Delphi Complete Works of Aristophanes (Illustrated) (Delphi Ancient Classics)
Page 114
πρᾶγμα πρᾶγμα μέγα κεκίνηται μέγα
760 ἐν τοῖς νεκροῖσι καὶ στάσις πολλὴ πάνυ.
Ξανθίας
ἐκ τοῦ;
Ἄιακος
νόμος τις ἐνθάδ᾽ ἐστὶ κείμενος
ἀπὸ τῶν τεχνῶν ὅσαι μεγάλαι καὶ δεξιαί,
τὸν ἄριστον ὄντα τῶν ἑαυτοῦ συντέχνων
σίτησιν αὐτὸν ἐν πρυτανείῳ λαμβάνειν
765 θρόνον τε τοῦ Πλούτωνος ἑξῆς —
Ξανθίας
μανθάνω.
Ἄιακος
ἕως ἀφίκοιτο τὴν τέχνην σοφώτερος
ἕτερός τις αὐτοῦ: τότε δὲ παραχωρεῖν ἔδει.
Ξανθίας
τί δῆτα τουτὶ τεθορύβηκεν Αἰσχύλον;
Ἄιακος
ἐκεῖνος εἶχε τὸν τραγῳδικὸν θρόνον,
770 ὡς ὢν κράτιστος τὴν τέχνην.
Ξανθίας
νυνὶ δὲ τίς;
Ἄιακος
ὅτε δὴ κατῆλθ᾽ Εὐριπίδης, ἐπεδείκνυτο
τοῖς λωποδύταις καὶ τοῖσι βαλλαντιοτόμοις
καὶ τοῖσι πατραλοίαισι καὶ τοιχωρύχοις,
ὅπερ ἔστ᾽ ἐν Ἅιδου πλῆθος, οἱ δ᾽ ἀκροώμενοι
775 τῶν ἀντιλογιῶν καὶ λυγισμῶν καὶ στροφῶν
ὑπερεμάνησαν κἀνόμισαν σοφώτατον:
κἄπειτ᾽ ἐπαρθεὶς ἀντελάβετο τοῦ θρόνου,
ἵν᾽ Αἰσχύλος καθῆστο.
Ξανθίας
κοὐκ ἐβάλλετο;
Ἄιακος
μὰ Δί᾽ ἀλλ᾽ ὁ δῆμος ἀνεβόα κρίσιν ποιεῖν
780 ὁπότερος εἴη τὴν τέχνην σοφώτερος.
Ξανθίας
ὁ τῶν πανούργων;
Ἄιακος
νὴ Δί᾽ οὐράνιόν γ᾽ ὅσον.
Ξανθίας
μετ᾽ Αἰσχύλου δ᾽ οὐκ ἦσαν ἕτεροι σύμμαχοι;
Ἄιακος
ὀλίγον τὸ χρηστόν ἐστιν, ὥσπερ ἐνθάδε.
Ξανθίας
τί δῆθ᾽ ὁ Πλούτων δρᾶν παρασκευάζεται;
Ἄιακος
785 ἀγῶνα ποιεῖν αὐτίκα μάλα καὶ κρίσιν
κἄλεγχον αὐτῶν τῆς τέχνης.
Ξανθίας
κἄπειτα πῶς
οὐ καὶ Σοφοκλέης ἀντελάβετο τοῦ θρόνου;
Ἄιακος
μὰ Δί᾽ οὐκ ἐκεῖνος, ἀλλ᾽ ἔκυσε μὲν Αἰσχύλον,
ὅτε δὴ κατῆλθε, κἀνέβαλε τὴν δεξιάν,
790 κἀκεῖνος ὑπεχώρησεν αὐτῷ τοῦ θρόνου:
νυνὶ δ᾽ ἔμελλεν, ὡς ἔφη Κλειδημίδης,
ἔφεδρος καθεδεῖσθαι: κἂν μὲν Αἰσχύλος κρατῇ,
ἕξειν κατὰ χώραν: εἰ δὲ μή, περὶ τῆς τέχνης
διαγωνιεῖσθ᾽ ἔφασκε πρός γ᾽ Εὐριπίδην.
Ξανθίας
795 τὸ χρῆμ᾽ ἄρ᾽ ἔσται;
Ἄιακος
νὴ Δί᾽ ὀλίγον ὕστερον.
κἀνταῦθα δὴ τὰ δεινὰ κινηθήσεται.
καὶ γὰρ ταλάντῳ μουσικὴ σταθμήσεται —
Ξανθίας
τί δέ; μειαγωγήσουσι τὴν τραγῳδίαν;
Ἄιακος
καὶ κανόνας ἐξοίσουσι καὶ πήχεις ἐπῶν
800 καὶ πλαίσια ξύμπτυκτα —
Ξανθίας
πλινθεύσουσι γάρ;
Ἄιακος
καὶ διαμέτρους καὶ σφῆνας. ὁ γὰρ Εὐριπίδης
κατ᾽ ἔπος βασανιεῖν φησι τὰς τραγῳδίας.
Ξανθίας
ἦ που βαρέως οἶμαι τὸν Αἰσχύλον φέρειν.
Ἄιακος
ἔβλεψε γοῦν ταυρηδὸν ἐγκύψας κάτω.
Ξανθίας
805 κρινεῖ δὲ δὴ τίς ταῦτα;
Ἄιακος
τοῦτ᾽ ἦν δύσκολον:
σοφῶν γὰρ ἀνδρῶν ἀπορίαν ηὑρισκέτην.
οὔτε γὰρ Ἀθηναίοισι συνέβαιν᾽ Αἰσχύλος —
Ξανθίας
πολλοὺς ἴσως ἐνόμιζε τοὺς τοιχωρύχους.
Ἄιακος
λῆρόν τε τἄλλ᾽ ἡγεῖτο τοῦ γνῶναι πέρι
810 φύσεις ποιητῶν: εἶτα τῷ σῷ δεσπότῃ
ἐπέτρεψαν, ὁτιὴ τῆς τέχνης ἔμπειρος ἦν.
ἀλλ᾽ εἰσίωμεν: ὡς ὅταν γ᾽ οἱ δεσπόται
ἐσπουδάκωσι, κλαύμαθ᾽ ἡμῖν γίγνεται.
Χορός
ἦ που δεινὸν ἐριβρεμέτας χόλον ἔνδοθεν ἕξει,
815 ἡνίκ᾽ ἂν ὀξύλαλον παρίδῃ θήγοντος ὀδόντα
ἀντιτέχνου: τότε δὴ μανίας ὑπὸ δεινῆς
ὄμματα στροβήσεται. Χορός
ἔσται δ᾽ ἱππολόφων τε λόγων κορυθαίολα νείκη
σχινδαλάμων τε παραξόνια σμιλεύματά τ᾽ ἔργων,
820 φωτὸς ἀμυνομένου φρενοτέκτονος ἀνδρὸς
ῥήμαθ᾽ ἱπποβάμονα. Χορός
φρίξας δ᾽ αὐτοκόμου λοφιᾶς λασιαύχενα χαίταν,
δεινὸν ἐπισκύνιον ξυνάγων βρυχώμενος ἥσει
ῥήματα γομφοπαγῆ πινακηδὸν ἀποσπῶν
825 γηγενεῖ φυσήματι: Χορός
ἔνθεν δὴ στοματουργὸς ἐπῶν βασανίστρια λίσφη
γλῶσσ᾽ ἀνελισσομένη φθονεροὺς κινοῦσα χαλινοὺς
ῥήματα δαιομένη καταλεπτολογήσει
πλευμόνων πολὺν πόνον. Εὐριπίδης
830 οὐκ ἂν μεθείμην τοῦ θρόνου, μὴ νουθέτει.
κρείττων γὰρ εἶναί φημι τούτου τὴν τέχνην.
Διόνυσος
Αἰσχύλε τί σιγᾷς; αἰσθάνει γὰρ τοῦ λόγου.
Εὐριπίδης
ἀποσεμνυνεῖται πρῶτον, ἅπερ ἑκάστοτε
ἐν ταῖς τραγῳδίαισιν ἐτερατεύετο.
Διόνυσος
835 ὦ δαιμόνι᾽ ἀνδρῶν μὴ μεγάλα λίαν λέγε.
Εὐριπίδης
ἐγᾦδα τοῦτον καὶ διέσκεμμαι πάλαι,
ἄνθρωπον ἀγριοποιὸν αὐθαδόστομον,
ἔχοντ᾽ ἀχάλινον ἀκρατὲς ἀπύλωτον στόμα,
/> ἀπεριλάλητον κομποφακελορρήμονα.
Αἰσχύλος
840 ἄληθες ὦ παῖ τῆς ἀρουραίας θεοῦ;
σὺ δή με ταῦτ᾽ ὦ στωμυλιοσυλλεκτάδη
καὶ πτωχοποιὲ καὶ ῥακιοσυρραπτάδη;
ἀλλ᾽ οὔ τι χαίρων αὔτ᾽ ἐρεῖς.
Διόνυσος
παῦ᾽ Αἰσχύλε,
καὶ μὴ πρὸς ὀργὴν σπλάγχνα θερμήνῃς κότῳ.
Αἰσχύλος
845 οὐ δῆτα πρίν γ᾽ ἂν τοῦτον ἀποφήνω σαφῶς
τὸν χωλοποιὸν οἷος ὢν θρασύνεται.
Διόνυσος
ἄρν᾽ ἄρνα μέλανα παῖδες ἐξενέγκατε:
τυφὼς γὰρ ἐκβαίνειν παρασκευάζεται.
Αἰσχύλος
ὦ Κρητικὰς μὲν συλλέγων μονῳδίας,
850 γάμους δ᾽ ἀνοσίους ἐσφέρων ἐς τὴν τέχνην.
Διόνυσος
ἐπίσχες οὗτος ὦ πολυτίμητ᾽ Αἰσχύλε.
ἀπὸ τῶν χαλαζῶν δ᾽ ὦ πόνηρ᾽ Εὐριπίδη
ἄναγε σεαυτὸν ἐκποδών, εἰ σωφρονεῖς,
ἵνα μὴ κεφαλαίῳ τὸν κρόταφόν σου ῥήματι
855 θενὼν ὑπ᾽ ὀργῆς ἐκχέῃ τὸν Τήλεφον:
σὺ δὲ μὴ πρὸς ὀργὴν Αἰσχύλ᾽ ἀλλὰ πρᾳόνως
ἔλεγχ᾽ ἐλέγχου: λοιδορεῖσθαι δ᾽ οὐ πρέπει
ἄνδρας ποιητὰς ὥσπερ ἀρτοπώλιδας.
σὺ δ᾽ εὐθὺς ὥσπερ πρῖνος ἐμπρησθεὶς βοᾷς.
Εὐριπίδης
860 ἕτοιμός εἰμ᾽ ἔγωγε, κοὐκ ἀναδύομαι,
δάκνειν δάκνεσθαι πρότερος, εἰ τούτῳ δοκεῖ,
τἄπη, τὰ μέλη, τὰ νεῦρα τῆς τραγῳδίας,
καὶ νὴ Δία τὸν Πηλέα γε καὶ τὸν Αἴολον
καὶ τὸν Μελέαγρον κἄτι μάλα τὸν Τήλεφον.
Διόνυσος
865 τί δαὶ σὺ βουλεύει ποιεῖν; λέγ᾽ Αἰσχύλε.
Αἰσχύλος
ἐβουλόμην μὲν οὐκ ἐρίζειν ἐνθάδε:
οὐκ ἐξ ἴσου γάρ ἐστιν ἁγὼν νῷν.
Διόνυσος
τί δαί;
Αἰσχύλος
ὅτι ἡ ποίησις οὐχὶ συντέθνηκέ μοι,
τούτῳ δὲ συντέθνηκεν, ὥσθ᾽ ἕξει λέγειν.
870 ὅμως δ᾽ ἐπειδή σοι δοκεῖ, δρᾶν ταῦτα χρή.
Διόνυσος
ἴθι νυν λιβανωτὸν δεῦρό τις καὶ πῦρ δότω.
ὅπως ἂν εὔξωμαι πρὸ τῶν σοφισμάτων
ἀγῶνα κρῖναι τόνδε μουσικώτατα:
ὑμεῖς δὲ ταῖς Μούσαις τι μέλος ὑπᾴσατε.
Χορός
875 ὦ Διὸς ἐννέα παρθένοι ἁγναὶ
Μοῦσαι, λεπτολόγους ξυνετὰς φρένας αἳ καθορᾶτε
ἀνδρῶν γνωμοτύπων, ὅταν εἰς ἔριν ὀξυμερίμνοις
ἔλθωσι στρεβλοῖσι παλαίσμασιν ἀντιλογοῦντες,
ἔλθετ᾽ ἐποψόμεναι δύναμιν
880 δεινοτάτοιν στομάτοιν πορίσασθαι
ῥήματα καὶ παραπρίσματ᾽ ἐπῶν.
νῦν γὰρ ἀγὼν σοφίας ὁ μέγας χωρεῖ πρὸς ἔργον ἤδη.
Διόνυσος
885 εὔχεσθε δὴ καὶ σφώ τι πρὶν τἄπη λέγειν.
Αἰσχύλος
Δήμητερ ἡ θρέψασα τὴν ἐμὴν φρένα,
εἶναί με τῶν σῶν ἄξιον μυστηρίων.
Διόνυσος
ἐπίθες λαβὼν δὴ καὶ σὺ λιβανωτόν.
Εὐριπίδης
καλῶς:
ἕτεροι γάρ εἰσιν οἷσιν εὔχομαι θεοῖς.
Διόνυσος
890 ἴδιοί τινές σοι, κόμμα καινόν;
Εὐριπίδης
καὶ μάλα.
Διόνυσος
ἴθι δὴ προσεύχου τοῖσιν ἰδιώταις θεοῖς.
Εὐριπίδης
αἰθὴρ ἐμὸν βόσκημα καὶ γλώσσης στρόφιγξ
καὶ ξύνεσι καὶ μυκτῆρες ὀσφραντήριοι,
ὀρθῶς μ᾽ ἐλέγχειν ὧν ἂν ἅπτωμαι λόγων.
Χορός
καὶ μὴν ἡμεῖς ἐπιθυμοῦμεν
παρὰ σοφοῖν ἀνδροῖν ἀκοῦσαι
τίνα λόγων ἐμμέλειαν
ἔπιτε δαΐαν ὁδόν.
γλῶσσα μὲν γὰρ ἠγρίωται,
λῆμα δ᾽ οὐκ ἄτολμον ἀμφοῖν,
οὐδ᾽ ἀκίνητοι φρένες.
900 προσδοκᾶν οὖν εἰκός ἐστι
τὸν μὲν ἀστεῖόν τι λέξειν
καὶ κατερρινημένον,
τὸν δ᾽ ἀνασπῶντ᾽ αὐτοπρέμνοις
τοῖς λόγοισιν
ἐμπεσόντα συσκεδᾶν πολλὰς
ἀλινδήθρας ἐπῶν. Διόνυσος
905 ἀλλ᾽ ὡς τάχιστα χρὴ λέγειν: οὕτω δ᾽ ὅπως ἐρεῖτον
ἀστεῖα καὶ μήτ᾽ εἰκόνας μήθ᾽ οἷ᾽ ἂν ἄλλος εἴποι. Εὐριπίδης
καὶ μὴν ἐμαυτὸν μέν γε τὴν ποίησιν οἷός εἰμι,
ἐν τοῖσιν ὑστάτοις φράσω, τοῦτον δὲ πρῶτ᾽ ἐλέγξω,
ὡς ἦν ἀλαζὼν καὶ φέναξ οἵοις τε τοὺς θεατὰς
910 ἐξηπάτα μώρους λαβὼν παρὰ Φρυνίχῳ τραφέντας.
πρώτιστα μὲν γὰρ ἕνα τιν᾽ ἂν καθῖσεν ἐγκαλύψας,
Ἀχιλλέα τιν᾽ ἢ Νιόβην, τὸ πρόσωπον οὐχὶ δεικνύς,
πρόσχημα τῆς τραγῳδίας, γρύζοντας οὐδὲ τουτί.
Διόνυσος
μὰ τὸν Δί᾽ οὐ δῆθ᾽.
Εὐριπίδης
ὁ δὲ χορός γ᾽ ἤρειδεν ὁρμαθοὺς ἂν
915 μελῶν ἐφεξῆς τέτταρας ξυνεχῶς ἄν οἱ δ᾽ ἐσίγων.
Διόνυσος
ἐγὼ δ᾽ ἔχαιρον τῇ σιωπῇ, καί με τοῦτ᾽ ἔτερπεν
οὐχ ἧττον ἢ νῦν οἱ λαλοῦντες.
Εὐριπίδης
ἠλίθιος γὰρ ἦσθα,
σάφ᾽ ἴσθι.
Διόνυσος
κἀμαυτῷ δοκῶ. τί δὲ ταῦτ᾽ ἔδρασ᾽ ὁ δεῖνα;
Εὐριπίδης
ὑπ᾽ ἀλαζονείας, ἵν᾽ ὁ θεατὴς προσδοκῶν καθοῖτο,
920 ὁπόθ᾽ ἡ Νιόβη τι φθέγξεται: τὸ δρᾶμα δ
᾽ ἂν διῄει.
Διόνυσος
ὢ παμπόνηρος, οἷ᾽ ἄρ᾽ ἐφενακιζόμην ὑπ᾽ αὐτοῦ.
τί σκορδινᾷ καὶ δυσφορεῖς;
Εὐριπίδης
ὅτι αὐτὸν ἐξελέγχω.
κἄπειτ᾽ ἐπειδὴ ταῦτα ληρήσειε καὶ τὸ δρᾶμα
ἤδη μεσοίη, ῥήματ᾽ ἂν βόεια δώδεκ᾽ εἶπεν,
925 ὀφρῦς ἔχοντα καὶ λόφους, δείν᾽ ἄττα μορμορωπά,
ἄγνωτα τοῖς θεωμένοις.
Αἰσχύλος
οἴμοι τάλας.
Διόνυσος
σιώπα.
Εὐριπίδης
σαφὲς δ᾽ ἂν εἶπεν οὐδὲ ἕν —
Διόνυσος
μὴ πρῖε τοὺς ὀδόντας.
Εὐριπίδης
ἀλλ᾽ ἢ Σκαμάνδρους ἢ τάφρους ἢ ‘π᾽ ἀσπίδων ἐπόντας
γρυπαιέτους χαλκηλάτους καὶ ῥήμαθ᾽ ἱππόκρημνα,
930 ἃ ξυμβαλεῖν οὐ ῥᾴδι᾽ ἦν.
Διόνυσος
νὴ τοὺς θεοὺς ἐγὼ γοῦν
ἤδη ποτ᾽ ἐν μακρῷ χρόνῳ νυκτὸς διηγρύπνησα
τὸν ξουθὸν ἱππαλεκτρυόνα ζητῶν τίς ἐστιν ὄρνις.
Αἰσχύλος
σημεῖον ἐν ταῖς ναυσὶν ὦμαθέστατ᾽ ἐνεγέγραπτο.
Διόνυσος
ἐγὼ δὲ τὸν Φιλοξένου γ᾽ ᾤμην Ἔρυξιν εἶναι.
Εὐριπίδης
935 εἶτ᾽ ἐν τραγῳδίαις ἐχρῆν κἀλεκτρυόνα ποιῆσαι;
Αἰσχύλος
σὺ δ᾽ ὦ θεοῖσιν ἐχθρὲ ποῖ᾽ ἄττ᾽ ἐστὶν ἅττ᾽ ἐποίεις;
Εὐριπίδης
οὐχ ἱππαλεκτρυόνας μὰ Δί᾽ οὐδὲ τραγελάφους, ἅπερ σύ,
ἃν τοῖσι παραπετάσμασιν τοῖς Μηδικοῖς γράφουσιν:
ἀλλ᾽ ὡς παρέλαβον τὴν τέχνην παρὰ σοῦ τὸ πρῶτον εὐθὺς
940 οἰδοῦσαν ὑπὸ κομπασμάτων καὶ ῥημάτων ἐπαχθῶν,
ἴσχνανα μὲν πρώτιστον αὐτὴν καὶ τὸ βάρος ἀφεῖλον
ἐπυλλίοις καὶ περιπάτοις καὶ τευτλίοισι λευκοῖς,
χυλὸν διδοὺς στωμυλμάτων ἀπὸ βιβλίων ἀπηθῶν: