Delphi Complete Works of Aristophanes (Illustrated) (Delphi Ancient Classics)
Page 91
ἀλλὰ γλαυκῶν λόχος εἷς αὐτοὺς καὶ κερχνῄδων ἐπιτρίψει.
590 εἶθ᾽ οἱ κνῖπες καὶ ψῆνες ἀεὶ τὰς συκᾶς οὐ κατέδονται,
ἀλλ᾽ ἀναλέξει πάντας καθαρῶς αὐτοὺς ἀγέλη μία κιχλῶν.
Ἔποψ
πλουτεῖν δὲ πόθεν δώσομεν αὐτοῖς; καὶ γὰρ τούτου σφόδρ᾽ ἐρῶσιν.
Πισθέταιρος
τὰ μέταλλ᾽ αὐτοῖς μαντευομένοις οὗτοι δώσουσι τὰ χρηστά,
τάς τ᾽ ἐμπορίας τὰς κερδαλέας πρὸς τὸν μάντιν κατεροῦσιν,
595 ὥστ᾽ ἀπολεῖται τῶν ναυκλήρων οὐδείς.
Ἔποψ
πῶς οὐκ ἀπολεῖται;
Πισθέταιρος
προερεῖ τις ἀεὶ τῶν ὀρνίθων μαντευομένῳ περὶ τοῦ πλοῦ:
‘νυνὶ μὴ πλεῖ, χειμὼν ἔσται:’ ‘νυνὶ πλεῖ, κέρδος ἐπέσται.’
Ἐυελπίδης
γαῦλον κτῶμαι καὶ ναυκληρῶ, κοὐκ ἂν μείναιμι παρ᾽ ὑμῖν.
Πισθέταιρος
τοὺς θησαυρούς τ᾽ αὐτοῖς δείξουσ᾽ οὓς οἱ πρότεροι κατέθεντο
600 τῶν ἀργυρίων: οὗτοι γὰρ ἴσασι: λέγουσι δέ τοι τάδε πάντες,
‘οὐδεὶς οἶδεν τὸν θησαυρὸν τὸν ἐμὸν πλὴν εἴ τις ἄρ᾽ ὄρνις.’
Ἐυελπίδης
πωλῶ γαῦλον, κτῶμαι σμινύην, καὶ τὰς ὑδρίας ἀνορύττω.
Ἔποψ
πῶς δ᾽ ὑγιείαν δώσουσ᾽ αὐτοῖς, οὖσαν παρὰ τοῖσι θεοῖσιν;
Πισθέταιρος
ἢν εὖ πράττωσ᾽, οὐχ ὑγιεία μεγάλη τοῦτ᾽ ἐστί; σάφ᾽ ἴσθι,
605 ὡς ἄνθρωπός γε κακῶς πράττων ἀτεχνῶς οὐδεὶς ὑγιαίνει.
Ἔποψ
πῶς δ᾽ ἐς γῆράς ποτ᾽ ἀφίξονται; καὶ γὰρ τοῦτ᾽ ἔστ᾽ ἐν Ὀλύμπῳ:
ἢ παιδάρι᾽ ὄντ᾽ ἀποθνῄσκειν δεῖ;
Πισθέταιρος
μὰ Δί᾽ ἀλλὰ τριακόσι᾽ αὐτοῖς
ἔτι προσθήσουσ᾽ ὄρνιθες ἔτη.
Ἔποψ
παρὰ τοῦ;
Πισθέταιρος
παρ᾽ ὅτου; παρ᾽ ἑαυτῶν.
οὐκ οἶσθ᾽ ὅτι πέντ᾽ ἀνδρῶν γενεὰς ζώει λακέρυζα κορώνη;
Ἐυελπίδης
610 αἰβοῖ πολλῷ κρείττους οὗτοι τοῦ Διὸς ἡμῖν βασιλεύειν.
Πισθέταιρος
οὐ γὰρ πολλῷ;
πρῶτον μέν γ᾽ οὐχὶ νεὼς ἡμᾶς
οἰκοδομεῖν δεῖ λιθίνους αὐτοῖς,
οὐδὲ θυρῶσαι χρυσαῖσι θύραις,
615 ἀλλ᾽ ὑπὸ θάμνοις καὶ πρινιδίοις
οἰκήσουσιν. τοῖς δ᾽ αὖ σεμνοῖς
τῶν ὀρνίθων δένδρον ἐλάας
ὁ νεὼς ἔσται: κοὐκ ἐς Δελφοὺς
οὐδ᾽ εἰς Ἄμμων᾽ ἐλθόντες ἐκεῖ
620 θύσομεν, ἀλλ᾽ ἐν ταῖσιν κομάροις
καὶ τοῖς κοτίνοις στάντες ἔχοντες
κριθὰς πυροὺς εὐξόμεθ᾽ αὐτοῖς
ἀνατείνοντες τὼ χεῖρ᾽ ἀγαθῶν
διδόναι τι μέρος: καὶ ταῦθ᾽ ἡμῖν
625 παραχρῆμ᾽ ἔσται
πυροὺς ὀλίγους προβαλοῦσιν. Χορός
ὦ φίλτατ᾽ ἐμοὶ πολὺ πρεσβυτῶν ἐξ ἐχθίστου μεταπίπτων,
οὐκ ἔστιν ὅπως ἂν ἐγώ ποθ᾽ ἑκὼν τῆς σῆς γνώμης ἔτ᾽ ἀφείμην.
Χορός
ἐπαυχήσας δὲ τοῖσι σοῖς λόγοις
630 ἐπηπείλησα καὶ κατώμοσα,
ἢν σὺ παρ᾽ ἐμὲ θέμενος
ὁμόφρονας λόγους δικαίους
ἀδόλους ὁσίους
ἐπὶ θεοὺς ἴῃς, ἐμοὶ
Χορός
635 φρονῶν ξυνῳδά, μὴ πολὺν χρόνον
θεοὺς ἔτι σκῆπτρα τἀμὰ τρίψειν.
Χορός
ἀλλ᾽ ὅσα μὲν δεῖ ῥώμῃ πράττειν, ἐπὶ ταῦτα τεταξόμεθ᾽ ἡμεῖς:
ὅσα δὲ γνώμῃ δεῖ βουλεύειν, ἐπὶ σοὶ τάδε πάντ᾽ ἀνάκειται.
Ἔποψ
καὶ μὴν μὰ τὸν Δί᾽ οὐχὶ νυστάζειν ἔτι
640 ὥρα ‘στὶν ἡμῖν οὐδὲ μελλονικιᾶν,
ἀλλ᾽ ὡς τάχιστα δεῖ τι δρᾶν: πρῶτον δέ γε
εἰσέλθετ᾽ ἐς νεοττιάν γε τὴν ἐμὴν
καὶ τἀμὰ κάρφη καὶ τὰ παρόντα φρύγανα,
καὶ τοὔνομ᾽ ἡμῖν φράσατον.
Πισθέταιρος
ἀλλὰ ῥᾴδιον.
ἐμοὶ μὲν ὄνομα Πισθέταιρος, τῳδεδὶ
645 Εὐελπίδης Κριῶθεν.
Ἔποψ
ἀλλὰ χαίρετον
ἄμφω.
Πισθέταιρος
δεχόμεθα.
Ἔποψ
δεῦρο τοίνυν εἴσιτον.
Πισθέταιρος
ἴωμεν: εἰσηγοῦ σὺ λαβὼν ἡμᾶς.
Ἔποψ
ἴθι.
Πισθέταιρος
ἀτὰρ τὸ δεῖνα, δεῦρ᾽ ἐπανάκρουσαι πάλιν.
φέρ᾽ ἴδω, φράσον νῷν, πῶς ἐγώ τε χοὐτοσὶ
650 ξυνεσόμεθ᾽ ὑμῖν πετομένοις οὐ πετομένω;
Ἔποψ
καλῶς.
Πισθέταιρος
ὅρα νυν, ὡς ἐν Αἰσώπου λόγοις
ἐστὶν λεγόμενον δή τι, τὴν ἀλώπεχ᾽, ὡς
φλαύρως ἐκοινώνησεν αἰετῷ ποτέ.
Ἔποψ
μηδὲν φοβηθῇς: ἔστι γάρ τι ῥιζίον,
655 ὃ διατραγόντ᾽ ἔσεσθον ἐπτερωμένω.
Πισθέταιρος
οὕτω μὲν εἰσίωμεν. ἄγε δὴ Ξανθία
καὶ Μανόδωρε λαμβάνετε τὰ στρώματα.
Χορός
οὗτος σὲ καλῶ, σὲ λέγω.
Ἔποψ
τί καλεῖς;
Χορός
τούτους μὲν ἄγων μετὰ σαυτοῦ
ἀρίστισον εὖ: τὴν δ᾽ ἡδυμελῆ ξύμφωνον ἀηδόνα Μούσαις
660 κατάλειφ᾽ ἡμῖν δεῦρ᾽ ἐκβιβάσας, ἵνα παίσωμεν μετ᾽ ἐκείνης.
Πισθέταιρος
ὦ τοῦτο μεντοι νὴ Δί᾽ �
�ὐτοῖσιν πιθοῦ:
ἐκβίβασον ἐκ τοῦ βουτόμου τοὐρνίθιον.
Ἐυελπίδης
ἐκβίβασον αὐτοῦ πρὸς θεῶν αὐτήν, ἵνα
καὶ νὼ θεασώμεσθα τὴν ἀηδόνα.
Ἔποψ
665 ἀλλ᾽ εἰ δοκεῖ σφῷν, ταῦτα χρὴ δρᾶν. ἡ Πρόκνη
ἔκβαινε καὶ σαυτὴν ἐπιδείκνυ τοῖς ξένοις.
Πισθέταιρος
ὦ Ζεῦ πολυτίμηθ᾽ ὡς καλὸν τοὐρνίθιον,
ὡς δ᾽ ἁπαλόν, ὡς δὲ λευκόν.
Ἐυελπίδης
ἆρά γ᾽ οἶσθ᾽ ὅτι
ἐγὼ διαμηρίζοιμ᾽ ἂν αὐτὴν ἡδέως;
Πισθέταιρος
670 ὅσον δ᾽ ἔχει τὸν χρυσόν, ὥσπερ παρθένος.
Ἐυελπίδης
ἐγὼ μὲν αὐτὴν κἂν φιλῆσαί μοι δοκῶ.
Πισθέταιρος
ἀλλ᾽ ὦ κακόδαιμον ῥύγχος ὀβελίσκοιν ἔχει.
Ἐυελπίδης
ἀλλ᾽ ὥσπερ ᾠὸν νὴ Δί᾽ ἀπολέψαντα χρὴ
ἀπὸ τῆς κεφαλῆς τὸ λέμμα κᾆθ᾽ οὕτω φιλεῖν.
Ἔποψ
675 ἴωμεν.
Πισθέταιρος
ἡγοῦ δὴ σὺ νῷν τύχἀγαθῇ.
Χορός
ὦ φίλη, ὦ ξουθή,
ὦ φίλτατον ὀρνέων
πάντων, ξύννομε τῶν ἐμῶν
ὕμνων, ξύντροφ᾽ ἀηδοῖ,
680 ἦλθες ἦλθες ὤφθης,
ἡδὺν φθόγγον ἐμοὶ φέρουσ᾽.
ἀλλ᾽ ὦ καλλιβόαν κρέκουσ᾽
αὐλὸν φθέγμασιν ἠρινοῖς,
ἄρχου τῶν ἀναπαίστων. Χορός
685 ἄγε δὴ φύσιν ἄνδρες ἀμαυρόβιοι, φύλλων γενεᾷ προσόμοιοι,
ὀλιγοδρανέες, πλάσματα πηλοῦ, σκιοειδέα φῦλ᾽ ἀμενηνά,
ἀπτῆνες ἐφημέριοι ταλαοὶ βροτοὶ ἀνέρες εἰκελόνειροι,
προσέχετε τὸν νοῦν τοῖς ἀθανάτοις ἡμῖν τοῖς αἰὲν ἐοῦσιν,
τοῖς αἰθερίοις τοῖσιν ἀγήρῳς τοῖς ἄφθιτα μηδομένοισιν,
690 ἵν᾽ ἀκούσαντες πάντα παρ᾽ ἡμῶν ὀρθῶς περὶ τῶν μετεώρων.
φύσιν οἰωνῶν γένεσίν τε θεῶν ποταμῶν τ᾽ Ἐρέβους τε Χάους τε
εἰδότες ὀρθῶς, Προδίκῳ παρ᾽ ἐμοῦ κλάειν εἴπητε τὸ λοιπόν.
Χάος ἦν καὶ Νὺξ Ἔρεβός τε μέλαν πρῶτον καὶ Τάρταρος εὐρύς,
γῆ δ᾽ οὐδ᾽ ἀὴρ οὐδ᾽ οὐρανὸς ἦν: Ἐρέβους δ᾽ ἐν ἀπείροσι κόλποις
695 τίκτει πρώτιστον ὑπηνέμιον Νὺξ ἡ μελανόπτερος ᾠόν,
ἐξ οὖ περιτελλομέναις ὥραις ἔβλαστεν Ἔρως ὁ ποθεινός,
στίλβων νῶτον πτερύγοιν χρυσαῖν, εἰκὼς ἀνεμώκεσι δίναις.
οὗτος δὲ Χάει πτερόεντι μιγεὶς νυχίῳ κατὰ Τάρταρον εὐρὺν
ἐνεόττευσεν γένος ἡμέτερον, καὶ πρῶτον ἀνήγαγεν ἐς φῶς.
700 πρότερον δ᾽ οὐκ ἦν γένος ἀθανάτων, πρὶν Ἔρως ξυνέμειξεν ἅπαντα:
ξυμμιγνυμένων δ᾽ ἑτέρων ἑτέροις γένετ᾽ οὐρανὸς ὠκεανός τε
καὶ γῆ πάντων τε θεῶν μακάρων γένος ἄφθιτον. ὦδε μέν ἐσμεν
πολὺ πρεσβύτατοι πάντων μακάρων. ἡμεῖς δ᾽ ὡς ἐσμὲν Ἔρωτος
πολλοῖς δῆλον: πετόμεσθά τε γὰρ καὶ τοῖσιν ἐρῶσι σύνεσμεν:
705 πολλοὺς δὲ καλοὺς ἀπομωμοκότας παῖδας πρὸς τέρμασιν ὥρας
διὰ τὴν ἰσχὺν τὴν ἡμετέραν διεμήρισαν ἄνδρες ἐρασταί,
ὁ μὲν ὄρτυγα δοὺς ὁ δὲ πορφυρίων᾽ ὁ δὲ χῆν᾽ ὁ δὲ Περσικὸν ὄρνιν. Χορός
πάντα δὲ θνητοῖς ἐστὶν ἀφ᾽ ἡμῶν τῶν ὀρνίθων τὰ μέγιστα.
πρῶτα μὲν ὥρας φαίνομεν ἡμεῖς ἦρος χειμῶνος ὀπώρας:
710 σπείρειν μέν, ὅταν γέρανος κρώζουσ᾽ ἐς τὴν Λιβύην μεταχωρῇ.
καὶ πηδάλιον τότε ναυκλήρῳ φράζει κρεμάσαντι καθεύδειν,
εἶτα δ᾽ Ὀρέστῃ χλαῖναν ὑφαίνειν, ἵνα μὴ ῥιγῶν ἀποδύῃ.
ἰκτῖνος δ᾽ αὖ μετὰ ταῦτα φανεὶς ἑτέραν ὥραν ἀποφαίνει,
ἡνίκα πεκτεῖν ὥρα προβάτων πόκον ἠρινόν: εἶτα χελιδών,
715 ὅτε χρὴ χλαῖναν πωλεῖν ἤδη καὶ ληδάριόν τι πρίασθαι.
ἐσμὲν δ᾽ ὑμῖν Ἄμμων Δελφοὶ Δωδώνη Φοῖβος Ἀπόλλων.
ἐλθόντες γὰρ πρῶτον ἐπ᾽ ὄρνις οὕτω πρὸς ἅπαντα τρέπεσθε,
πρός τ᾽ ἐμπορίαν, καὶ πρὸς βιότου κτῆσιν, καὶ πρὸς γάμον ἀνδρός.
ὄρνιν τε νομίζετε πάνθ᾽ ὅσαπερ περὶ μαντείας διακρίνει:
720 φήμη γ᾽ ὑμῖν ὄρνις ἐστί, πταρμόν τ᾽ ὄρνιθα καλεῖτε,
ξύμβολον ὄρνιν, φωνὴν ὄρνιν, θεράποντ᾽ ὄρνιν, ὄνον ὄρνιν.
ἆρ᾽ οὐ φανερῶς ἡμεῖς ὑμῖν ἐσμὲν μαντεῖος Ἀπόλλων; Χορός
ἢν οὖν ἡμᾶς νομίσητε θεούς,
ἕξετε χρῆσθαι μάντεσι Μούσαις
725 αὔραις ὥραις χειμῶνι θέρει
μετρίῳ πνίγει: κοὐκ ἀποδράντες
καθεδούμεθ᾽ ἄνω σεμνυνόμενοι
παρὰ ταῖς νεφέλαις ὥσπερ χὠ Ζεύς:
ἀλλὰ παρόντες δώσομεν ὑμῖν
730 αὐτοῖς, παισίν, παίδων παισίν,
πλουθυγιείαν
εὐδαιμονίαν βίον εἰρήνην
νεότητα γέλωτα χοροὺς θαλίας
γάλα τ᾽ ὀρνίθων. ὥστε παρέσται
735 κοπιᾶν ὑμῖν ὑπὸ τῶν ἀγαθῶν:
οὕτω πλουτήσετε πάντες. Χορός
Μοῦσα λοχμαία,
τιὸ τιὸ τιὸ τιὸ τιὸ τιὸ τιοτίγξ,
ποικίλη, μεθ᾽ ἧς ἐγὼ
740 νάπαισι καὶ κορυφαῖς ἐν ὀρείαις,
τιὸ τιὸ τιὸ τιοτίγξ,
ἱζόμενος μελίας ἐπὶ φυλλοκόμου,
τιὸ τιὸ τιὸ τιοτίγξ,
δι᾽ ἐμῆς γένυος ξουθῆς μελέων
74
5 Πανὶ νόμους ἱεροὺς ἀναφαίνω
σεμνά τε μητρὶ χορεύματ᾽ ὀρείᾳ,
τοτοτοτοτοτοτοτοτοτίγξ,
ἔνθεν ὡστερεὶ μέλιττα
Φρύνιχος ἀμβροσίων μελέων ἀπεβόσκετο καρπὸν ἀεὶ
750 φέρων γλυκεῖαν ᾠδάν.
τιὸ τιὸ τιὸ τιοτίγξ. Χορός
εἰ μετ᾽ ὀρνίθων τις ὑμῶν ὦ θεαταὶ βούλεται
διαπλέκειν ζῶν ἡδέως τὸ λοιπόν, ὡς ἡμᾶς ἴτω.
755 ὅσα γάρ ἐστιν ἐνθάδ᾽ αἰσχρὰ τῷ νόμῳ κρατούμενα,
ταῦτα πάντ᾽ ἐστὶν παρ᾽ ἡμῖν τοῖσιν ὄρνισιν καλά.
εἰ γὰρ ἐνθάδ᾽ ἐστὶν αἰσχρὸν τὸν πατέρα τύπτειν νόμῳ,
τοῦτ᾽ ἐκεῖ καλὸν παρ᾽ ἡμῖν ἐστιν, ἤν τις τῷ πατρὶ
προσδραμὼν εἴπῃ πατάξας, ‘αἶρε πλῆκτρον, εἰ μαχεῖ.’
760 εἰ δὲ τυγχάνει τις ὑμῶν δραπέτης ἐστιγμένος,
ἀτταγᾶς οὗτος παρ᾽ ἡμῖν ποικίλος κεκλήσεται.
εἰ δὲ τυγχάνει τις ὢν Φρὺξ μηδὲν ἦττον Σπινθάρου,
φρυγίλος ὄρνις ἐνθάδ᾽ ἔσται, τοῦ Φιλήμονος γένους.
εἰ δὲ δοῦλός ἐστι καὶ Κὰρ ὥσπερ Ἐξηκεστίδης,
765 φυσάτω πάππους παρ᾽ ἡμῖν, καὶ φανοῦνται φράτερες.
εἰ δ᾽ ὁ Πεισίου προδοῦναι τοῖς ἀτίμοις τὰς πύλας
βούλεται, πέρδιξ γενέσθω, τοῦ πατρὸς νεοττίον:
ὡς παρ᾽ ἡμῖν οὐδὲν αἰσχρόν ἐστιν ἐκπερδικίσαι. Χορός
τοιάδε κύκνοι,
770 τιὸ τιὸ τιὰ τιὸ τιὸ τιοτίγξ,
συμμιγῆ βοὴν ὁμοῦ
πτεροῖς κρέκοντες ἴακχον Ἀπόλλω,
τιὸ τιὸ τιὸ τιοτίγξ,
ὄχθῳ ἐφεζόμενοι παρ᾽ Ἕβρον ποταμόν,
775 τιὸ τιὸ τιὸ τιοτίγξ,
διὰ δ᾽ αἰθέριον νέφος ἦλθε βοά:
πτῆξε δὲ φῦλά τε ποικίλα θηρῶν,