by Aristophanes
Καρίων
ἀπό σ᾽ ὀλῶ κακὸν κακῶς.
Χρεμύλος
ὦ τᾶν —
Πλοῦτος
ἀπαλλάχθητον ἀπ᾽ ἐμοῦ.
Χρεμύλος
πώμαλα.
Καρίων
καὶ μὴν ὃ λέγω βέλτιστόν ἐστ᾽ ὦ δέσποτα.
ἀπολῶ τὸν ἄνθρωπον κάκιστα τουτονί.
ἀναθεὶς γὰρ ἐπὶ κρημνόν τιν᾽ αὐτὸν καταλιπων
70 ἄπειμ᾽, ἵν᾽ ἐκεῖθεν ἐκτραχηλισθῇ πεσών.
Χρεμύλος
ἀλλ᾽ αἶρε ταχέως.
Πλοῦτος
μηδαμῶς.
Χρεμύλος
οὔκουν ἐρεῖς;
Πλοῦτος
ἀλλ᾽ ἢν πύθησθέ μ᾽ ὅστις εἴμ᾽, εὖ οἶδ᾽ ὅτι
κακόν τί μ᾽ ἐργάσεσθε κοὐκ ἀφήσετον.
Χρεμύλος
νὴ τοὺς θεοὺς ἡμεῖς γ᾽, ἐὰν βούλῃ γε σύ.
Πλοῦτος
75 μέθεσθε νῦν μου πρῶτον.
Χρεμύλος
ἤν, μεθίεμεν.
Πλοῦτος
ἀκούετον δή: δεῖ γὰρ ὡς ἔοικέ με
λέγειν ἃ κρύπτειν ἦν παρεσκευασμένος.
ἐγὼ γάρ εἰμι Πλοῦτος.
Χρεμύλος
ὦ μιαρώτατε
ἀνδρῶν ἁπάντων, εἶτ᾽ ἐσίγας Πλοῦτος ὤν;
Καρίων
80 σὺ Πλοῦτος, οὕτως ἀθλίως διακείμενος;
ὦ Φοῖβ᾽ Ἄπολλον καὶ θεοὶ καὶ δαίμονες
καὶ Ζεῦ, τί φῄς; ἐκεῖνος ὄντως εἶ σύ;
Πλοῦτος
ναί.
Χρεμύλος
ἐκεῖνος αὐτός;
Πλοῦτος
αὐτότατος.
Χρεμύλος
πόθεν οὖν φράσον
αὐχμῶν βαδίζεις;
Πλοῦτος
ἐκ Πατροκλέους ἔρχομαι,
85 ὃς οὐκ ἐλούσατ᾽ ἐξ ὅτουπερ ἐγένετο.
Χρεμύλος
τουτὶ δὲ τὸ κακὸν πῶς ἔπαθες; κάτειπέ μοι.
Πλοῦτος
ὁ Ζεύς με ταῦτ᾽ ἔδρασεν ἀνθρώποις φθονῶν.
ἐγὼ γὰρ ὢν μειράκιον ἠπείλησ᾽ ὅτι
ὡς τοὺς δικαίους καὶ σοφοὺς καὶ κοσμίους
90 μόνους βαδιοίμην: ὁ δέ μ᾽ ἐποίησεν τυφλόν,
ἵνα μὴ διαγιγνώσκοιμι τούτων μηδένα.
οὕτως ἐκεῖνος τοῖσι χρηστοῖσι φθονεῖ.
Χρεμύλος
καὶ μὴν διὰ τοὺς χρηστούς γε τιμᾶται μόνους
καὶ τοὺς δικαίους.
Πλοῦτος
ὁμολογῶ σοι.
Χρεμύλος
φέρε τί οὖν;
95 εἰ πάλιν ἀναβλέψειας ὥσπερ καὶ πρὸ τοῦ,
φεύγοις ἂν ἤδη τοὺς πονηρούς;
Πλοῦτος
φήμ᾽ ἐγώ.
Χρεμύλος
ὡς τοὺς δικαίους δ᾽ ἂν βαδίζοις;
Πλοῦτος
πάνυ μὲν οὖν:
πολλοῦ γὰρ αὐτοὺς οὐχ ἑόρακά πω χρόνου.
Χρεμύλος
καὶ θαῦμά γ᾽ οὐδέν: οὐδ᾽ ἐγὼ γὰρ ὁ βλέπων.
Πλοῦτος
100 ἄφετόν με νῦν. ἴστον γὰρ ἤδη τἀπ᾽ ἐμοῦ.
Χρεμύλος
μὰ Δί᾽ ἀλλὰ πολλῷ μᾶλλον ἑξόμεσθά σου.
Πλοῦτος
οὐκ ἠγόρευον ὅτι παρέξειν πράγματα
ἐμέλλετόν μοι;
Χρεμύλος
καὶ σύ γ᾽ ἀντιβολῶ πιθοῦ,
καὶ μή μ᾽ ἀπολίπῃς: οὐ γὰρ εὑρήσεις ἐμοῦ
105 ζητῶν ἔτ᾽ ἄνδρα τοὺς τρόπους βελτίονα.
Καρίων
μὰ τὸν Δί᾽ οὐ γὰρ ἔστιν ἄλλος πλὴν ἐγώ.
Πλοῦτος
ταυτὶ λέγουσι πάντες: ἡνίκ᾽ ἂν δέ μου
τύχωσ᾽ ἀληθῶς καὶ γένωνται πλούσιοι,
ἀτεχνῶς ὑπερβάλλουσι τῇ μοχθηρίᾳ.
Χρεμύλος
110 ἔχει μὲν οὕτως, εἰσὶ δ᾽ οὐ πάντες κακοί.
Πλοῦτος
μὰ Δί᾽ ἀλλ᾽ ἁπαξάπαντες.
Καρίων
οἰμώξει μακρά.
Χρεμύλος
σοὶ δ᾽ ὡς ἂν εἰδῇς ὅσα παρ᾽ ἡμῖν ἢν μένῃς
γενήσετ᾽ ἀγαθά, πρόσεχε τὸν νοῦν ἵνα πύθῃ.
οἶμαι γὰρ οἶμαι, σὺν θεῷ δ᾽ εἰρήσεται,
115 ταύτης ἀπαλλάξειν σε τῆς ὀφθαλμίας
βλέψαι ποιήσας.
Πλοῦτος
μηδαμῶς τοῦτ᾽ ἐργάσῃ.
οὐ βούλομαι γὰρ πάλιν ἀναβλέψαι.
Χρεμύλος
τί φῄς;
Καρίων
ἅνθρωπος οὗτός ἐστιν ἄθλιος φύσει.
Πλοῦτος
ὁ Ζεὺς † μὲν οὖν εἰδὼς τὰ τούτων μῶρ᾽ ἔμ᾽ εἰ†
120 πύθοιτ᾽ ἂν ἐπιτρίψειε.
Χρεμύλος
νῦν δ᾽ οὐ τοῦτο δρᾷ,
ὅστις σε προσπταίοντα περινοστεῖν ἐᾷ;
Πλοῦτος
οὐκ οἶδ᾽: ἐγὼ δ᾽ ἐκεῖνον ὀρρωδῶ πάνυ.
Χρεμύλος
ἄληθες ὦ δειλότατε πάντων δαιμόνων;
οἴει γὰρ εἶναι τὴν Διὸς τυραννίδα
125 καὶ τοὺς κεραυνοὺς ἀξίους τριωβόλου,
ἐὰν ἀναβλέψῃς σὺ κἂν σμικρὸν χρόνον;
Πλοῦτος
ἆ μὴ λέγ᾽ ὦ πόνηρε ταῦτ᾽.
Χρεμύλος
ἔχ᾽ ἥσυχος.
ἐγὼ γὰρ ἀποδείξω σε τοῦ Διὸς πολὺ
μεῖζον δυνάμενον.
Πλοῦτος
ἐμὲ σύ;
Χρεμύλος
νὴ τὸν οὐρανόν.
130 αὐτίκα γὰρ ἄρχει διὰ τίν᾽ ὁ Ζεὺς τῶν θεῶν;
Καρίων
διὰ τἀργύριον: πλεῖστον γάρ ἐστ᾽ αὐτῷ.
Χρεμύλος
φέρε
τίς οὖν ὁ παρέχων ἐστὶν αὐτῷ τοῦθ᾽;
Καρίων
ὁδί.
Χρεμύλος
θύουσι δ᾽ αὐτῷ διὰ τίν᾽; οὐ διὰ τουτο�
�ί;
Καρίων
καὶ νὴ Δί᾽ εὔχονταί γε πλουτεῖν ἄντικρυς.
Χρεμύλος
135 οὔκουν ὅδ᾽ ἐστὶν αἴτιος καὶ ῥᾳδίως
παύσειεν, εἰ βούλοιτο, ταῦτ᾽ ἄν;
Πλοῦτος
ὅτι τί δή;
Χρεμύλος
ὅτι οὐδ᾽ ἂν εἷς θύσειεν ἀνθρώπων ἔτι,
οὐ βοῦν ἄν, οὐχὶ ψαιστόν, οὐκ ἄλλ᾽ οὐδὲ ἕν,
μὴ βουλομένου σοῦ.
Πλοῦτος
πῶς;
Χρεμύλος
ὅπως;
οὐκ ἔσθ᾽ ὅπως
140 ὠνήσεται δήπουθεν, ἢν σὺ μὴ παρὼν
αὐτὸς διδῷς πἀργύριον: ὥστε τοῦ Διὸς
τὴν δύνομιν, ἢν λυπῇ τι, καταλύσεις μόνος.
Πλοῦτος
τί λέγεις; δι᾽ ἐμὲ θύουσιν αὐτῷ;
Χρεμύλος
φήμ᾽ ἐγώ.
καὶ νὴ Δί᾽ εἴ τί γ᾽ ἔστι λαμπρὸν καὶ καλὸν
145 ἢ χαρίεν ἀνθρώποισι, διὰ σὲ γίγνεται.
ἅπαντα τῷ πλουτεῖν γάρ ἐσθ᾽ ὑπήκοα.
Καρίων
ἔγωγέ τοι διὰ μικρὸν ἀργυρίδιον
δοῦλος γεγένημαι, διὰ τὸ μὴ πλουτεῖν ἴσως.
Χρεμύλος
καὶ τάς γ᾽ ἑταίρας φασὶ τὰς Κορινθίας,
150 ὅταν μὲν αὐτάς τις πένης πειρῶν τύχῃ,
οὐδὲ προσέχειν τὸν νοῦν, ἐὰν δὲ πλούσιος,
τὸν πρωκτὸν αὐτὰς εὐθὺς ὡς τοῦτον τρέπειν.
Καρίων
καὶ τούς γε παῖδάς φασι ταὐτὸ τοῦτο δρᾶν
οὐ τῶν ἐραστῶν ἀλλὰ τἀργυρίου χάριν.
Χρεμύλος
155 οὐ τούς γε χρηστούς, ἀλλὰ τοὺς πόρνους: ἐπεὶ
αἰτοῦσιν οὐκ ἀργύριον οἱ χρηστοί.
Καρίων
τί δαί;
Χρεμύλος
ὁ μὲν ἵππον ἀγαθόν, ὁ δὲ κύνας θηρευτικάς.
Καρίων
αἰσχυνόμενοι γὰρ ἀργύριον αἰτεῖν ἴσως
ὀνόματι περιπέττουσι τὴν μοχθηρίαν.
Χρεμύλος
160 τέχναι δὲ πᾶσαι διὰ σὲ καὶ σοφίσματα
ἐν τοῖσιν ἀνθρώποισίν ἐσθ᾽ ηὑρημένα.
ὁ μὲν γὰρ ἡμῶν σκυτοτομεῖ καθήμενος:
Καρίων
ἕτερος δὲ χαλκεύει τις, ὁ δὲ τεκταίνεται:
Χρεμύλος
ὁ δὲ χρυσοχοεῖ γε χρυσίον παρὰ σοῦ λαβών:
Καρίων
165 ὁ δὲ λωποδυτεῖ γε νὴ Δί᾽, ὁ δὲ τοιχωρυχεῖ:
Χρεμύλος
ὁ δὲ γναφεύει γ᾽:
Καρίων
ὁ δέ γε πλύνει κῴδια:
Χρεμύλος
ὁ δὲ βυρσοδεψεῖ γ᾽:
Καρίων
ὁ δέ γε πωλεῖ κρόμμυα:
Χρεμύλος
ὁ δ᾽ ἁλούς γε μοιχὸς διὰ σέ που παρατίλλεται.
Πλοῦτος
οἴμοι τάλας ταυτί μ᾽ ἐλάνθανεν πάλαι.
Καρίων
170 μέγας δὲ βασιλεὺς οὐχὶ διὰ τοῦτον κομᾷ;
Χρεμύλος
ἐκκλησία δ᾽ οὐχὶ διὰ τοῦτον γίγνεται;
Καρίων
τί δέ; τὰς τριήρεις οὐ σὺ πληροῖς; εἰπέ μοι.
Χρεμύλος
τὸ δ᾽ ἐν Κορίνθῳ ξενικὸν οὐχ οὗτος τρέφει;
Καρίων
ὁ Πάμφιλος δ᾽ οὐχι διὰ τοῦτον κλαύσεται;
Χρεμύλος
175 ὁ βελονοπώλης δ᾽ οὐχὶ μετὰ τοῦ Παμφίλου;
Καρίων
Ἀγύρριος δ᾽ οὐχὶ διὰ τοῦτον πέρδεται;
Χρεμύλος
Φιλέψιος δ᾽ οὐχ ἕνεκα σοῦ μύθους λέγει;
Καρίων
ἡ ξυμμαχία δ᾽ οὐ διὰ σὲ τοῖς Αἰγυπτίοις;
Χρεμύλος
ἐρᾷ δὲ Λαῒς οὐ διὰ σὲ Φιλωνίδου;
Καρίων
180 ὁ Τιμοθέου δὲ πύργος —
Χρεμύλος
ἐμπέσοι γέ σοι.
τὰ δὲ πράγματ᾽ οὐχὶ διὰ σὲ πάντα πράττεται;
μονώτατος γὰρ εἶ σὺ πάντων αἴτιος
καὶ τῶν κακῶν καὶ τῶν ἀγαθῶν, εὖ ἴσθ᾽ ὅτι.
Καρίων
κρατοῦσι γοῦν κἀν τοῖς πολέμοις ἑκάστοτε,
185 ἐφ᾽ οἷς οὗτος ἐπικαθέζηται μόνον.
Πλοῦτος
ἐγὼ τοσαῦτα δυνατός εἰμ᾽ εἷς ὢν ποιεῖν;
Χρεμύλος
καὶ ναὶ μὰ Δία τούτων γε πολλῷ πλείονα:
ὥστ᾽ οὐδὲ μεστὸς σοῦ γέγον᾽ οὐδεὶς πώποτε.
τῶν μὲν γὰρ ἄλλων ἐστὶ πάντων πλησμονή,
190 ἔρωτος
Καρίων
ἄρτων
Χρεμύλος
μουσικῆς
Καρίων
τραγημάτων
Χρεμύλος
τιμῆς
Καρίων
πλακούντων
Χρεμύλος
ἀνδραγαθίας
Καρίων
ἰσχάδων
Χρεμύλος
φιλοτιμίας
Καρίων
μάζης
Χρεμύλος
στρατηγίας
Καρίων
φακῆς:
Χρεμύλος
σοῦ δ᾽ ἐγένετ᾽ οὐδεὶς μεστὸς οὐδεπώποτε.
ἀλλ᾽ ἢν τάλαντά τις λάβῃ τριακαίδεκα,
195 πολὺ μᾶλλον ἐπιθυμεῖ λαβεῖν ἑκκαίδεκα:
κἂν ταῦτ᾽ ἀνύσηται, τετταράκοντα βούλεται,
ἤ φησιν εἶν ἀβίωτον αὑτῷ τὸν βίον.
Πλοῦτος
εὖ τοι λέγειν ἔμοιγε φαίνεσθον πάνυ:
πλὴν ἓν μόνον δέδοικα.
Χρεμύλος
φράζε τοῦ πέρι;
Πλοῦτος
200 ὅπως ἐγὼ τὴν δύναμιν ἣν ὑμεῖς φατε
ἔχειν με, ταύτης δεσπότης γενήσομαι.
Χρεμύλος
νὴ τὸν Δί᾽ ἀλλὰ καὶ λέγουσι πάντες ὡς
δειλότατόν ἐσθ᾽
ὁ Πλοῦτος.
Πλοῦτος
ἥκιστ᾽, ἀλλά με
τοιχωρύχος τις διέβαλ᾽. ἐσδὺς γάρ ποτε
205 οὐκ εἶχεν ἐς τὴν οἰκίαν οὐδὲν λαβεῖν,
εὑρὼν ἁπαξάπαντα κατακεκλῃμένα:
εἶτ᾽ ὠνόμασέ μου τὴν πρόνοιαν δειλίαν.
Χρεμύλος
μή νυν μελέτω σοι μηδέν: ὡς ἐὰν γένῃ
ἀνὴρ πρόθυμος αὐτὸς ἐς τὰ πράγματα,
210 βλέποντ᾽ ἀποδείξω σ᾽ ὀξύτερον τοῦ Λυγκέως.
Πλοῦτος
πῶς οὖν δυνήσει τοῦτο δρᾶσαι θνητὸς ὤν;
Χρεμύλος
ἔχω τιν᾽ ἀγαθὴν ἐλπίδ᾽ ἐξ ὧν εἶπέ μοι
ὁ Φοῖβος αὐτὸς Πυθικὴν σείσας δάφνην.
Πλοῦτος
κἀκεῖνος οὖν σύνοιδε ταῦτα;
Χρεμύλος
φήμ᾽ ἐγώ.
Πλοῦτος
215 ὁρᾶτε.
Χρεμύλος
μὴ φρόντιζε μηδὲν ὦγαθέ.
ἐγὼ γάρ, εὖ τοῦτ᾽ ἴσθι, κεἰ δεῖ μ᾽ ἀποθανεῖν,
αὐτὸς διαπράξω ταῦτα.
Καρίων
κἂν βούλῃ γ᾽, ἐγώ.
Χρεμύλος
πολλοὶ δ᾽ ἔσονται χἄτεροι νῷν ξύμμαχοι,
ὅσοις δικαίοις οὖσιν οὐκ ἦν ἄλφιτα.
Πλοῦτος
220 παπαῖ πονηρούς γ᾽ εἶπας ἡμῖν συμμάχους.
Χρεμύλος
οὐκ ἤν γε πλουτήσωσιν ἐξ ἀρχῆς πάλιν.
ἀλλ᾽ ἴθι σὺ μὲν ταχέως δραμών —
Καρίων
τί δρῶ; λέγε.
Χρεμύλος
τοὺς ξυγγεώργους κάλεσον, εὑρήσεις δ᾽ ἴσως
ἐν τοῖς ἀγροῖς αὐτοὺς ταλαιπωρουμένους,
225 ὅπως ἂν ἴσον ἕκαστος ἐνταυθοῖ παρὼν
ἡμῖν μετάσχῃ τοῦδε τοῦ Πλούτου μέρος.
Καρίων
καὶ δὴ βαδίζω: τουτοδὶ τὸ κρεᾴδιον
τῶν ἔνδοθέν τις εἰσενεγκάτω λαβών.
Χρεμύλος
ἐμοὶ μελήσει τοῦτό γ᾽: ἀλλ᾽ ἀνύσας τρέχε.
230 σὺ δ᾽ ὦ κράτιστε Πλοῦτε πάντων δαιμόνων
εἴσω μετ᾽ ἐμοῦ δεῦρ᾽ εἴσιθ᾽: ἡ γὰρ οἰκία