Delphi Complete Works of Aristophanes (Illustrated) (Delphi Ancient Classics)
Page 88
οὐκ ἀντὶ τοῦ παιδός σ᾽ ἐχρῆν ἐποποῖ καλεῖν;
Ἐυελπίδης
ἐποποῖ. ποιήσεις ἔτι με κόπτειν αὖθις αὖ.
60 ἐποποῖ.
Θεράπων Ἔποπος
τίνες οὗτοι; τίς ὁ βοῶν τὸν δεσπότην;
Ἐυελπίδης
Ἄπολλον ἀποτρόπαιε τοῦ χασμήματος.
Θεράπων Ἔποπος
οἴμοι τάλας ὀρνιθοθήρα τουτωί.
Ἐυελπίδης
οὕτως τι δεινὸν οὐδὲ κάλλιον λέγειν.
Θεράπων Ἔποπος
ἀπολεῖσθον.
Ἐυελπίδης
ἀλλ᾽ οὐκ ἐσμὲν ἀνθρώπω.
Θεράπων Ἔποπος
τί δαί;
Ἐυελπίδης
65 Ὑποδεδιὼς ἔγωγε Διβυκὸν ὄρνεον.
Θεράπων Ἔποπος
οὐδὲν λέγεις.
Ἐυελπίδης
καὶ μὴν ἐροῦ τὰ πρὸς ποδῶν.
Θεράπων Ἔποπος
ὁδὶ δὲ δὴ τίς ἐστιν ὄρνις; οὐκ ἐρεῖς;
Πισθέταιρος
Ἐπικεχοδὼς ἔγωγε Φασιανικός.
Ἐυελπίδης
ἀτὰρ σὺ τί θηρίον ποτ᾽ εἶ πρὸς τῶν θεῶν;
Θεράπων Ἔποπος
70 ὄρνις ἔγωγε δοῦλος.
Ἐυελπίδης
ἡττήθης τινὸς
ἀλεκτρυόνος;
Θεράπων Ἔποπος
οὐκ ἀλλ᾽ ὅτε περ ὁ δεσπότης
ἔποψ ἐγένετο, τότε γενέσθαι μ᾽ ηὔξατο
ὄρνιν, ἵν᾽ ἀκόλουθον διάκονόν τ᾽ ἔχῃ.
Ἐυελπίδης
δεῖται γὰρ ὄρνις καὶ διακόνου τινός;
Θεράπων Ἔποπος
75 οὗτός γ᾽, ἅτ᾽ οἶμαι πρότερον ἄνθρωπός ποτ᾽ ὤν,
τοτὲ μὲν ἐρᾷ φαγεῖν ἀφύας Φαληρικάς:
τρέχω ‘π᾽ ἀφύας λαβὼν ἐγὼ τὸ τρύβλιον.
ἔτνους δ᾽ ἐπιθυμεῖ, δεῖ τορύνης καὶ χύτρας:
τρέχω ‘πὶ τορύνην.
Ἐυελπίδης
τροχίλος ὄρνις οὑτοσί.
80 οἶσθ᾽ οὖν ὃ δρᾶσον ὦ τροχίλε; τὸν δεσπότην
ἡμῖν κάλεσον.
Θεράπων Ἔποπος
ἀλλ᾽ ἀρτίως νὴ τὸν Δία
εὕδει καταφαγὼν μύρτα καὶ σέρφους τινάς.
Ἐυελπίδης
ὅμως ἐπέγειρον αὐτόν.
Θεράπων Ἔποπος
οἶδα μὲν σαφῶς
ὅτι ἀχθέσεται, σφῷν δ᾽ αὐτὸν οὕνεκ᾽ ἐπεγερῶ.
Πισθέταιρος
85 κακῶς σύ γ᾽ ἀπόλοι᾽, ὥς μ᾽ ἀπέκτεινας δέει.
Ἐυελπίδης
οἴμοι κακοδαίμων χὠ κολοιός μοἴχεται
ὑπὸ τοῦ δέους.
Πισθέταιρος
ὦ δειλότατον σὺ θηρίον,
δείσας ἀφῆκας τὸν κολοιόν;
Ἐυελπίδης
εἰπέ μοι,
σὺ δὲ τὴν κορώνην οὐκ ἀφῆκας καταπεσών;
Πισθέταιρος
90 μὰ Δί᾽ οὐκ ἔγωγε.
Ἐυελπίδης
ποῦ γάρ ἐστ᾽;
Πισθέταιρος
ἀπέπτετο.
Ἐυελπίδης
οὐκ ἆρ᾽ ἀφῆκας; ὦγάθ᾽ ὡς ἀνδρεῖος εἶ.
Ἔποψ
ἄνοιγε τὴν ὕλην, ἵν᾽ ἐξέλθω ποτέ.
Ἐυελπίδης
ὦ Ἡράκλεις τουτὶ τί ποτ᾽ ἐστὶ τὸ θηρίον;
τίς ἡ πτέρωσις; τίς ὁ τρόπος τῆς τριλοφίας;
Ἔποψ
95 τίνες εἰσί μ᾽ οἱ ζητοῦντες;
Ἐυελπίδης
οἱ δώδεκα θεοὶ
εἴξασιν ἐπιτρῖψαί σε.
Ἔποψ
μῶν με σκώπτετον
ὁρῶντε τὴν πτέρωσιν; ἦν γὰρ ὦ ξένοι
ἄνθρωπος.
Ἐυελπίδης
οὐ σοῦ καταγελῶμεν.
Ἔποψ
ἀλλὰ τοῦ;
Ἐυελπίδης
τὸ ῥάμφος ἡμῖν σου γέλοιον φαίνεται.
Ἔποψ
100 τοιαῦτα μέντοι Σοφοκλέης λυμαίνεται
ἐν ταῖς τραγῳδίαισιν ἐμὲ τὸν Τηρέα.
Ἐυελπίδης
Τηρεὺς γὰρ εἶ σύ; πότερον ὄρνις ἢ ταὧς;
Ἔποψ
ὄρνις ἔγωγε.
Ἐυελπίδης
κᾆτά σοι ποῦ τὰ πτερά;
Ἔποψ
ἐξερρύηκε.
Ἐυελπίδης
πότερον ὑπὸ νόσου τινός;
Ἔποψ
105 οὔκ, ἀλλὰ τὸν χειμῶνα πάντα τὤρνεα
πτερορρυεῖ τε καὖθις ἕτερα φύομεν.
ἀλλ᾽ εἴπατόν μοι σφὼ τίν᾽ ἐστόν;
Ἐυελπίδης
νώ; βροτώ.
Ἔποψ
ποδαπὼ τὸ γένος;
Ἐυελπίδης
ὅθεν αἱ τριήρεις αἱ καλαί.
Ἔποψ
μῶν ἡλιαστά;
Ἐυελπίδης
μἀλλὰ θατέρου τρόπου,
110 ἀπηλιαστά.
Ἔποψ
σπείρεται γὰρ τοῦτ᾽ ἐκεῖ
τὸ σπέρμ᾽;
Ἐυελπίδης
ὀλίγον ζητῶν ἂν ἐξ ἀγροῦ λάβοις.
Ἔποψ
πράγους δὲ δὴ τοῦ δεομένω δεῦρ᾽ ἤλθετον;
Ἐυελπίδης
σοὶ ξυγγενέσθαι βουλομένω.
Ἔποψ
τίνος πέρι;
Ἐυελπίδης
ὅτι πρῶτα μὲν ἦσθ᾽ ἄνθρωπος ὥσπερ νὼ ποτέ,
115 κἀργύριον ὠφείλησας ὥσπερ νὼ ποτέ,
κοὐκ ἀποδιδοὺς ἔχαιρες ὥσπερ νὼ ποτέ:
εἶτ᾽ αὖθις ὀρνίθων μεταλλάξας φύσιν
καὶ γῆν ἐπέπτου καὶ θάλατταν ἐν κύκλῳ,
καὶ πάνθ᾽ ὅσαπερ ἄνθρωπος ὅσα τ᾽ ὄρνις φρονεῖς:
120 ταῦτ οὖν ἱκέται νὼ πρὸς σὲ δεῦρ᾽ ἀφίγμεθα,
εἴ τινα πόλιν φράσειας ἡμῖν εὔερον
ὥσπερ σισύραν ἐγκατακλινῆναι μαλθακήν.
Ἔποψ
ἔμειτα μείζω τῶν Κραναῶ
ν ζητεῖς πόλιν;
Ἐυελπίδης
μείζω μὲν οὐδέν, προσφορωτέραν δὲ νῷν.
Ἔποψ
125 ἀριστοκρατεῖσθαι δῆλος εἶ ζητῶν.
Ἐυελπίδης
ἐγώ;
ἥκιστα: καὶ γὰρ τὸν Σκελίου βδελύττομαι.
Ἔποψ
ποίαν τιν᾽ οὖν ἥδιστ᾽ ἂν οἰκοῖτ᾽ ἂν πόλιν;
Ἐυελπίδης
ὅπου τὰ μέγιστα πράγματ᾽ εἴη τοιάδε:
ἐπὶ τὴν θύραν μου πρῴ τις ἐλθὼν τῶν φίλων
130 λέγοι ταδί: ‘πρὸς τοῦ Διὸς τοὐλυμπίου
ὅπως παρέσει μοι καὶ σὺ καὶ τὰ παιδία
λουσάμενα πρῴ: μέλλω γὰρ ἑστιᾶν γάμους:
καὶ μηδαμῶς ἄλλως ποιήσῃς: εἰ δὲ μή,
μή μοι τότε γ᾽ ἔλθῃς, ὅταν ἐγὼ πράττω κακῶς.’
Ἔποψ
135 νὴ Δία ταλαιπώρων γε πραγμάτων ἐρᾷς.
τί δαὶ σύ;
Πισθέταιρος
τοιούτων ἐρῶ κἀγώ.
Ἔποψ
τίνων;
Πισθέταιρος
ὅπου ξυναντῶν μοι ταδί τις μέμψεται
ὥσπερ ἀδικηθεὶς παιδὸς ὡραίου πατήρ:
‘καλῶς γέ μου τὸν υἱὸν ὦ Στιλβωνίδη
140 εὑρὼν ἀπιόντ᾽ ἀπὸ γυμνασίου λελουμένον
οὐκ ἔκυσας, οὐ προσεῖπας, οὐ προσηγάγου,
οὐκ ὠρχιπέδισας, ὢν ἐμοὶ πατρικὸς φίλος.’
Ἔποψ
ὦ δειλακρίων σὺ τῶν κακῶν οἵων ἐρᾷς.
ἀτὰρ ἔστι γ᾽ ὁποίαν λέγετον εὐδαίμων πόλις
145 παρὰ τὴν ἐρυθρὰν θάλατταν.
Ἐυελπίδης
οἴμοι μηδαμῶς
ἡμῖν παρὰ τὴν θάλατταν, ἵν᾽ ἀνακύψεται
κλητῆρ᾽ ἄγουσ᾽ ἕωθεν ἡ Σαλαμινία.
Ἑλληνικὴν δὲ πόλιν ἔχεις ἡμῖν φράσαι;
Ἔποψ
τί οὐ τὸν Ἠλεῖον Λέπρεον οἰκίζετον
150 ἐλθόνθ᾽;
Ἐυελπίδης
ὁτιὴ νὴ τοὺς θεοὺς ὅσ᾽ οὐκ ἰδὼν
βδελύττομαι τὸν Λέπρεον ἀπὸ Μελανθίου.
Ἔποψ
ἀλλ᾽ εἰσὶν ἕτεροι τῆς Λοκρίδος Ὀπούντιοι,
ἵνα χρὴ κατοικεῖν.
Ἐυελπίδης
ἀλλ᾽ ἔγωγ᾽ Ὀπούντιος
οὐκ ἂν γενοίμην ἐπὶ ταλάντῳ χρυσίου.
155 οὗτος δὲ δὴ τίς ἔσθ᾽ ὁ μετ᾽ ὀρνίθων βίος;
σὺ γὰρ οἶσθ᾽ ἀκριβῶς.
Ἔποψ
οὐκ ἄχαρις ἐς τὴν τριβήν:
οὗ πρῶτα μὲν δεῖ ζῆν ἄνευ βαλλαντίου.
Ἐυελπίδης
πολλήν γ᾽ ἀφεῖλες τοῦ βίου κιβδηλίαν.
Ἔποψ
νεμόμεσθα δ᾽ ἐν κήποις τὰ λευκὰ σήσαμα
160 καὶ μύρτα καὶ μήκωνα καὶ σισύμβρια.
Ἐυελπίδης
ὑμεῖς μὲν ἆρα ζῆτε νυμφίων βίον.
Πισθέταιρος
φεῦ φεῦ:
ἦ μέγ᾽ ἐνορῶ βούλευμ᾽ ἐν ὀρνίθων γένει,
καὶ δύναμιν ἣ γένοιτ᾽ ἄν, εἰ πίθοισθέ μοι.
Ἔποψ
τί σοι πιθώμεσθ᾽;
Πισθέταιρος
ὅ τι πίθησθε; πρῶτα μὲν
165 μὴ περιπέτεσθε πανταχῇ κεχηνότες:
ὡς τοῦτ᾽ ἄτιμον τοὔργον ἐστίν. αὐτίκα
ἐκεῖ παρ᾽ ἡμῖν τοὺς πετομένους ἢν ἔρῃ,
‘τίς ὄρνις οὗτος;’ ὁ Τελέας ἐρεῖ ταδί:
‘ἅνθρωπος ὄρνις ἀστάθμητος πετόμενος,
170 ἀτέκμαρτος, οὐδὲν οὐδέποτ᾽ ἐν ταὐτῷ μένων.’
Ἔποψ
νὴ τὸν Διόνυσον εὖ γε μωμᾷ ταυταγί.
τί ἂν οὖν ποιοῖμεν;
Πισθέταιρος
οἰκίσατε μίαν πόλιν.
Ἔποψ
ποίαν δ᾽ ἂν οἰκίσαιμεν ὄρνιθες πόλιν;
Πισθέταιρος
ἄληθες; ὦ σκαιότατον εἰρηκὼς ἔπος,
175 βλέψον κάτω.
Ἔποψ
καὶ δὴ βλέπω.
Πισθέταιρος
βλέπε νῦν ἄνω.
Ἔποψ
βλέπω.
Πισθέταιρος
περίαγε τὸν τράχηλον.
Ἔποψ
νὴ Δία
ἀπολαύσομαί τί γ᾽, εἰ διαστραφήσομαι.
Πισθέταιρος
εἶδές τι;
Ἔποψ
τὰς νεφέλας γε καὶ τὸν οὐρανόν.
Πισθέταιρος
οὐχ οὗτος οὖν δήπου ‘στὶν ὀρνίθων πόλος;
Ἔποψ
180 πόλος; τίνα τρόπον;
Πισθέταιρος
ὥσπερ ἂν εἴποι τις τόπος.
ὅτι δὲ πολεῖται τοῦτο καὶ διέρχεται
ἅπαντα διὰ τούτου, καλεῖται νῦν πόλος.
ἢν δ᾽ οἰκίσητε τοῦτο καὶ φάρξηθ᾽ ἅπαξ,
ἐκ τοῦ πόλου τούτου κεκλήσεται πόλις.
185 ὥστ᾽ ἄρξετ᾽ ἀνθρώπων μὲν ὥσπερ παρνόπων,
τοὺς δ᾽ αὖ θεοὺς ἀπολεῖτε λιμῷ Μηλίῳ.
Ἔποψ
πῶς;
Πισθέταιρος
ἐν μέσῳ δήπουθεν ἀήρ ἐστι γῆς.
εἶθ᾽ ὥσπερ ἡμεῖς, ἢν ἰέναι βουλώμεθα
Πυθώδε, Βοιωτοὺς δίοδον αἰτούμεθα,
190 οὕτως, ὅταν θύσωσιν ἄνθρωποι θεοῖς,
ἢν μὴ φόρον φέρωσιν οἱ ὑμῖν οἱ θεοί,
διὰ τῆς πόλεως τῆς ἀλλοτρίας καὶ τοῦ χάους
τῶν μηρίων τὴν κνῖσαν οὐ διαφρήσετε.
Ἔποψ
ἰοὺ ἰού:
μὰ γῆν μὰ παγίδας μὰ νεφέλας μὰ δίκτυα,
195 μὴ ‘γὼ νόημα κομψότερον ἤκουσά πω:
ὥστ᾽ ἂν κατοικίζοιμι μετὰ σοῦ τὴν πόλιν,
εἰ ξυνδοκοίη τοῖσιν ἄλλοις ὀρνέοις.
Πισθέταιρος
τίς ἂν οὖν τὸ πρᾶγμ᾽ αὐτοῖς διηγήσαιτο;
Ἔποψ
<
br /> σύ.
ἐγὼ γὰρ αὐτοὺς βαρβάρους ὄντας πρὸ τοῦ
200 ἐδίδαξα τὴν φωνήν, ξυνὼν πολὺν χρόνον.
Πισθέταιρος
πῶς δῆτ᾽ ἂν αὐτοὺς ξυγκαλέσειας;
Ἔποψ
ῥᾳδίως.
δευρὶ γὰρ ἐσβὰς αὐτίκα μάλ᾽ ἐς τὴν λόχμην,
ἔπειτ᾽ ἀνεγείρας τὴν ἐμὴν ἀηδόνα,
καλοῦμεν αὐτούς: οἱ δὲ νῷν τοῦ φθέγματος
205 ἐάνπερ ἐπακούσωσι θεύσονται δρόμῳ.
Πισθέταιρος
ὦ φίλτατ᾽ ὀρνίθων σὺ μή νυν ἕσταθι:
ἀλλ᾽ ἀντιβολῶ σ᾽ ἄγ᾽ ὡς τάχιστ᾽ ἐς τὴν λόχμην
ἔσβαινε κἀνέγειρε τὴν ἀηδόνα.
Ἔποψ
ἄγε σύννομέ μοι παῦσαι μὲν ὕπνου,
210 λῦσον δὲ νόμους ἱερῶν ὕμνων,
οὓς διὰ θείου στόματος θρηνεῖς
τὸν ἐμὸν καὶ σὸν πολύδακρυν Ἴτυν:
ἐλελιζομένης δ᾽ ἱεροῖς μέλεσιν
γένυος ξουθῆς
215 καθαρὰ χωρεῖ διὰ φυλλοκόμου
μίλακος ἠχὼ πρὸς Διὸς ἕδρας,
ἵν᾽ ὁ χρυσοκόμας Φοῖβος ἀκούων
τοῖς σοῖς ἐλέγοις ἀντιψάλλων
ἐλεφαντόδετον φόρμιγγα θεῶν
220 ἵστησι χορούς: διὰ δ᾽ ἀθανάτων
στομάτων χωρεῖ ξύμφωνος ὁμοῦ
θεία μακάρων ὀλολυγή.
(αὐλεῖ)Πισθέταιρος
ὦ Ζεῦ βασιλεῦ τοῦ φθέγματος τοὐρνιθίου:
οἶον κατεμελίτωσε τὴν λόχμην ὃλην.
Ἐυελπίδης
225 οὗτος.
Πισθέταιρος
τί ἔστιν; οὐ σιωπήσει;
Ἐυελπίδης
τί δαί;
Πισθέταιρος
οὕποψ μελῳδεῖν αὖ παρασκευάζεται.
Ἔποψ
ἐποποῖ ποποποποποποποῖ,
ἰὼ ἰὼ ἰτὼ ἰτὼ ἰτὼ ἰτὼ,
ἴτω τις ὧδε τῶν ἐμῶν ὁμοπτέρων:
230 ὅσοι τ᾽ εὐσπόρους ἀγροίκων γύας
νέμεσθε, φῦλα μυρία κριθοτράγων
σπερμολόγων τε γένη
ταχὺ πετόμενα, μαλθακὴν ἱέντα γῆρυν: