by Aristophanes
αὕτη ‘στὶν ἣν δεῖ χρημάτων σε τήμερον
μεστὴν ποιῆσαι καὶ δικαίως κἀδίκως.
Πλοῦτος
ἀλλ᾽ ἄχθομαι μὲν εἰσιὼν νὴ τοὺς θεοὺς
235 εἰς οἰκίαν ἑκάστοτ᾽ ἀλλοτρίαν πάνυ:
ἀγαθὸν γὰρ ἀπέλαυσ᾽ οὐδὲν αὐτοῦ πώποτε.
ἢν μὲν γὰρ ὡς φειδωλὸν εἰσελθὼν τύχω,
εὐθὺς κατώρυξέν με κατὰ τῆς γῆς κάτω:
κἄν τις προσέλθῃ χρηστὸς ἄνθρωπος φίλος
240 αἰτῶν λαβεῖν τι σμικρὸν ἀργυρίδιον,
ἔξαρνός ἐστι μηδ᾽ ἰδεῖν με πώποτε.
ἢν δ᾽ ὡς παραπλῆγ᾽ ἄνθρωπον εἰσελθὼν τύχω,
πόρναισι καὶ κύβοισι παραβεβλημένος
γυμνὸς θύραζ᾽ ἐξέπεσον ἐν ἀκαρεῖ χρόνου.
Χρεμύλος
245 μετρίου γὰρ ἀνδρὸς οὐκ ἐπέτυχες πώποτε.
ἐγὼ δὲ τούτου τοῦ τρόπου πώς εἰμ᾽ ἀεί,
χαίρω τε γὰρ φειδόμενος ὡς οὐδεὶς ἀνὴρ
πάλιν τ᾽ ἀναλῶν, ἡνίκ᾽ ἂν τούτου δέῃ.
ἀλλ᾽ εἰσίωμεν, ὡς ἰδεῖν σε βούλομαι
250 καὶ τὴν γυναῖκα καὶ τὸν υἱὸν τὸν μόνον,
ὃν ἑγὼ φιλῶ μάλιστα μετὰ σέ.
Πλοῦτος
πείθομαι.
Χρεμύλος
τί γὰρ ἄν τις οὐχὶ πρὸς σὲ τἀληθῆ λέγοι;
Καρίων
ὦ πολλὰ δὴ τῷ δεσπότῃ ταὐτὸν θύμον φαγόντες,
ἄνδρες φίλοι καὶ δημόται καὶ τοῦ πονεῖν ἐρασταί,
255 ἴτ᾽ ἐγκονεῖτε σπεύδεθ᾽, ὡς ὁ καιρὸς οὐχὶ μέλλειν,
ἀλλ᾽ ἔστ᾽ ἐπ᾽ αὐτῆς τῆς ἀκμῆς, ᾗ δεῖ παρόντ᾽ ἀμύνειν.
Χορός
οὔκουν ὁρᾷς ὁρμωμένους ἡμᾶς πάλαι προθύμως,
ὡς εἰκός ἐστιν ἀσθενεῖς γέροντας ἄνδρας ἤδη;
σὺ δ᾽ ἀξιοῖς ἴσως με θεῖν, πρὶν ταῦτα καὶ φράσαι μοι
260 ὅτου χάριν μ᾽ ὁ δεσπότης ὁ σὸς κέκληκε δῦρο.
Καρίων
οὔκουν πάλαι δήπου λέγω; σὺ δ᾽ αὐτὸς οὐκ ἀκούεις.
ὁ δεσπότης γάρ φησιν ὑμᾶς ἡδέως ἅπαντας
ψυχροῦ βίου καὶ δυσκόλου ζήσειν ἀπαλλαγέντας.
Χορός
ἔστιν δὲ δὴ τί καὶ πόθεν τὸ πρᾶγμα τοῦθ᾽ ὅ φησιν;
Καρίων
265 ἔχων ἀφῖκται δεῦρο πρεσβύτην τιν᾽ ὦ πόνηροι
ῥυπῶντα κυφὸν ἄθλιον ῥυσὸν μαδῶντα νωδόν:
οἶμαι δὲ νὴ τὸν οὐρανὸν καὶ ψωλὸν αὐτὸν εἶναι.
Χορός
ὦ χρυσὸν ἀγγείλας ἐπῶν πῶς φῄς; πάλιν φράσον μοι.
δηλοῖς γὰρ αὐτὸν σωρὸν ἥκειν χρημάτων ἔχοντα.
Καρίων
270 πρεσβυτικῶν μὲν οὖν κακῶν ἔγωγ᾽ ἔχοντα σωρόν.
Χορός
μῶν ἀξιοῖς φενακίσας ἔπειτ᾽ ἀπαλλαγῆναι
ἀζήμοις, καὶ ταῦτ᾽ ἐμοῦ βακτηρίαν ἔχοντος;
Καρίων
πάντως γὰρ ἄνθρωπον φύσει τοιοῦτον ἐς τὰ πάντα
ἡγεῖσθέ μ᾽ εἶναι κοὐδὲν ἂν νομίζεθ᾽ ὑγιὲς εἰπεῖν;
Χορός
275 ὡς σεμνὸς οὑπίτριπτος: αἱ κνῆμαι δέ σου βοῶσιν
‘ἰοὺ ἰού,’ τὰς χοίνικας καὶ τὰς πέδας ποθοῦσαι.
Καρίων
ἐν τῇ σορῷ νυνὶ λαχὸν τὸ γράμμα σου δικάζειν,
σὺ δ᾽ οὐ βαδίζεις, ὁ δὲ Χάρων τὸ ξύμβολον δίδωσιν.
Χορός
διαρραγείης, ὡς μόθων εἶ καὶ φύσει κόβαλος,
280 ὅστις φενακίζεις, φράσαι δ᾽ οὔπω τέτληκας ἡμῖν,
οἳ πολλὰ μοχθήσαντες οὐκ οὔσης σχολῆς προθύμως
δεῦρ᾽ ἤλθομεν, πολλῶν θύμων ῥίζας διεκπερῶντες.
Καρίων
ἀλλ᾽ οὐκέτ᾽ ἂν κρύψαιμι. τὸν Πλοῦτον γὰρ ὦνδρες ἥκει
285 ἄγων ὁ δεσπότης, ὃς ὑμᾶς πλουσίους ποιήσει.
Χορός
ὄντως γὰρ ἔστι πλουσίοις ἡμῖν ἅπασιν εἶναι;
Καρίων
νὴ τοὺς θεοὺς Μίδαις μὲν οὖν, ἢν ὦτ᾽ ὄνου λάβητε.
Χορός
ὡς ἥδομαι καὶ τέρπομαι καὶ βούλομαι χορεῦσαι
ὑφ᾽ ἡδονῆς, εἴπερ λέγεις ὄντως σὺ ταῦτ᾽ ἀληθῆ.
Καρίων
290 καὶ μὴν ἐγὼ βουλήσομαι θρεττανελὸ τὸν Κύκλωπα
μιμούμενος καὶ τοῖν ποδοῖν ὡδὶ παρενσαλεύων
ὑμᾶς ἄγειν. ἀλλ᾽ εἶα τέκεα θαμίν᾽ ἐπαναβοῶντες
βληχώμενοί τε προβατίων
αἰγῶν τε κιναβρώντων μέλη
295 ἕπεσθ᾽ ἀπεψωλημένοι: τράγοι δ᾽ ἀκρατιεῖσθε. Χορός
ἡμεῖς δέ γ᾽ αὖ ζητήσομεν θρεττανελὸ τὸν Κύκλωπα
βληχώμενοι, σὲ τουτονὶ πεινῶντα καταλαβόντες,
πήραν ἔχοντα λάχανά τ᾽ ἄγρια δροσερά, κραιπαλῶντα
ἡγούμενον τοῖς προβατίοις,
300 εἰκῇ δὲ καταδαρθόντα που
μέγαν λαβόντες ἡμμένον σφηκίσκον ἐκτυφλῶσαι. Καρίων
ἐγὼ δὲ τὴν Κίρκην γε τὴν τὰ φάρμακ᾽ ἀνακυκῶσαν,
ἣ τοὺς ἑταίρους τοῦ Φιλωνίδου ποτ᾽ ἐν Κορίνθῳ
ἔπεισεν ὡς ὄντας κάπρους
305 μεμαγμένον σκῶρ ἐσθίειν, αὐτὴ δ᾽ ἔματτεν αὐτοῖς,
μιμήσομαι πάντας τρόπους:
ὑμεῖς δὲ γρυλίζοντες ὑπὸ φιληδίας
ἕπεσθε μητρὶ χοῖροι. Χορός
οὐκοῦν σε τὴν Κίρκην γε τὴν τὰ φάρμακ᾽ ἀνακυκῶσαν
310 καὶ μαγγανεύουσαν μολύνουσάν τε τοὺς ἑταίρους
λαβόντες ὑπὸ φιληδίας
τὸν Λαρτίου μιμούμενοι τῶν ὄρχεων κρεμῶμεν,
μινθώσομέν θ᾽ ὥσπερ τράγου
τὴν ῥῖνα: σὺ δ᾽ Ἀρίστυλλος ὑποχάσκων ἐρεῖς,
315 ἕπεσθε μητρὶ χοῖροι. Καρίων
ἀλλ᾽ εἶα νῦν τῶν σκωμμάτων ἀπαλλαγέντες ἤδη
ὑμεῖς ἐπ᾽ ἄλλ᾽ εἶδος τρέπεσθ᾽,
ἐγὼ δ᾽ ἰὼν ἤδη λάθρᾳ
βουλήσομαι τοῦ δεσπότου
320 λαβών τιν᾽ ἄρτον καὶ κρέας
μασώμενος τὸ λοιπὸν οὕτω τῷ κόπῳ ξυνεῖναι. Χοροῦ
Χρεμύλος
χαίρειν μὲν ὑμᾶς ἐστιν ὦνδρες δημόται
ἀρχαῖον ἤδη προσαγορεύειν καὶ σαπρόν:
ἀσπάζομαι δ᾽ ὁτιὴ προθύμως ἥκετε
325 καὶ συντεταμένως κοὐ κατεβλακευμένως.
ὅπως δέ μοι καὶ τἄλλα συμπαραστάται
ἔσεσθε καὶ σωτῆρες ὄντως τοῦ θεοῦ.
Χορός
θάρρει: βλέπειν γὰρ ἄντικρυς δόξεις μ᾽ Ἄρη.
δεινὸν γὰρ εἰ τριωβόλου μὲν οὕνεκα
330 ὠστιζόμεσθ᾽ ἑκάστοτ᾽ ἐν τἠκκλησίᾳ,
αὐτὸν δὲ τὸν Πλοῦτον παρείην τῳ λαβεῖν.
Χρεμύλος
καὶ μὴν ὁρῶ καὶ Βλεψίδημον τουτονὶ
προσιόντα: δῆλος δ᾽ ἐστὶν ὅτι τοῦ πράγματος
ἀκήκοέν τι τῇ βαδίσει καὶ τῷ τάχει.
Βλεψίδημος
335 τί ἂν οὖν τὸ πρᾶγμ᾽ εἴη; πόθεν καὶ τίνι τρόπῳ
Χρεμύλος πεπλούτηκ᾽ ἐξαπίνης; οὐ πείθομαι.
καίτοι λόγος γ᾽ ἦν νὴ τὸν Ἡρακλέα πολὺς
ἐπὶ τοῖσι κουρείοισι τῶν καθημένων,
ὡς ἐξαπίνης ἀνὴρ γεγένηται πλούσιος.
340 ἔστιν δέ μοι τοῦτ᾽ αὐτὸ θαυμάσιον, ὅπως
χρηστόν τι πράττων τοὺς φίλους μεταπέμπεται.
οὔκουν ἐπιχώριόν γε πρᾶγμ᾽ ἐργάζεται.
Χρεμύλος
ἀλλ᾽ οὐδὲν ἀποκρύψας ἐρῶ: νὴ τοὺς θεοὺς
ὦ Βλεψίδημ᾽ ἄμεινον ἢ χθὲς πράττομεν,
345 ὥστε μετέχειν ἔξεστιν: εἶ γὰρ τῶν φίλων.
Βλεψίδημος
γέγονας δ᾽ ἀληθῶς, ὡς λέγουσι, πλούσιος;
Χρεμύλος
ἔσομαι μὲν οὖν αὐτίκα μάλ᾽, ἢν θεὸς θέλῃ.
ἔνι γάρ τις ἔνι κίνδυνος ἐν τῷ πράγματι.
Βλεψίδημος
ποῖός τις;
Χρεμύλος
οἷος;
Βλεψίδημος
λέγ᾽ ἀνύσας ὅ τι φῄς ποτε.
Χρεμύλος
350 ἢν μὲν κατορθώσωμεν, εὖ πράττειν ἀεί:
ἢν δὲ σφαλῶμεν, ἐπιτετρῖφθαι τὸ παράπαν.
Βλεψίδημος
τουτὶ πονηρὸν φαίνεται τὸ φορτίον
καί μ᾽ οὐκ ἀρέσκει. τό τε γὰρ ἐξαίφνης ἄγαν
οὕτως ὑπερπλουτεῖν τό τ᾽ αὖ δεδοικέναι
355 πρὸς ἀνδρὸς οὐδὲν ὑγιές ἐστ᾽ εἰργασμένου.
Χρεμύλος
πῶς οὐδὲν ὑγιές;
Βλεψίδημος
εἴ τι κεκλοφὼς νὴ Δία
ἐκεῖθεν ἥκεις ἀργύριον ἢ χρυσίον
παρὰ τοῦ θεοῦ, κἄπειτ᾽ ἴσως σοι μεταμέλει.
Χρεμύλος
Ἄπολλον ἀποτρόπαιε μὰ Δί᾽ ἐγὼ μὲν οὔ.
Βλεψίδημος
360 παῦσαι φλυαρῶν ὦγάθ᾽: οῖδα γὰρ σαφῶς.
Χρεμύλος
σὺ μηδὲν εἰς ἔμ᾽ ὑπονόει τοιουτονί.
Βλεψίδημος
φεῦ,
ὡς οὐδὲν ἀτεχνῶς ὑγιές ἐστιν οὐδενός,
ἀλλ᾽ εἰσὶ τοῦ κέρδους ἅπαντες ἥττονες.
Χρεμύλος
οὔ τοι μὰ τὴν Δήμητρ᾽ ὑγιαίνειν μοι δοκεῖς.
Βλεψίδημος
365 ὡς πολὺ μεθέστηχ᾽ ὧν πρότερον εἶχεν τρόπων.
Χρεμύλος
μελαγχολᾷς ὦνθρωπε νὴ τὸν οὐρανόν.
Βλεψίδημος
ἀλλ᾽ οὐδὲ τὸ βλέμμ᾽ αὐτὸ κατὰ χώραν ἔχει,
ἀλλ᾽ ἐστὶν ἐπίδηλόν τι πεπανουργηκότι.
Χρεμύλος
σὺ μὲν οἶδ᾽ ὃ κρώζεις: ὡς ἐμοῦ τι κεκλοφότος
370 ζητεῖς μεταλαβεῖν.
Βλεψίδημος
μεταλαβεῖν ζητῶ; τίνος;
Χρεμύλος
τὸ δ᾽ ἐστὶν οὐ τοιοῦτον ἀλλ᾽ ἑτέρως ἔχον.
Βλεψίδημος
μῶν οὐ κέκλοφας ἀλλ᾽ ἥρπακας;
Χρεμύλος
κακοδαιμονᾷς.
Βλεψίδημος
ἀλλ᾽ οὐδὲ μὴν ἀπεστέρηκάς γ᾽ οὐδένα;
Χρεμύλος
ου᾽ δῆτ᾽ ἔγωγ᾽.
Βλεψίδημος
ὦ Ἡράκλεις, φέρε ποῖ τις ἂν
375 τράποιτο; τἀληθὲς γὰρ οὐκ ἐθέλει φράσαι.
Χρεμύλος
κατηγορεῖς γὰρ πρὶν μαθεῖν τὸ πρᾶγμά μου.
Βλεψίδημος
ὦ τᾶν ἐγώ τοι τοῦτ᾽ ἀπὸ σμικροῦ πάνυ
ἐθέλω διαπρᾶξαι πρὶν πυθέσθαι τὴν πόλιν,
τὸ στόμ᾽ ἐπιβύσας κέρμασιν τῶν ῥητόρων.
Χρεμύλος
380 καὶ μὴν φίλως γ᾽ ἄν μοι δοκεῖς νὴ τοὺς θεοὺς
τρεῖς μνᾶς ἀναλώσας λογίσασθαι δώδεκα.
Βλεψίδημος
ὁρῶ τιν᾽ ἐπὶ τοῦ βήματος καθεδούμενον
ἱκετηρίαν ἔχοντα μετὰ τῶν παιδίων
καὶ τῆς γυναικός, κου᾽ διοίσοντ᾽ ἄντικρυς
385 τῶν Ἡρακλειδῶν οὐδ᾽ ὁτιοῦν τῶν Παμφίλου.
Χρεμύλος
οὒκ ὦ κακόδαιμον, ἀλλὰ τοὺς χρηστοὺς μόνους
ἔγωγε καὶ τοὺς δεξιοὺς καὶ σώφρονας
ἀπαρτὶ πλουτῆσαι ποιήσω.
Βλεψίδημος
τί σὺ λέγεις;
οὕτω πάνυ πολλὰ κέκλοφας;
Χρεμύλος
οἴμοι τῶν κακῶν,
390 ἀπολεῖς.
Βλεψίδημος
σὺ μ�
�ν οὖν σεαυτόν, ὥς γ᾽ ἐμοὶ δοκεῖς.
Χρεμύλος
ου᾽ δῆτ᾽, ἐπεὶ τὸν Πλοῦτον ὦ μόχθηρε σὺ
ἔχω.
Βλεψίδημος
σὺ Πλοῦτον; ποῖον;
Χρεμύλος
αὐτὸν τὸν θεόν.
Βλεψίδημος
καὶ ποῦ ‘στιν;
Χρεμύλος
ἔνδον.
Βλεψίδημος
ποῦ;
Χρεμύλος
παρ᾽
ἐμοί.
Βλεψίδημος
παρὰ σοί;
Χρεμύλος
πάνυ.
Βλεψίδημος
οὐκ ἐς κόρακας; Πλοῦτος παρὰ σοί;
Χρεμύλος
νὴ τοὺς θεούς.
Βλεψίδημος
395 λὲγεις ἀληθῆ;
Χρεμύλος
φημί.
Βλεψίδημος
πρὸς τῆς Ἑστίας;
Χρεμύλος
νὴ τὸν Ποσειδῶ.
Βλεψίδημος
τὸν θαλάττιον λέγεις;
Χρεμύλος
εἰ δ᾽ ἔστιν ἕτερός τις Ποσειδῶν, τὸν ἕτερον.
Βλεψίδημος
εἶτ᾽ οὐ διαπέμπεις καὶ πρὸς ἡμᾶς τοὺς φίλους;
Χρεμύλος
οὐκ ἔστι πω τὰ πράγματ᾽ ἐν τούτῳ.
Βλεψίδημος
τί φῄς;
400 οὐ τῷ μεταδοῦναι;
Χρεμύλος
μὰ Δία. δεῖ γὰρ πρῶτα
Βλεψίδημος
τί;
Χρεμύλος
βλέψαι ποιῆσαι νώ —
Βλεψίδημος
τίνα βλέψαι; φράσον.
Χρεμύλος
τὸν Πλοῦτον ὥσπερ πρότερον ἑνί γέ τῳ τρόπῳ.
Βλεψίδημος
τυφλὸς γὰρ ὄντως ἐστί;
Χρεμύλος
νὴ τὸν οὐρανόν.
Βλεψίδημος
οὐκ ἐτὸς ἄρ᾽ ὡς ἔμ᾽ ἦλθεν οὐδεπώποτε.
Χρεμύλος
405 ἀλλ᾽ ἢν θεοὶ θέλωσι, νῦν ἀφίξεται.
Βλεψίδημος
οὔκουν ἰατρὸν εἰσάγειν ἐχρῆν τινά;
Χρεμύλος