ῥᾳδίως.

  ἑλοῦ δ’ὁπότερον τοῖν λόγοιν βούλει λέγειν.

  Στρεψιάδης

  ποίοιν λόγοιν;

>   Φειδιππίδης

  τὸν κρείττον’ἢ τὸν ἥττονα.

  Στρεψιάδης

  ἐδιδαξάμην μέντοι σε νὴ Δί’ὦ μέλε

  τοῖσιν δικαίοις ἀντιλέγειν, εἰ ταῦτά γε

  μέλλεις ἀναπείσειν, ὡς δίκαιον καὶ καλὸν 1340

  τὸν πατέρα τύπτεσθ’ἐστὶν ὑπὸ τῶν υἱέων.

  Φειδιππίδης

  ἀλλ’οἴομαι μέντοι σ’ἀναπείσειν, ὥστε γε

  οὐδ’αὐτὸς ἀκροασάμενος οὐδὲν ἀντερεῖς.

  Στρεψιάδης

  καὶ μὴν ὅ τι καὶ λέξεις ἀκοῦσαι βούλομαι.

  Χορός

  σὸν ἔργον ὦ πρεσβῦτα φροντίζειν ὅπῃ 1345

  τὸν ἄνδρα κρατήσεις,

  ὡς οὗτος, εἰ μή τῳ ‘πεποίθειν, οὐκ ἂν ἦν

  οὕτως ἀκόλαστος.

  ἀλλ’ἔσθ’ὅτῳ θρασύνεται: δῆλόν γε τἀνθρώπου

  ‘στὶ τὸ λῆμα. 1350

  ἀλλ’ἐξ ὅτου τὸ πρῶτον ἤρξαθ’ἡ μάχη γενέσθαι,

  ἤδη λέγειν χρὴ πρὸς χορόν: πάντως δὲ τοῦτο δράσεις.

  Στρεψιάδης

  καὶ μὴν ὅθεν γε πρῶτον ἠρξάμεσθα λοιδορεῖσθαι

  ἐγὼ φράσω: ‘πειδὴ γὰρ εἱστιώμεθ’, ὥσπερ ἴστε,

  πρῶτον μὲν αὐτὸν τὴν λύραν λαβόντ’ἐγὼ ‘κέλευσα 1355

  ᾆσαι Σιμωνίδου μέλος, τὸν Κριὸν ὡς ἐπέχθη.

  ὁ δ’εὐθέως ἀρχαῖον εἶν’ἔφασκε τὸ κιθαρίζειν

  ᾄδειν τε πίνονθ’ὡσπερεὶ κάχρυς γυναῖκ’ἀλοῦσαν.

  Φειδιππίδης

  οὐ γὰρ τότ’εὐθὺς χρῆν σ’ἄρα τύπτεσθαί τε καὶ πατεῖσθαι,

  ᾄδειν κελεύονθ’ὡσπερεὶ τέττιγας ἑστιῶντα; 1360

  Στρεψιάδης

  τοιαῦτα μέντοι καὶ τότ’ἔλεγεν ἔνδον οἷάπερ νῦν,

  καὶ τὸν Σιμωνίδην ἔφασκ’εἶναι κακὸν ποιητήν.

  κἀγὼ μόλις μὲν ἀλλ’ὅμως ἠνεσχόμην τὸ πρῶτον:

  ἔπειτα δ’ἐκέλευσ’αὐτὸν ἀλλὰ μυρρίνην λαβόντα

  τῶν Αἰσχύλου λέξαι τί μοι: κᾆθ’οὗτος εὐθὺς εἶπεν: 1365

  ‘ἐγὼ γὰρ Αἰσχύλον νομίζω πρῶτον ἐν ποιηταῖς,

  ψόφου πλέων ἀξύστατον στόμφακα κρημνοποιόν;’

  κἀνταῦθα πῶς οἴεσθέ μου τὴν καρδίαν ὀρεχθεῖν;

  ὅμως δὲ τὸν θυμὸν δακὼν ἔφην, ‘σὺ δ’ἀλλὰ τούτων

  λέξον τι τῶν νεωτέρων, ἅττ’ἐστὶ τὰ σοφὰ ταῦτα.’ 1370

  ὁ δ’εὐθὺς ᾖσ’Εὐριπίδου ῥῆσίν τιν’, ὡς ἐκίνει

  ἀδελφὸς ὦλεξίκακε τὴν ὁμομητρίαν ἀδελφήν.

  κἀγὼ οὐκέτ’ἐξηνεσχόμην, ἀλλ’εὐθέως ἀράττω

  πολλοῖς κακοῖς καἰσχροῖσι: κᾆτ’ἐντεῦθεν, οἷον εἰκός,

  ἔπος πρὸς ἔπος ἠρειδόμεσθ’: εἶθ’οὗτος ἐπαναπηδᾶ, 1375

  κἄπειτ’ἔφλα με κἀσπόδει κἄπνιγε κἀπέθλιβεν.

  Φειδιππίδης

  οὔκουν δικαίως, ὅστις οὐκ Εὐριπίδην ἐπαινεῖς

  σοφώτατον;

  Στρεψιάδης

  σοφώτατόν γ’ἐκεῖνον:ὦ — τί σ’εἴπω;

  ἀλλ’αὖθις αὖ τυπτήσομαι.

  Φειδιππίδης

  νὴ τὸν Δί’ἐν δίκῃ γ’ἄν.

  Στρεψιάδης

  καὶ πῶς δικαίως; ὅστις ὦ ‘ναίσχυντέ σ’ἐξέθρεψα, 1380

  αἰσθανόμενός σου πάντα τραυλίζοντος, ὅ τι νοοίης.

  εἰ μέν γε βρῦν εἴποις, ἐγὼ γνοὺς ἂν πιεῖν ἐπέσχον:

  μαμμᾶν δ’ἂν αἰτήσαντος ἧκόν σοι φέρων ἂν ἄρτον:

  κακκᾶν δ’ἂν οὐκ ἔφθης φράσας, κἀγὼ λαβὼν θύραζε

  ἐξέφερον ἂν καὶ προὐσχόμην σε: σὺ δ’ἐμὲ νῦν ἀπάγχων 1385

  βοῶντα καὶ κεκραγόθ’ὅτι

  χεζητιῴην, οὐκ ἔτλης

  ἔξω ‘ξενεγκεῖν ὦ μιαρὲ

  θύραζέ μ’, ἀλλὰ πνιγόμενος

  αὐτοῦ ‘ποίησα κακκᾶν. 1390

  Χορός

  οἶμαί γε τῶν νεωτέρων τὰς καρδίας

  πηδᾶν ὅ τι λέξει.

  εἰ γὰρ τοιαῦτά γ’οὗτος ἐξειργασμένος

  λαλῶν ἀναπείσει,

  τὸ δέρμα τῶν γεραιτέρων λάβοιμεν ἂν 1395

  ἀλλ’οὐδ’ἐρεβίνθου.

  σὸν ἔργον ὦ καινῶν ἐπῶν κινητὰ καὶ μοχλευτὰ

  πειθώ τινα ζητεῖν, ὅπως δόξεις λέγειν δίκαια.

  Φειδιππίδης

  ὡς ἡδὺ καινοῖς πράγμασιν καὶ δεξιοῖς ὁμιλεῖν,

  καὶ τῶν καθεστώτων νόμων ὑπερφρονεῖν δύνασθαι. 1400

  ἐγὼ γὰρ ὅτε μὲν ἱππικῇ τὸν νοῦν μόνῃ προσεῖχον,

  οὐδ’ἂν τρί’εἰπεῖν ῥήμαθ’οἷός τ’ἦν πρὶν ἐξαμαρτεῖν:

  νυνὶ δ’ἐπειδή μ’οὑτοσὶ τούτων ἔπαυσεν αὐτός,

  γνώμαις δὲ λεπταῖς καὶ λόγοις ξύνειμι καὶ μερίμναις,

  οἶμαι διδάξειν ὡς δίκαιον τὸν πατέρα κολάζειν. 1405

  Στρεψιάδης

  ἵππευε τοίνυν νὴ Δί’, ὡς ἔμοιγε κρεῖττόν ἐστιν

  ἵππων τρέφειν τέθριππον ἢ τυπτόμενον ἐπιτριβῆναι.

  Φειδιππίδης

  ἐκεῖσε δ’ὅθεν ἀπέσχισάς με τοῦ λόγου μέτειμι,

  καὶ πρῶτ’ἐρήσομαί σε τουτί: παῖδά μ’ὄντ’ἔτυπτες;

  Στρεψιάδης

  ἔγωγέ σ’εὐνοῶν τε καὶ κηδόμενος. 1410

  Φειδιππίδης

  εἰπὲ δή μοι,

  οὐ κἀμέ σοι δίκαιόν ἐστιν εὐνοεῖν ὁμοίως

  τύπτειν τ’, ἐπειδήπερ γε τοῦτ’ἐστ’εὐνοεῖν τὸ τύπτειν;

  πῶς γὰρ τὸ μὲν σὸν σῶμα χρὴ πληγῶν ἀθῷον εἶναι,

  τοὐμὸν δὲ μή; καὶ μὴν ἔφυν ἐλεύθερός γε κἀγώ.

  κλά�
�υσι παῖδες, πατέρα δ’οὐ κλάειν δοκεῖς; ... 1415

  φήσεις νομίζεσθαι σὺ παιδὸς τοῦτο τοὔργον εἶναι:

  ἐγὼ δέ γ’ἀντείποιμ’ἂν ὡς δὶς παῖδες οἱ γέροντες:

  εἰκὸς δὲ μᾶλλον τοὺς γέροντας ἢ νέους τι κλάειν,

  ὅσῳπερ ἐξαμαρτάνειν ἧττον δίκαιον αὐτούς.

  Στρεψιάδης

  ἀλλ’οὐδαμοῦ νομίζεται τὸν πατέρα τοῦτο πάσχειν. 1420

  Φειδιππίδης

  οὔκουν ἀνὴρ ὁ τὸν νόμον θεὶς τοῦτον ἦν τὸ πρῶτον

  ὥσπερ σὺ κἀγώ, καὶ λέγων ἔπειθε τοὺς παλαιούς;

  ἧττόν τι δῆτ’ἔξεστι κἀμοὶ καινὸν αὖ τὸ λοιπὸν

  θεῖναι νόμον τοῖς υἱέσιν, τοὺς πατέρας ἀντιτύπτειν;

  ὅσας δὲ πληγὰς εἴχομεν πρὶν τὸν νόμον τεθῆναι, 1425

  ἀφίεμεν, καὶ δίδομεν αὐτοῖς προῖκα συγκεκόφθαι.

  σκέψαι δὲ τοὺς ἀλεκτρυόνας καὶ τἄλλα τὰ βοτὰ ταυτί,

  ὡς τοὺς πατέρας ἀμύνεται: καίτοι τί διαφέρουσιν

  ἡμῶν ἐκεῖνοι, πλήν γ’ὅτι ψηφίσματ’οὐ γράφουσιν;

  Στρεψιάδης

  τί δῆτ’, ἐπειδὴ τοὺς ἀλεκτρυόνας ἅπαντα μιμεῖ, 1430

  οὐκ ἐσθίεις καὶ τὴν κόπρον κἀπὶ ξύλου καθεύδεις;

  Φειδιππίδης

  οὐ ταὐτὸν ὦ τᾶν ἐστίν, οὐδ’ἂν Σωκράτει δοκοίη.

  Στρεψιάδης

  πρὸς ταῦτα μὴ τύπτ’: εἰ δὲ μή, σαυτόν ποτ’αἰτιάσει.

  Φειδιππίδης

  καὶ πῶς;

  Στρεψιάδης

  ἐπεὶ σὲ μὲν δίκαιός εἰμ’ἐγὼ κολάζειν,

  σὺ δ’, ἢν γένηταί σοι, τὸν υἱόν. 1435

  Φειδιππίδης

  ἢν δὲ μὴ γένηται,

  μάτην ἐμοὶ κεκλαύσεται, σὺ δ’ἐγχανὼν τεθνήξεις.

  Στρεψιάδης

 

‹ Prev