Book Read Free

Delphi Complete Works of Aristophanes (Illustrated) (Delphi Ancient Classics)

Page 73

by Aristophanes


  εἶτ᾽ αὐτὸν ἀπέλου κἀκάθαιρ᾽, ὁ δ᾽ οὐ μάλα.

  μετὰ τοῦτ᾽ ἐκορυβάντιζ᾽, ὁ δ᾽ αὐτῷ τυμπάνῳ

  120 ᾁξας ἐδίκαζεν ἐς τὸ καινὸν ἐμπεσών.

  ὅτε δῆτα ταύταις ταῖς τελεταῖς οὐκ ὠφέλει,

  διέπλευσεν εἰς Αἴγιναν, εἶτα ξυλλαβὼν

  νύκτωρ κατέκλινεν αὐτὸν εἰς Ἀσκληπιοῦ,

  ὁ δ᾽ ἀνεφάνη κνεφαῖος ἐπὶ τῇ κιγκλίδι.

  125 ἐντεῦθεν οὐκέτ᾽ αὐτὸν ἐξεφρίεμεν,

  ὁ δ᾽ ἐξεδίδρασκε διά τε τῶν ὑδρορροῶν

  καὶ τῶν ὀπῶν: ἡμεῖς δ᾽ ὅσ᾽ ἦν τετρημένα

  ἐνεβύσαμεν ῥακίοισι κἀπακτώσαμεν,

  ὁ δ᾽ ὡσπερεὶ κολοιὸς αὑτῷ παττάλους

  130 ἐνέκρουεν ἐς τὸν τοῖχον, εἶτ᾽ ἐξήλλετο.

  ἡμεῖς δὲ τὴν αὐλὴν ἅπασαν δικτύοις

  καταπετάσαντες ἐν κύκλῳ φυλάττομεν.

  ἔστιν δ᾽ ὄνομα τῷ μὲν γέροντι Φιλοκλέων

  ναὶ μὰ Δία, τῷ δ᾽ υἱεῖ γε τῳδὶ Βδελυκλέων,

  135 ἔχων τρόπους φρυαγμοσεμνάκους τίνας. Βδελυκλέων

  ὦ Ξανθία καὶ Σωσία, καθεύδετε;

  Ξανθίας

  οἴμοι.

  Σωσίας

  τί ἔστι;

  Ξανθίας

  Βδελυκλέων ἀνίσταται.

  Βδελυκλέων

  οὐ περιδραμεῖται σφῷν ταχέως δεῦρ᾽ ἅτερος;

  ὁ γὰρ πατὴρ ἐς τὸν ἰπνὸν εἰσελήλυθε

  140 καὶ μυσπολεῖ τι καταδεδυκώς. ἀλλ᾽ ἄθρει

  κατὰ τῆς πυέλου τὸ τρῆμ᾽ ὅπως μὴ ‘κδύσεται:

  σὺ δὲ τῇ θύρᾳ πρόσκεισο.

  Σωσίας

  ταῦτ᾽ ὦ δέσποτα.

  Βδελυκλέων

  ἄναξ Πόσειδον τί ποτ᾽ ἄρ᾽ ἡ κάπνη ψοφεῖ;

  οὗτος τίς εἶ σύ;

  Φιλοκλέων

  καπνὸς ἔγωγ᾽ ἐξέρχομαι.

  Βδελυκλέων

  145 καπνός; φέρ᾽ ἴδω ξύλου τίνος σύ.

  Φιλοκλέων

  συκίνου.

  Βδελυκλέων

  νὴ τὸν Δί᾽ ὅσπερ γ᾽ ἐστὶ δριμύτατος καπνῶν.

  ἀτὰρ οὐκέτ᾽ ἐρρήσεις γε, ποῦ ‘σθ᾽ ἡ τηλία;

  δύου πάλιν: φέρ᾽ ἐπαναθῶ σοι καὶ ξύλον.

  ἐνταῦθά νυν ζήτει τιν᾽ ἀλλην μηχανήν.

  150 ἀτὰρ ἄθλιός γ᾽ εἴιμ᾽ ὡς ἕτερός γ᾽ οὐδεὶς ἀνήρ,

  ὅστις πατρὸς νυνὶ Καπνίου κεκλήσομαι.

  Σωσίας

  ὅδε τὴν θύραν ὠθεῖ:

  Βδελυκλέων

  πιέζέ νυν σφόδρα,

  εὖ κἀνδρικῶς: κἀγὼ γὰρ ἐνταῦθ᾽ ἔρχομαι.

  καὶ τῆς κατακλῇδος ἐπιμελοῦ, καὶ τοῦ μοχλοῦ

  155 φύλατθ᾽ ὅπως μὴ τὴν βάλανον ἐκτρώξεται.

  Φιλοκλέων

  τί δράσετ᾽; οὐκ ἐκφρήσετ᾽ ὦ μιαρώτατοι

  δικάσοντά μ᾽, ἀλλ᾽ ἐκφεύξεται Δρακοντίδης;

  Βδελυκλέων

  σὺ δὲ τοῦτο βαρέως ἂν φέροις;

  Φιλοκλέων

  ὁ γὰρ θεὸς

  μαντευομένῳ μοὔχρησεν ἐν Δελφοῖς ποτέ,

  160 ὅταν τις ἐκφύγῃ μ᾽ ἀποσκλῆναι τότε.

  Βδελυκλέων

  Ἄπολλον ἀποτρόπαιε τοῦ μαντεύματος.

  Φιλοκλέων

  ἴθ᾽ ἀντιβολῶ σ᾽ ἔκφρες με, μὴ διαρραγῶ.

  Βδελυκλέων

  μὰ τὸν Ποσειδῶ Φιλοκλέων οὐδέποτέ γε.

  Φιλοκλέων

  διατρώξομαι τοίνυν ὀδὰξ τὸ δίκτυον.

  Βδελυκλέων

  165 ἀλλ᾽ οὐκ ἔχεις ὀδόντας.

  Φιλοκλέων

  οἴμοι δείλαιος:

  τῶς ἄν σ᾽ ἀποκτείναιμι; πῶς; δότε μοι ξίφος

  ὅπως τάχιστ᾽, ἢ πινάκιον τιμητικόν.

  Βδελυκλέων

  ἅνθρωπος οὗτος μέγα τι δρασείει κακόν.

  Φιλοκλέων

  μὰ τὸν Δί᾽ οὐ δῆτ᾽, ἀλλ᾽ ἀποδόσθαι βούλομαι

  170 τὸν ὄνον ἄγων αὐτοῖσι τοῖς κανθηλίοις:

  νουμηνία γάρ ἐστιν.

  Βδελυκλέων

  οὔκουν κἂν ἐγὼ

  αὐτὸν ἀποδοίμην δῆτ᾽ ἄν;

  Φιλοκλέων

  οὐχ ὥσπερ γ᾽ ἐγώ.

  Βδελυκλέων

  μὰ Δί᾽ ἀλλ᾽ ἄμεινον.

  Φιλοκλέων

  ἀλλὰ τὸν ὄνον ἔξαγε.

  Σωσίας

  οἵαν πρόφασιν καθῆκεν, ὡς εἰρωνικῶς,

  175 ἵν᾽ αὐτὸν ἐκπέμψειας.

  Βδελυκλέων

  ἀλλ᾽ οὐκ ἔσπασεν

  ταύτῃ γ᾽: ἐγὼ γὰρ ᾐσθόμην τεχνωμένου.

  ἀλλ᾽ εἰσιών μοι τὸν ὄνον ἐξάγειν δοκῶ

  ὅπως ἂν ὁ γέρων μηδὲ παρακύψῃ πάλιν.

  κάνθων τί κλάεις; ὅτι πεπράσει τήμερον;

  180 βάδιζε θᾶττον. τί στένεις, εἰ μὴ φέρεις

  Ὀδυσσέα τιν᾽;

  Σωσίας

  ἀλλὰ ναὶ μὰ Δία φέρει

  κάτω γε τουτονί τιν᾽ ὑποδεδυκότα.

  Βδελυκλέων

  ποῖον; φέρ᾽ ἴδωμαι τουτονί. τουτὶ τί ἦν;

  τίς εἶ ποτ᾽ ὦνθρωπ᾽ ἐτεόν;

  Φιλοκλέων

  Οὖτις νὴ Δία.

  Βδελυκλέων

  185 Οὖτις σύ; ποδαπός;

  Φιλοκλέων

  Ἴθακος Ἀποδρασιππίδου.

  Βδελυκλέων

  Οὖτις μὰ τὸν Δί᾽ οὔτι χαιρήσων γε σύ.

  ὕφελκε θᾶττον αὐτόν. ὦ μιαρώτατος

  ἵν᾽ ὑποδέδυκεν: ὥστ᾽ ἔμοιγ᾽ ἰνδάλλεται

  ὁμοιότατος κλητῆρος εἶναι πωλίῳ.

  Φιλοκλέων

  190 εἰ μή μ᾽ ἐάσεθ᾽ ἥσυχον, μαχούμεθα.

  Βδελυκλέων

  περὶ τοῦ μαχεῖ νῷν δῆτα;

  Φιλοκλέων

  περὶ ὄνου σκιᾶς.

  Βδελυκλέων

  πονηρὸς εἶ πόρρω τέχνης καὶ παρ
άβολος.

  Φιλοκλέων

  ἐγὼ πονηρός; οὐ μὰ Δί᾽ ἀλλ᾽ οὐκ οἶσθα σὺ

  νῦν μ᾽ ὄντ᾽ ἄριστον: ἀλλ᾽ ἴσως, ὅταν φάγῃς

  195 ὑπογάστριον γέροντος ἡλιαστικοῦ.

  Βδελυκλέων

  ὤθει τὸν ὄνον καὶ σαυτὸν ἐς τὴν οἰκίαν.

  Φιλοκλέων

  ὦ ξυνδικασταὶ καὶ Κλέων ἀμύνατε.

  Βδελυκλέων

  ἔνδον κέκραχθι τῆς θύρας κεκλῃμένης.

  ὤθει σὺ πολλοὺς τῶν λίθων πρὸς τὴν θύραν,

  200 καὶ τὴν βάλανον ἔμβαλλε πάλιν ἐς τὸν μοχλόν,

  καὶ τῇ δοκῷ προσθεὶς τὸν ὅλμον τὸν μέγαν

  ἀνύσας τι προσκύλισον.

  Σωσίας

  οἴμοι δείλαιος:

  πόθεν ποτ᾽ ἐμπέπτωκέ μοι τὸ βωλίον;

  Βδελυκλέων

  ἴσως ἄνωθεν μῦς ἐνέβαλέ σοί ποθεν.

  Σωσίας

  205 μῦς; οὐ μὰ Δί᾽ ἀλλ᾽ ὑποδυόμενός τις οὑτοσὶ

  ὑπὸ τῶν κεραμίδων ἡλιαστὴς ὀροφίας.

  Βδελυκλέων

  οἴμοι κακοδαίμων, στροῦθος ἁνὴρ γίγνεται:

  ἐκπτήσεται. ποῦ ποῦ ‘στί μοι τὸ δίκτυον;

  σοῦ σοῦ, πάλιν σοῦ. νὴ Δί᾽ ἦ μοι κρεῖττον ἦν

  210 τηρεῖν Σκιώνην ἀντὶ τούτου τοῦ πατρός.

  Σωσίας

  ἄγε νυν, ἐπειδὴ τουτονὶ σεσοβήκαμεν,

  κοὐκ ἔσθ᾽ ὅπως διαδὺς ἂν ἡμᾶς ἔτι λάθοι,

  τί οὐκ ἀπεκοιμήθημεν ὅσον ὅσον στίλην;

  Βδελυκλέων

  ἀλλ᾽ ὦ πόνηρ᾽ ἥξουσιν ὀλίγον ὕστερον

  215 οἱ ξυνδικασταὶ παρακαλοῦντες τουτονὶ

  τὸν πατέρα.

  Σωσίας

  τίλέγεις; ἀλλὰ νῦν γ᾽ ὄρθρος βαθύς.

  Βδελυκλέων

  νὴ τὸν Δί᾽, ὀψὲ γοῦν ἀνεστήκασι νῦν.

  ὡς ἀπὸ μέσων νυκτῶν γε παρακαλοῦσ᾽ ἀεί,

  λύχνους ἔχοντες καὶ μινυρίζοντες μέλη

  220 ἀρχαῖα μελισιδωνοφρυνιχήρατα,

  οἷς ἐκκαλοῦνται τοῦτον.

  Σωσίας

  οὐκοῦν, ἢν δέῃ,

  ἤδη ποτ᾽ αὐτοὺς τοῖς λίθοις βαλλήσομεν.

  Βδελυκλέων

  ἀλλ᾽ ὦ πόνηρε τὸ γένος ἤν τις ὀργίσῃ

  τὸ τῶν γερόντων, ἔσθ᾽ ὅμοιον σφηκιᾷ.

  225 ἔχουσι γὰρ καὶ κέντρον ἐκ τῆς ὀσφύος

  ὀξύτατον, ᾧ κεντοῦσι, καὶ κεκραγότες

  πηδῶσι καὶ βάλλουσιν ὥσπερ φέψαλοι.

  Σωσίας

  μὴ φροντίσῃς: ἐὰν ἐγὼ λίθους ἔχω,

  πολλῶν δικαστῶν σφηκιὰν διασκεδῶ.

  Χορός

  230 χώρει πρόβαιν᾽ ἐρρωμένως. ὦ Κωμία βραδύνεις.

  μὰ τὸν Δί᾽ οὐ μέντοι πρὸ τοῦ γ᾽, ἀλλ᾽ ἦσθ᾽ ἱμὰς κύνειος:

  νυνὶ δὲ κρείττων ἐστί σου Χαρινάδης βαδίζειν.

  ὦ Στρυμόδωρε Κονθυλεῦ, βέλτιστε συνδικαστῶν,

  Εὐεργίδης ἆρ᾽ ἐστί που ‘νταῦθ᾽ ἢ Χάβης ὁ Φλυεύς;

  235 πάρεσθ᾽ ὃ δὴ λοιπόν γ᾽ ἔτ᾽ ἐστίν, ἀππαπαῖ παπαιάξ,

  ἥβης ἐκείνης ἡνίκ᾽ ἐν Βυζαντίῳ ξυνῆμεν

  φρουροῦντ᾽ ἐγώ τε καὶ σύ: κᾆτα περιπατοῦντε νύκτωρ

  τῆς ἀρτοπώλιδος λαθόντ᾽ ἐκλέψαμεν τὸν ὅλμον,

  κᾆθ᾽ ἥψομεν τοῦ κορκόρου κατασχίσαντες αὐτόν.

  240 ἀλλ᾽ ἐγκονῶμεν ὦνδρες, ὡς ἔσται Λάχητι νυνί:

  σίμβλον δέ φασι χρημάτων ἔχειν ἅπαντες αὐτόν.

  χθὲς οὖν Κλέων ὁ κηδεμὼν ἡμῖν ἐφεῖτ᾽ ἐν ὥρᾳ

  ἥκειν ἔχοντας ἡμερῶν ὀργὴν τριῶν πονηρὰν

  ἐπ᾽ αὐτόν, ὡς κολωμένους ὧν ἠδίκησεν. ἀλλὰ

  245 σπεύδωμεν ὦνδρες ἥλικες πρὶν ἡμέραν γενέσθαι.

  χωρῶμεν ἅμα τε τῷ λύχνῳ πάντῃ διασκοπῶμεν,

  μή που λίθος τις ἐμποδὼν ἡμᾶς κακόν τι δράσῃ.

  Παίς

  τὸν πηλὸν ὦ πάτερ πάτερ τουτονὶ φύλαξαι.

  Χορός

  κάρφος χαμᾶθέν νυν λαβὼν τὸν λύχνον πρόμυξον.

  Παίς

  250 οὔκ, ἀλλὰ τῳδί μοι δοκῶ τὸν λύχνον προβύσειν.

  Χορός

  τί δὴ μαθὼν τῷ δακτύλῳ τὴν θρυαλλίδ᾽ ὠθεῖς,

  καὶ ταῦτα τοὐλαίου σπανίζοντος ὦνόητε;

  οὐ γὰρ δάκνει σ᾽, ὅταν δέῃ τίμιον πρίασθαι.

  Παίς

  εἰ νὴ Δί᾽ αὖθις κονδύλοις νουθετήσεθ᾽ ἡμᾶς,

  255 ἀποσβέσαντες τοὺς λύχνους ἄπιμεν οἴκαδ᾽ αὐτοί:

  κἄπειτ᾽ ἴσως ἐν τῷ σκότῳ τουτουὶ στερηθεὶς

  τὸν πηλὸν ὥσπερ ἀτταγᾶς τυρβάσεις βαδίζων.

  Χορός

  ἦ μὴν ἐγὼ σοῦ χἀτέρους μείζονας κολάζω.

  ἀλλ᾽ οὑτοσί μοι βόρβορος φαίνεται πατοῦντι:

  260 κοὐκ ἔσθ᾽ ὅπως οὐχ ἡμερῶν τεττάρων τὸ πλεῖστον

  ὕδωρ ἀναγκαίως ἔχει τὸν θεὸν ποιῆσαι.

  ἔπεισι γοῦν τοῖσιν λύχνοις οὑτοιὶ μύκητες:

  φιλεῖ δ᾽, ὅταν τοῦτ᾽ ᾖ, ποιεῖν ὑετὸν μάλιστα.

  δεῖται δὲ καὶ τῶν καρπίμων ἅττα μή ‘στι πρῷα

  265 ὕδωρ γενέσθαι κἀπιπνεῦσαι βόρειον αὐτοῖς.

  τί χρῆμ᾽ ἄρ᾽ οὑκ τῆς οἰκίας τῆσδε συνδικαστὴς

  πέπονθεν, ὡς οὐ φαίνεται δεῦρο πρὸς τὸ πλῆθος;

  οὐ μὴν πρὸ τοῦ γ᾽ ἐφολκὸς ἦν, ἀλλὰ πρῶτος ἡμῶν

  ἡγεῖτ᾽ ἂν ᾁδων Φρυνίχου: καὶ γάρ ἐστιν ἁνὴρ

  270 φιλῳδός. ἀλλά μοι δοκεῖ στάντας ἐνθάδ᾽ ὦνδρες

  ᾁδοντας αὐτὸν ἐκκαλεῖν, ἤν τί πως ἀκούσας

  τοὐμοῦ μέλους ὑφ᾽ ἡδονῆς ἑρπύσῃ θύραζε.

  Χορός


  τί ποτ᾽ οὐ πρὸ θυρῶν φαίνετ᾽ ἄρ᾽ ἡμῖν ὁ γέρων οὐδ᾽ ὑπακούει;

  μῶν ἀπολώλεκε τὰς

  275 ἐμβάδας, ἢ προσέκοψ᾽ ἐν

  τῷ σκότῳ τὸν δάκτυλόν που,

  εἶτ᾽ ἐφλέγμηνεν αὐτοῦ

  τὸ σφυρὸν γέροντος ὄντος;

  καὶ τάχ᾽ ἂν βουβωνιῴη.

  ἦ μὴν πολὺ δριμύτατός γ᾽ ἦν τῶν παρ᾽ ἡμῖν,

  καὶ μόνος οὐκ ἂν ἐπείθετ᾽,

  ἀλλ᾽ ὁπότ᾽ ἀντιβολοίη

  τις, κάτω κύπτων ἂν οὕτω

  280 ‘λίθον ἕψεις,’ ἔλεγεν. Χορός

  τάχα δ᾽ ἂν διὰ τὸν χθιζινὸν ἄνθρωπον, ὃς ἡμᾶς διεδύετ᾽

  ἐξαπατῶν καὶ λέγων

  ὡς φιλαθήναιος ἦν καὶ

  τἀν Σάμῳ πρῶτος κατείποι,

  διὰ τοῦτ᾽ ὀδυνηθεὶς

  εἶτ᾽ ἴσως κεῖται πυρέττων.

  285 ἔστι γὰρ τοιοῦτος ἁνήρ.

  ἀλλ᾽ ὦγάθ᾽ ἀνίστασο μηδ᾽ οὕτω σεαυτὸν

  ἔσθιε μηδ᾽ ἀγανάκτει.

  καὶ γὰρ ἀνὴρ παχὺς ἥκει

  τῶν προδόντων τἀπὶ Θρᾴκης:

  ὃν ὅπως ἐγχυτριεῖς.

  290 ὕπαγ᾽ ὦ παῖ ὕπαγε. Παίς

  ἐθελήσεις τί μοι οὖν ὦ

  πάτερ, ἤν σού τι δεηθῶ;

  Χορός

  πάνυ γ᾽ ὦ παιδίον. ἀλλ᾽ εἰπέ,

  τί βούλει με πρίασθαι

  295 καλόν; οἶμαι δέ σ᾽ ἐρεῖν ἀστραγάλους

  δήπουθεν ὦ παῖ.

  Παίς

  μὰ Δί᾽ ἀλλ᾽ ἰσχάδας ὦ παππία:

  ἥδιον γάρ.

  Χορός

  οὐκ ἂν

  μὰ Δί᾽, εἰ κρέμαισθέ γ᾽ ὑμεῖς.

  Παίς

  μὰ Δί᾽ οὔ τἄρα προπέμψω σε τὸ λοιπόν.

  Χορός

  300 ἀπὸ γὰρ τοῦδέ με τοῦ μισθαρίου

  τρίτον αὐτὸν ἔχειν ἄλφιτα δεῖ καὶ ξύλα κὤψον:

  ἒ ἔ. σὺ δὲ σῦκά μ᾽ αἰτεῖς.

  Παίς

  ἄγε νυν ὦ πάτερ ἢν μὴ

 

‹ Prev