Book Read Free

Delphi Complete Works of Aristophanes (Illustrated) (Delphi Ancient Classics)

Page 101

by Aristophanes

Γυνὴ Β.

  735 τάλαιν᾽ ἐγώ, τάλαινα τῆς Ἀμοργίδος,

  ἣν ἄλοπον οἴκοι καταλέλοιφ᾽.

  Λυσιστράτη

  αὕθἠτέρα

  ἐπὶ τὴν Ἄμοργιν τὴν ἄλοπον ἐξέρχεται.

  χώρει πάλιν δεῦρ᾽.

  Γυνὴ Β.

  ἀλλὰ νὴ τὴν Φωσφόρον

  ἔγωγ᾽ ἀποδείρασ᾽ αὐτίκα μάλ᾽ ἀνέρχομαι.

  Λυσιστράτη

  740 μή μἀποδείρῃς. ἢν γὰρ ἄρξῃς τοῦτο σύ,

  ἑτέρα γυνὴ ταὐτὸν ποιεῖν βουλήσεται.

  Γυνὴ Γ

  ὦ πότνι᾽ Εἰλείθυι᾽ ἐπίσχες τοῦ τόκου,

  ἕως ἂν εἰς ὅσιον μόλω ‘γὼ χωρίον.

  Λυσιστράτη

  τί ταῦτα ληρεῖς;

  Γυνὴ Γ

  αὐτίκα μάλα τέξομαι.

  Λυσιστράτη

  745 ἀλλ᾽ οὐκ ἐκύεις σύ γ᾽ ἐχθές.

  Γυνὴ Γ

  ἀλλὰ τήμερον.

  ἀλλ᾽ οἴκαδέ μ᾽ ὡς τὴν μαῖαν ὦ Λυσιστράτη

  ἀπόπεμψον ὡς τάχιστα.

  Λυσιστράτη

  τίνα λόγον λέγεις;

  τί τοῦτ᾽ ἔχεις τὸ σκληρόν;

  Γυνὴ Γ

  ἄρρεν παιδίον.

  Λυσιστράτη

  μὰ τὴν Ἀφροδίτην οὐ σύ γ᾽, ἀλλ᾽ ἢ χαλκίον

  750 ἔχειν τι φαίνει κοῖλον: εἴσομαι δ᾽ ἐγώ.

  ὦ καταγέλαστ᾽ ἔχουσα τὴν ἱερὰν κυνῆν

  κυεῖν ἔφασκες;

  Γυνὴ Γ

  καὶ κυῶ γε νὴ Δία.

  Λυσιστράτη

  τί δῆτα ταύτην εἶχες;

  Γυνὴ Γ

  ἵνα μ᾽ εἰ καταλάβοι

  ὁ τόκος ἔτ᾽ ἐν πόλει, τέκοιμ᾽ ἐς τὴν κυνῆν

  755 ἐσβᾶσα ταύτην, ὥσπερ αἱ περιστεραί.

  Λυσιστράτη

  τί λέγεις; προφασίζει: περιφανῆ τὰ πράγματα.

  οὐ τἀμφιδρόμια τῆς κυνῆς αὐτοῦ μενεῖς;

  Γυνὴ Γ

  ἀλλ᾽ οὐ δύναμαι ‘γωγ᾽ οὐδὲ κοιμᾶσθ᾽ ἐν πόλει,

  ἐξ οὗ τὸν ὄφιν εἶδον τὸν οἰκουρόν ποτε.

  Γυνὴ Δ

  760 ἐγὼ δ᾽ ὑπὸ τῶν γλαυκῶν γε τάλαιν᾽ ἀπόλλυμαι

  ταῖς ἀγρυπνίαισι κακκαβαζουσῶν ἀεί.

  Λυσιστράτη

  ὦ δαιμόνιαι παύσασθε τῶν τερατευμάτων.

  ποθεῖτ᾽ ἴσως τοὺς ἄνδρας: ἡμᾶς δ᾽ οὐκ οἴει

  ποθεῖν ἐκείνους; ἀργαλέας γ᾽ εὖ οἶδ᾽ ὅτι

  765 ἄγουσι νύκτας. ἀλλ᾽ ἀνάσχεσθ᾽ ὦγαθαί,

  καὶ προσταλαιπωρήσατ᾽ ἔτ᾽ ὀλίγον χρόνον,

  ὡς χρησμὸς ἡμῖν ἐστιν ἐπικρατεῖν, ἐὰν

  μὴ στασιάσωμεν: ἔστι δ᾽ ὁ χρησμὸς οὑτοσί.

  Γυνὴ Α

  λέγ᾽ αὐτὸν ἡμῖν ὅ τι λέγει.

  Λυσιστράτη

  σιγᾶτε δή.

  770 ἀλλ᾽ ὁπόταν πτήξωσι χελιδόνες εἰς ἕνα χῶρον,

  τοὺς ἔποπας φεύγουσαι, ἀπόσχωνταί τε φαλήτων,

  παῦλα κακῶν ἔσται, τὰ δ᾽ ὑπέρτερα νέρτερα θήσει

  Ζεὺς ὑψιβρεμέτης —

  Γυνὴ Β

  ἐπάνω κατακεισόμεθ᾽ ἡμεῖς;

  Λυσιστράτη

  ἢν δὲ διαστῶσιν καὶ ἀναπτῶνται πτερύγεσσιν

  775 ἐξ ἱεροῦ ναοῖο χελιδόνες, οὐκέτι δόξει

  ὄρνεον οὐδ᾽ ὁτιοῦν καταπυγωνέστερον εἶναι.

  Γυνὴ Α

  σαφής γ᾽ ὁ χρησμὸς νὴ Δί᾽.

  Λυσιστράτη

  ὦ πάντες θεοί,

  μή νυν ἀπείπωμεν ταλαιπωρούμεναι,

  ἀλλ᾽ εἰσίωμεν. καὶ γὰρ αἰσχρὸν τουτογὶ

  780 ὦ φίλταται, τὸν χρησμὸν εἰ προδώσομεν.

  Χορὸς γερόντων

  μῦθον βούλομαι λέξαι τιν᾽ ὑμῖν, ὅν ποτ᾽ ἤκουσ᾽

  αὐτὸς ἔτι παῖς ὤν.

  785 οὕτως ἦν νεανίσκος Μελανίων τις,

  ὃς φεύγων γάμον ἀφίκετ᾽ ἐς ἐρημίαν,

  κἀν τοῖς ὄρεσιν ᾤκει:

  κᾆτ᾽ ἐλαγοθήρει

  790 πλεξάμενος ἄρκυς,

  καὶ κύνα τιν᾽ εἶχεν,

  κοὐκέτι κατῆλθε πάλιν οἴκαδ᾽ ὑπὸ μίσους.

  οὕτω τὰς γυναῖκας ἐβδελύχθη

  795 ‘κεῖνος, ἡμεῖς τ᾽ οὐδὲν ἧττον

  τοῦ Μελανίωνος οἱ σώφρονες.

  γέρων

  βούλομαί σε γραῦ κύσαι —

  Γυνή

  κρόμμυόν τἄρ᾽ οὐκ ἔδει.

  γέρων

  κἀνατείνας λακτίσαι.

  Γυνή

  800 τὴν λόχμην πολλὴν φορεῖς.

  Χορὸς γερόντων

  καὶ Μυρωνίδης γὰρ ἦν

  τραχὺς ἐντεῦθεν μελάμπυγός

  τε τοῖς ἐχθροῖς ἅπασιν,

  ὥς δὲ καὶ Φορμίων.

  Χορὸς Γυναικῶν

  805 κἀγὼ βούλομαι μῦθόν τιν᾽ ὑμῖν ἀντιλέξαι

  τῷ Μελανίωνι.

  Τίμων ἦν ἀίδρυτός τις ἀβάτοισιν

  810 ἐν σκώλοισι τὸ πρόσωπον περιειργμένος,

  Ἐρινύων ἀπορρώξ.

  οὗτος οὖν ὁ Τίμων

  *

  ᾤχεθ᾽ ὑπὸ μίσους

  815 πολλὰ καταρασάμενος ἀνδράσι πονηροῖς.

  οὕτω ‘κεῖνος ὑμῶν ἀντεμίσει

  τοὺς πονηροὺς ἄνδρας ἀεί,

  820 ταῖσι δὲ γυναιξὶν ἦν φίλτατος.

  Γυνή

  τὴν γνάθον βούλει θένω;

  γέρων

  μηδαμῶς: †ἔδεισά γε.†

  Γυνή

  ἀλλὰ κρούσω τῷ σκέλει;

  γέρων

  τὸν σάκανδρον ἐκφανεῖς.

  Χορὸς Γυναικῶν

  825 ἀλλ᾽ ὅμως ἂν οὐκ ἴδοις

  καίπερ οὔσης γραὸς ὄντ᾽ αὐτὸν

  κομήτην, ἀλλ᾽ ἀπεψιλωμένον

  τῷ λύχνῳ.

  Λυσιστράτη

  ἰοὺ ἰοὺ γυναῖκες ἴτε δεῦρ᾽ ὡς ἐμὲ

  830 ταχέως.


  Γυνή

  τί δ᾽ ἔστιν; εἰπέ μοι τίς ἡ βοή;

  Λυσιστράτη

  ἄνδρ᾽ ἄνδρ᾽ ὁρῶ προσιόντα παραπεπληγμένον,

  τοῖς τῆς Ἀφροδίτης ὀργίοις εἰλημμένον.

  ὦ πότνια Κύπρου καὶ Κυθήρων καὶ Πάφου

  μεδέουσ᾽, ἴθ᾽ ὀρθὴν ἥνπερ ἔρχι τὴν ὁδόν.

  Γυνή

  835 ποῦ δ᾽ ἐστὶν ὅστις ἐστί;

  Λυσιστράτη

  παρὰ τὸ τῆς Χλόης.

  Γυνὴ

  ὢ νὴ Δί᾽ ἔστι δῆτα. τίς κἀστίν ποτε;

  Λυσιστράτη

  ὁρᾶτε: γιγνώσκει τις ὑμῶν;

  Μυρρίνη

  νὴ Δία

  ἔγωγε: κἀστὶν οὑμὸς ἀνὴρ Κινησίας.

  Λυσιστράτη

  σὸν ἔργον ἤδη τοῦτον ὀπτᾶν καὶ στρέφειν

  840 κἀξηπεροπεύειν καὶ φιλεῖν καὶ μὴ φιλεῖν,

  καὶ πάνθ᾽ ὑπέχειν πλὴν ὧν σύνοιδεν ἡ κύλιξ.

  Μυρρίνη

  ἀμέλει ποιήσω ταῦτ᾽ ἐγώ.

  Λυσιστράτη

  καὶ μὴν ἐγὼ

  ξυνηπεροπεύσω σοι παραμένουσ᾽ ἐνθαδί,

  καὶ ξυσταθεύσω τοῦτον. ἀλλ᾽ ἀπέλθετε.

  Κινησίας

  845 οἴμοι κακοδαίμων, οἷος ὁ σπασμός μ᾽ ἔχει

  χὠ τέτανος ὥσπερ ἐπὶ τροχοῦ στρεβλούμενον.

  Λυσιστράτη

  τίς οὗτος οὑντὸς τῶν φυλάκων ἑστώς;

  Κινησίας

  ἐγώ.

  Λυσιστράτη

  ἀνήρ;

  Κινησίας

  ἀνὴρ δῆτ᾽.

  Λυσιστράτη

  οὐκ ἄπει δῆτ᾽ ἐκποδών;

  Κινησίας

  σὺ δ᾽ εἶ τίς ἡκβάλλουσά μ᾽;

  Λυσιστράτη

  ἡμεροσκόπος.

  Κινησίας

  850 πρὸς τῶν θεῶν νυν ἐκκάλεσόν μοι Μυρρίνην.

  Λυσιστράτη

  ἰδοὺ καλέσω ‘γὼ Μυρρίνην σοι; σὺ δὲ τίς εἶ;

  Κινησίας

  ἀνὴρ ἐκείνης, Παιονίδης Κινησίας.

  Λυσιστράτη

  ὦ χαῖρε φίλτατ᾽: οὐ γὰρ ἀκλεὲς τοὔνομ

  τὸ σὸν παρ᾽ ἡμῖν ἐστιν οὐδ᾽ ἀνώνυμον.

  855 ἀεὶ γὰρ ἡ γυνή σ᾽ ἔχει διὰ στόμα.

  κἂν ᾠὸν ἢ μῆλον λάβῃ, ‘Κινησίᾳ

  τουτὶ γένοιτο,’ φησίν.

  Κινησίας

  ὢ πρὸς τῶν θεῶν.

  Λυσιστράτη

  νὴ τὴν Ἀφροδίτην: κἂν περὶ ἀνδρῶν γ᾽ ἐμπέσῃ

  λόγος τις, εἴρηκ᾽ εὐθέως ἡ σὴ γυνὴ

  860 ὅτι λῆρός ἐστι τἄλλα πρὸς Κινησίαν.

  Κινησίας

  ἴθι νυν κάλεσον αὐτήν.

  Λυσιστράτη

  τί οὖν; δώσεις τί μοι;

  Κινησίας

  ἔγωγέ σοι νὴ τὸν Δί᾽, ἢν βούλῃ γε σύ:

  ἔχω δὲ τοῦθ᾽: ὅπερ οὖν ἔχω, δίδωμί σοι.

  Λυσιστράτη

  φέρε νυν καλέσω καταβᾶσά σοι.

  Κινησίας

  ταχύ νυν πάνυ.

  865 ὡς οὐδεμίαν ἔχω γε τῷ βίῳ χάριν,

  ἐξ οὗπερ αὕτη ‘ξῆλθεν ἐκ τῆς οἰκίας:

  ἀλλ᾽ ἄχθομαι μὲν εἰσιών, ἔρημα δὲ

  εἶναι δοκεῖ μοι πάντα, τοῖς δὲ σιτίοις

  χάριν οὐδεμίαν οἶδ᾽ ἐσθίων: ἔστυκα γάρ.

  Μυρρίνη

  870 φιλῶ φιλῶ ‘γὼ τοῦτον: ἀλλ᾽ οὐ βούλεται

  ὑπ᾽ ἐμοῦ φιλεῖσθαι. σὺ δ᾽ ἐμὲ τούτῳ μὴ κάλει.

  Κινησίας

  ὦ γλυκύτατον Μυρρινίδιον τί ταῦτα δρᾷς;

  κατάβηθι δεῦρο.

  Μυρρίνη

  μὰ Δί᾽ ἐγὼ μὲν αὐτόσ᾽ οὔ.

  Κινησίας

  ἐμοῦ καλοῦντος οὐ καταβήσει Μυρρίνη;

  Μυρρίνη

  875 οὐ γὰρ δεόμενος οὐδὲν ἐκκαλεῖς ἐμέ.

  Κινησίας

  ἐγὼ οὐ δεόμενος; ἐπιτετριμμένος μὲν οὖν.

  Μυρρίνη

  ἄπειμι.

  Κινησίας

  μὴ δῆτ᾽, ἀλλὰ τῷ γοῦν παιδίῳ

  ὑπάκουσον: οὗτος οὐ καλεῖς τὴν μαμμίαν;

  Παῖς Κινησίου

  μαμμία, μαμμία, μαμμία.

  Κινησίας

  880 αὕτη τί πάσχεις; οὐδ᾽ ἐλεεῖς τὸ παιδίον

  ἄλουτον ὂν κἄθηλον ἕκτην ἡμέραν;

  Μυρρίνη

  ἔγωγ᾽ ἐλεῶ δῆτ᾽: ἀλλ᾽ ἀμελὴς αὐτῷ πατὴρ

  ἔστιν.

  Κινησίας

  κατάβηθ᾽ ὦ δαιμονία τῷ παιδίῳ.

  Μυρρίνη

  οἷον τὸ τεκεῖν: καταβατέον. τί γὰρ πάθω;

  Κινησίας

  885 ἐμοὶ γὰρ αὕτη καὶ νεωτέρα δοκεῖ

  πολλῷ γεγενῆσθαι κἀγανώτερον βλέπειν:

  χἂ δυσκολαίνει πρὸς ἐμὲ καὶ βρενθύεται,

  ταῦτ᾽ αὐτὰ δή ‘σθ᾽ ἃ κἄμ᾽ ἐπιτρίβει τῷ πόθῳ.

  Μυρρίνη

  ὦ γλυκύτατον σὺ τεκνίδιον κακοῦ πατρός,

  890 φέρε σε φιλήσω γλυκύτατον τῇ μαμμίᾳ.

  Κινησίας

  τί ὦ πονήρα ταῦτα ποιεῖς χἀτέραις

  πείθει γυναιξί, κἀμέ τ᾽ ἄχθεσθαι ποιεῖς

  αὐτή τε λυπεῖ;

  Μυρρίνη

  μὴ πρόσαγε τὴν χεῖρά μοι.

  Κινησίας

  τὰ δ᾽ ἔνδον ὄντα τἀμὰ καὶ σὰ χρήματα

  895 χεῖρον διατίθης.

  Μυρρίνη

  ὀλίγον αὐτῶν μοι μέλει.

  Κινησίας

  ὀλίγον μέλει σοι τῆς κρόκης φορουμένης

  ὑπὸ τῶν ἀλεκτρυόνων;

  Μυρρίνη

  ἔμοιγε νὴ Δία.

  Κινησίας

  τὰ δὲ τῆς Ἀφροδίτης ἱέρ᾽ ἀνοργίαστά σοι

  χρόνον τοσοῦτόν ἐστιν. οὐ βαδιεῖ πάλιν;

  Μυρρίνη

  900 μὰ Δί᾽ οὐκ ἔγωγ᾽, ἢν μὴ διαλλαχθῆτέ γε

  καὶ τοῦ πολέμου παύσησθε.
>
  Κινησίας

  τοιγάρ, ἢν δοκῇ,

  ποιήσομεν καὶ ταῦτα.

  Μυρρίνη

  τοιγάρ, ἢν δοκῇ,

  κἄγωγ᾽ ἄπειμ᾽ ἐκεῖσε: νῦν δ᾽ ἀπομώμοκα.

  Κινησίας

  σὺ δ᾽ ἀλλὰ κατακλίνηθι μετ᾽ ἐμοῦ διὰ χρόνου.

  Μυρρίνη

  905 οὐ δῆτα: καίτοι σ᾽ οὐκ ἐρῶ γ᾽ ὡς οὐ φιλῶ.

  Κινησίας

  φιλεῖς; τί οὖν οὐ κατεκλίνης ὦ Μύρριον;

  Μυρρίνη

  ὦ καταγέλαστ᾽ ἐναντίον τοῦ παιδίου;

  Κινησίας

  μὰ Δί᾽ ἀλλὰ τοῦτό γ᾽ οἴκαδ᾽ ὦ Μανῆ φέρε.

  ἰδοὺ τὸ μέν σοι παιδίον καὶ δὴ ‘κποδών,

  910 σὺ δ᾽ οὐ κατακλίνει.

  Μυρρίνη

  ποῦ γὰρ ἄν τις καὶ τάλαν

  δράσειε τοῦθ᾽;

  Κινησίας

  ὅπου; τὸ τοῦ Πανὸς καλόν.

  Μυρρίνη

  καὶ πῶς ἔθ᾽ ἁγνὴ δῆτ᾽ ἂν ἔλθοιμ᾽ ἐς πόλιν;

  Κινησίας

  κάλλιστα δήπου λουσαμένη τῇ Κλεψύδρᾳ.

  Μυρρίνη

  ἔπειτ᾽ ὀμόσασα δῆτ᾽ ἐπιορκήσω τάλαν;

  Κινησίας

  915 εἰς ἐμὲ τράποιτο: μηδὲν ὅρκου φροντίσῃς.

  Μυρρίνη

  φέρε νυν ἐνέγκω κλινίδιον νῷν.

  Κινησίας

  μηδαμῶς.

  ἀρκεῖ χαμαὶ νῷν.

  Μυρρίνη

  μὰ τὸν Ἀπόλλω μή σ᾽ ἐγὼ

  καίπερ τοιοῦτον ὄντα κατακλινῶ χαμαί.

  Κινησίας

  ἥ τοι γυνὴ φιλεῖ με, δήλη ‘στὶν καλῶς.

  Μυρρίνη

  920 ἰδοὺ κατάκεισ᾽ ἀνύσας τι, κἀγὼ ‘κδύομαι.

  καίτοι, τὸ δεῖνα, ψίαθός ἐστ᾽ ἐξοιστέα.

  Κινησίας

  ποία ψίαθος; μὴ μοί γε.

  Μυρρίνη

  νὴ τὴν Ἄρτεμιν,

  αἰσχρὸν γὰρ ἐπὶ τόνου γε.

  Κινησίας

  δός μοί νυν κύσαι.

  Μυρρίνη

  ἰδού.

  Κινησίας

  παπαιάξ: ἧκέ νυν ταχέως πάνυ.

  Μυρρίνη

  925 ἰδοὺ ψίαθος: κατάκεισο, καὶ δὴ ‘κδύομαι.

 

‹ Prev