Delphi Complete Works of Aristophanes (Illustrated) (Delphi Ancient Classics)
Page 121
οἶσθ᾽ οὖν ἀπολωλεκυῖα πυρῶν ἑκτέα,
ὃν χρῆν ἔμ᾽ ἐξ ἐκκλησίας εἰληφέναι;
Πραξάγορα
μὴ φροντίσῃς: ἄρρεν γὰρ ἔτεκε παιδίον.
Βλέπυρος
550 ἡκκλησία;
Πραξάγορα
μὰ Δί᾽ ἀλλ᾽ ἐφ᾽ ἣν ἐγᾠχόμην.
ἀτὰρ γεγένηται;
Βλέπυρος
ναὶ μὰ Δί᾽. οὐκ ᾔδησθά με
φράσαντά σοι χθές;
Πραξάγορα
ἄρτι γ᾽ ἀναμιμνῄσκομαι.
Βλέπυρος
οὐδ᾽ ἄρα τὰ δόξαντ᾽ οἶσθα;
Πραξάγορα
μὰ Δί ἐγὼ μὲν οὔ.
Βλέπυρος
κάθησο τοίνυν σηπίας μασωμένη.
555 ὑμῖν δέ φασι παραδεδόσθαι τὴν πόλιν.
Πραξάγορα
τί δρᾶν; ὑφαίνειν;
Βλέπυρος
οὐ μὰ Δί᾽ ἀλλ᾽ ἄρχειν.
Πραξάγορα
τίνων;
Βλέπυρος
ἁπαξαπάντων τῶν κατὰ πόλιν πραγμάτων.
Πραξάγορα
νὴ τὴν Ἀφροδίτην μακαρία γ᾽ ἄρ ἡ πόλις
ἔσται τὸ λοιπόν.
Βλέπυρος
κατὰ τί;
Πραξάγορα
πολλῶν οὕνεκα.
560 οὐ γὰρ ἔτι τοῖς τολμῶσιν αὐτὴν αἰσχρὰ δρᾶν
ἔσται τὸ λοιπόν, οὐδαμοῦ δὲ μαρτυρεῖν,
οὐ συκοφαντεῖν —
Βλέπυρος
μηδαμῶς πρὸς τῶν θεῶν
τουτὶ ποιήσῃς μηδ᾽ ἀφέλῃ μου τὸν βίον.
Ἀνήρ
ὦ δαιμόνι᾽ ἀνδρῶν τὴν γυναῖκ᾽ ἔα λέγειν.
Πραξάγορα
565 μὴ λωποδυτῆσαι, μὴ φθονεῖν τοῖς πλησίον,
μὴ γυμνὸν εἶναι μὴ πένητα μηδένα,
μὴ λοιδορεῖσθαι, μὴ ‘νεχυραζόμενον φέρειν.
Ἀνήρ
νὴ τὸν Ποσειδῶ μεγάλα γ᾽, εἰ μὴ ψεύσεται.
Πραξάγορα
ἀλλ᾽ ἀποφανῶ τοῦθ᾽, ὥστε σέ τέ μοι μαρτυρεῖν
570 καὶ τοῦτον αὐτὸν μηδὲν ἀντειπεῖν ἐμοι.
Χορὸς
νῦν δὴ δεῖ σε πυκνὴν φρένα καὶ φιλόσοφον ἐγείρειν
φροντίδ᾽ ἐπισταμένην
ταῖσι φίλαισιν ἀμύνειν.
καινὴ γὰρ ἐπ᾽ εὐτυχίαισιν
ἔρχεται γλώττης ἐπίνοια πολίτην
575 δῆμον ἐπαγλαϊοῦσα
μυρίαισιν ὠφελίαισι βίου: δηλοῦν δ᾽ ὅ τί περ δύνασαι
καιρός.
δεῖται γάρ τοι σοφοῦ τινος ἐξευρήματος ἡ πόλις ἡμῶν.
ἀλλὰ πέραινε μόνον
μήτε δεδραμένα μήτ᾽ εἰρημένα πω πρότερον:
580 μισοῦσι γὰρ ἢν τὰ παλαιὰ πολλάκις θεῶνται. Χορὸς
ἀλλ᾽ οὐ μέλλειν, ἀλλ᾽ ἅπτεσθαι καὶ δὴ χρῆν ταῖς διανοίαις,
ὡς τὸ ταχύνειν χαρίτων μετέχει πλεῖστον παρὰ τοῖσι θεαταῖς. Πραξάγορα
καὶ μὴν ὅτι μὲν χρηστὰ διδάξω πιστεύω: τοὺς δὲ θεατάς,
εἰ καινοτομεῖν ἐθελήσουσιν καὶ μὴ τοῖς ἠθάσι λίαν
585 τοῖς τ᾽ ἀρχαίοις ἐνδιατρίβειν, τοῦτ᾽ ἔσθ᾽ ὃ μάλιστα δέδοικα.
Βλέπυρος
περὶ μὲν τοίνυν τοῦ καινοτομεῖν μὴ δείσῃς: τοῦτο γὰρ ἡμῖν
δρᾶν ἀντ᾽ ἄλλης ἀρχῆς ἐστιν, τῶν δ᾽ ἀρχαίων ἀμελῆσαι.
Πραξάγορα
μή νυν πρότερον μηδεὶς ὑμῶν ἀντείπῃ μηδ᾽ ὑποκρούσῃ,
πρὶν ἐπίστασθαι τὴν ἐπίνοιαν καὶ τοῦ φράζοντος ἀκοῦσαι.
590 κοινωνεῖν γὰρ πάντας φήσω χρῆναι πάντων μετέχοντας
κἀκ ταὐτοῦ ζῆν, καὶ μὴ τὸν μὲν πλουτεῖν, τὸν δ᾽ ἄθλιον εἶναι,
μηδὲ γεωργεῖν τὸν μὲν πολλήν, τῷ δ᾽ εἶναι μηδὲ ταφῆναι,
μηδ᾽ ἀνδραπόδοις τὸν μὲν χρῆσθαι πολλοῖς, τὸν δ᾽ οὐδ᾽ ἀκολούθῳ:
ἀλλ᾽ ἕνα ποιῶ κοινὸν πᾶσιν βίοτον καὶ τοῦτον ὅμοιον.
Βλέπυρος
595 πῶς οὖν ἔσται κοινὸς ἅπασιν;
Πραξάγορα
κατέδει πέλεθον πρότερός μου.
Βλέπυρος
καὶ τῶν πελέθων κοινωνοῦμεν;
Πραξάγορα
μὰ Δί᾽ ἀλλ᾽ ἔφθης μ᾽ ὑποκρούσας.
τοῦτο γὰρ ἤμελλον ἐγὼ λέξειν: τὴν γῆν πρώτιστα ποιήσω
κοινὴν πάντων καὶ τἀργύριον καὶ τἄλλ᾽ ὁπόσ᾽ ἐστὶν ἑκάστῳ.
εἶτ᾽ ἀπὸ τούτων κοινῶν ὄντων ἡμεῖς βοσκήσομεν ὑμᾶς
600 ταμιευόμεναι καὶ φειδόμεναι καὶ τὴν γνώμην προσέχουσαι.
Βλέπυρος
πῶς οὖν ὅστις μὴ κέκτηται γῆν ἡμῶν, ἀργύριον δὲ
καὶ Δαρεικοὺς ἀφανῆ πλοῦτον;
Πραξάγορα
τοῦτ᾽ ἐς τὸ μέσον καταθήσει.
καὶ μὴ καταθεὶς ψευδορκήσει.
Βλέπυρος
κἀκτήσατο γὰρ διὰ τοῦτο.
Πραξάγορα
ἀλλ᾽ οὐδέν τοι χρήσιμον ἔσται πάντως αὐτῷ.
Βλέπυρος
κατὰ δὴ τί;
Πραξάγορα
605 οὐδεὶς οὐδὲν πενίᾳ δράσει: πάντα γὰρ ἕξουσιν ἅπαντες,
ἄρτους τεμάχη μάζας χλαίνας οἶνον στεφάνους ἐρεβίνθους.
ὥστε τί κέρδος μὴ καταθεῖναι; σὺ γὰρ ἐξευρὼν ἀπόδειξον.
Βλέπυρος
οὔκουν καὶ νῦν οὗτοι μᾶλλον κλέπτουσ᾽ οἷς ταῦτα πάρεστιν;
Πραξάγορα
πρότερόν γ᾽ ὦταῖρ᾽ ὅτε τοῖσι νόμοις διεχρώμεθα τοῖς προτέροισιν:
610 νῦν δ᾽ ἔσται γὰρ βίος ἐκ κοινοῦ, τί τὸ κέρδος μὴ καταθεῖναι;
Βλέπυρος
ἢν μείρακ᾽ ἰδὼν ἐπιθυμήσῃ καὶ βούληται σκαλαθῦραι,
 
; ἕξει τούτων ἀφελὼν δοῦναι, τῶν ἐκ κοινοῦ δὲ μεθέξει
ξυγκαταδαρθών.
Πραξάγορα
ἀλλ᾽ ἐξέσται προῖκ᾽ αὐτῷ ξυγκαταδαρθεῖν.
καὶ ταύτας γὰρ κοινὰς ποιῶ τοῖς ἀνδράσι συγκατακεῖσθαι
615 καὶ παιδοποιεῖν τῷ βουλομένῳ.
Βλέπυρος
πῶς οὖν οὐ πάντες ἴασιν
ἐπὶ τὴν ὡραιοτάτην αὐτῶν καὶ ζητήσουσιν ἐρείδειν;
Πραξάγορα
αἱ φαυλότεραι καὶ σιμότεραι παρὰ τὰς σεμνὰς καθεδοῦνται:
κᾆτ᾽ ἢν ταύτης ἐπιθυμήσῃ, τὴν αἰσχρὰν πρῶθ᾽ ὑποκρούσει.
Βλέπυρος
καὶ πῶς ἡμᾶς τοὺς πρεσβύτας, ἢν ταῖς αἰσχραῖσι συνῶμεν,
620 οὐκ ἐπιλείψει τὸ πέος πρότερον πρὶν ἐκεῖσ᾽ οἷ φῂς ἀφικέσθαι;
Πραξάγορα
οὐχὶ μαχοῦνται: περὶ σοῦ θάρρει: μὴ δείσῃς: οὐχὶ μαχοῦνται.
Βλέπυρος
περὶ τοῦ;
Πραξάγορα
τοῦ μὴ ξυγκαταδαρθεῖν. καὶ σοὶ τοιοῦτον ὑπάρχει.
Βλέπυρος
τὸ μὲν ὑμέτερον γνώμην τιν᾽ ἔχει: προβεβούλευται γάρ, ὅπως ἂν
μηδεμιᾶς ᾖ τρύπημα κενόν: τὸ δὲ τῶν ἀνδρῶν τί ποιήσει;
625 φεύξονται γὰρ τοὺς αἰσχίους, ἐπὶ τοὺς δὲ καλοὺς βαδιοῦνται.
Πραξάγορα
ἀλλὰ φυλάξουσ᾽ οἱ φαυλότεροι τοὺς καλλίους ἀπιόντας
ἀπὸ τοῦ δείπνου καὶ τηρήσουσ᾽ ἐπὶ τοῖσιν δημοσίοισιν:
κοὐκ ἐξέσται παρὰ τοῖσι καλοῖς καὶ τοῖς μεγάλοις καταδαρθεῖν
ταῖσι γυναιξὶ πρὶν ἂν τοῖς αἰσχροῖς καὶ τοῖς μικροῖς χαρίσωνται.
Βλέπυρος
630 ἡ Λυσικράτους ἄρα νυνὶ ῥὶς ἴσα τοῖσι καλοῖσι φρονήσει.
Πραξάγορα
νὴ τὸν Ἀπόλλω καὶ δημοτική γ᾽ ἡ γνώμη καὶ καταχήνη
τῶν σεμνοτέρων ἔσται πολλὴ καὶ τῶν σφραγῖδας ἐχόντων,
ὅταν ἐμβάδ᾽ ἔχων εἴπῃ πρότερος, ‘παραχώρει κᾆτ᾽ ἐπιτήρει,
ὅταν ἤδη ‘γὼ διαπραξάμενος παραδῶ σοι δευτεριάζειν.’
Βλέπυρος
635 πῶς οὖν οὕτω ζώντων ἡμῶν τοὺς αὑτοῦ παῖδας ἕκαστος
ἔσται δυνατὸς διαγιγνώσκειν;
Πραξάγορα
τί δὲ δεῖ; πατέρας γὰρ ἅπαντας
τοὺς πρεσβυτέρους αὑτῶν εἶναι τοῖσι χρόνοισιν νομιοῦσιν.
Βλέπυρος
οὐκοῦν ἄγξουσ᾽ εὖ καὶ χρηστῶς ἑξῆς τὸν πάντα γέροντα
διὰ τὴν ἄγνοιαν, ἐπεὶ καὶ νῦν γιγνώσκοντες πατέρ᾽ ὄντα
640 ἄγχουσι. τί δῆθ᾽ ὅταν ἀγνὼς ᾖ; πῶς οὐ τότε κἀπιχεσοῦνται;
Πραξάγορα
ἀλλ᾽ ὁ παρεστὼς οὐκ ἐπιτρέψει: τότε δ᾽ αὐτοῖς οὐκ ἔμελ᾽ οὐδὲν
τῶν ἀλλοτρίων ὅστις τύπτοι: νῦν δ᾽ ἢν πληγέντος ἀκούσῃ,
μὴ αὐτὸν ἐκεῖνον τύπτῃ δεδιὼς τοῖς δρῶσιν τοῦτο μαχεῖται.
Βλέπυρος
τὰ μὲν ἄλλα λέγεις οὐδὲν σκαιῶς: εἰ δὲ προσελθὼν Ἐπίκουρος
645 ἢ Λευκολόφας πάππαν με καλεῖ, τοῦτ᾽ ἤδη δεινὸν ἀκοῦσαι.
Πραξάγορα
πολὺ μέντοι δεινότερον τούτου τοῦ πράγματός ἐστι,
Βλέπυρος
τὸ ποῖον;
Πραξάγορα
εἴ σε φιλήσειεν Ἀρίστυλλος φάσκων αὑτοῦ πατέρ᾽ εἶναι.
Βλέπυρος
οἰμώζοι γ᾽ ἂν καὶ κωκύοι.
Πραξάγορα
σὺ δέ γ᾽ ὄζοις ἂν καλαμίνθης,
ἀλλ᾽ οὗτος μὲν πρότερον γέγονεν πρὶν τὸ ψήφισμα γενέσθαι,
650 ὥστ᾽ οὐχὶ δέος μή σε φιλήσῃ.
Βλέπυρος
δεινὸν μέντἂν ἐπεπόνθη.
τὴν γῆν δὲ τίς ἔσθ᾽ ὁ γεωργήσων;
Πραξάγορα
οἱ δοῦλοι. σοὶ δὲ μελήσει,
ὅταν ᾖ δεκάπουν τὸ στοιχεῖον, λιπαρὸν χωρεῖν ἐπὶ δεῖπνον.
Βλέπυρος
περὶ δ᾽ ἱματίων τίς πόρος ἔσται; καὶ γὰρ τοῦτ᾽ ἔστιν ἐρέσθαι.
Πραξάγορα
τὰ μὲν ὄνθ᾽ ὑμῖν πρῶτον ὑπάρξει, τὰ δὲ λοίφ᾽ ἡμεῖς ὑφανοῦμεν.
Βλέπυρος
655 ἓν ἔτι ζητῶ: πῶς ἤν τις ὄφλῃ παρὰ τοῖς ἄρχουσι δίκην τῳ,
πόθεν ἐκτείσει ταύτην; οὐ γὰρ τῶν κοινῶν γ᾽ ἐστὶ δίκαιον.
Πραξάγορα
ἀλλ᾽ οὐδὲ δίκαι πρῶτον ἔσονται.
Βλέπυρος
τουτὶ τοὔπος σ᾽ ἐπιτρίψει.
Πραξάγορα
κἀγὼ ταύτην γνώμην ἐθέμην: τοῦ γὰρ τάλαν οὕνεκ᾽ ἔσονται;
Βλέπυρος
πολλῶν οὕνεκα νὴ τὸν Ἀπόλλω: πρῶτον δ᾽ ἑνὸς οὕνεκα δήπου,
660 ἤν τις ὀφείλων ἐξαρνῆται.
Πραξάγορα
πόθεν οὖν ἐδάνεισ᾽ ὁ δανείσας
ἐν τῷ κοινῷ πάντων ὄντων; κλέπτων δήπου᾽ στ᾽ ἐπίδηλος.
Βλέπυρος
νὴ τὴν Δήμητρ᾽ εὖ γε διδάσκεις. τουτὶ τοίνυν φρασάτω μοι,
τῆς αἰκείας οἱ τύπτοντες πόθεν ἐκτείσουσιν, ἐπειδὰν
εὐωχηθέντες ὑβρίζωσιν; τοῦτο γὰρ οἶμαί σ᾽ ἀπορήσειν.
Πραξάγορα
665 ἀπὸ τῆς μάζης ἧς σιτεῖται: ταύτης γὰρ ὅταν τις ἀφαιρῇ,
οὐχ ὑβριεῖται φαύλως οὕτως αὖθις τῇ γαστρὶ κολασθείς.
Βλέπυρος
οὐδ᾽ αὖ κλέπτης οὐδεὶς ἔσται;
Πραξάγορα
πῶς γὰρ κλέψει μετὸν αὐτῷ;
Βλέπυρος
οὐδ᾽ ἀποδύσουσ᾽ ἄρα τῶν νυκτῶν;
Πραξάγορα
 
; οὐκ ἢν οἴκοι γε καθεύδῃς,
οὐδ᾽ ἤν γε θύραζ᾽ ὥσπερ πρότερον: βίοτος γὰρ πᾶσιν ὑπάρξει.
670 ἢν δ᾽ ἀποδύῃ γ᾽, αὐτὸς δώσει. τί γὰρ αὐτῷ πρᾶγμα μάχεσθαι;
ἔτερον γὰρ ἰὼν ἐκ τοῦ κοινοῦ κρεῖττον ἐκείνου κομιεῖται.
Βλέπυρος
οὐδὲ κυβεύσουσ᾽ ἆρ᾽ ἄνθρωποι;
Πραξάγορα
περὶ τοῦ γὰρ τοῦτο ποιήσει;
Βλέπυρος
τὴν δὲ δίαιταν τίνα ποιήσεις;
Πραξάγορα
κοινὴν πᾶσιν. τὸ γὰρ ἄστυ
μίαν οἴκησίν φημι ποιήσειν συρρήξασ᾽ εἰς ἓν ἅπαντα,
675 ὥστε βαδίζειν ὡς ἀλλήλους.
Βλέπυρος
τὸ δὲ δεῖπνον ποῦ παραθήσεις;
Πραξάγορα
τὰ δικαστήρια καὶ τὰς στοιὰς ἀνδρῶνας πάντα ποιήσω.
Βλέπυρος
τὸ δὲ βῆμα τί σοι χρήσιμον ἔσται;
Πραξάγορα
τοὺς κρατῆρας καταθήσω
καὶ τὰς ὑδρίας, καὶ ῥαψῳδεῖν ἔσται τοῖς παιδαρίοισιν
τοὺς ἀνδρείους ἐν τῷ πολέμῳ, κεἴ τις δειλὸς γεγένηται,
680 ἵνα μὴ δειπνῶσ᾽ αἰσχυνόμενοι.
Βλέπυρος
νὴ τὸν Ἀπόλλω χάριέν γε.
τὰ δὲ κληρωτήρια ποῖ τρέψεις;
Πραξάγορα
εἰς τὴν ἀγορὰν καταθήσω:
κᾆτα στήσασα παρ᾽ Ἁρμοδίῳ κληρώσω πάντας, ἕως ἂν
εἰδὼς ὁ λαχὼν ἀπίῃ χαίρων ἐν ὁποίῳ γράμματι δειπνεῖ:
και κηρύξει τοὺς ἐκ τοῦ βῆτ᾽ ἐπὶ τὴν στοιὰν ἀκολουθεῖν
685 τὴν βασίλειον δειπνήσοντας: τὸ δὲ θῆτ᾽ ἐς τὴν παρὰ ταύτην,
τοὺς δ᾽ ἐκ τοῦ κάππ᾽ ἐς τὴν στοιὰν χωρεῖν τὴν ἀλφιτόπωλιν.
Βλέπυρος
ἵνα κάπτωσιν;
Πραξάγορα
μὰ Δί᾽ ἀλλ᾽ ἵν᾽ ἐκεῖ δειπνῶσιν.