Book Read Free

Delphi Complete Works of Aristophanes (Illustrated) (Delphi Ancient Classics)

Page 128

by Aristophanes


  Πενία

  σκέψαι τοίνυν ἐν ταῖς πόλεσιν τοὺς ῥήτορας, ὡς ὁπόταν μὲν

  ὦσι πένητες, περὶ τὸν δῆμον καὶ τὴν πόλιν εἰσὶ δίκαιοι,

  πλουτήσαντες δ᾽ ἀπὸ τῶν κοινῶν παραχρῆμ᾽ ἄδικοι γεγένηνται,

  570 ἐπιβουλεύουσί τε τῷ πλήθει καὶ τῷ δήμῳ πολεμοῦσιν.

  Χρεμύλος

  ἀλλ᾽ οὐ ψεύδει τούτων γ᾽ οὐδέν, καίπερ σφόδρα βάσκανος οὖσα.

  ἀτὰρ οὐχ ἧττόν γ᾽ οὐδὲν κλαύσει, μηδὲν ταύτῃ γε κομήσῃς,

  ὁτιὴ ζητεῖς τοῦτ᾽ ἀναπείθειν ἡμᾶς, ὡς ἔστιν ἄμεινον

  Πενία Πλούτου.

  Πενία

  καὶ σύ γ᾽ ἐλέγξαι μ᾽ οὔπω δύνασαι περὶ τούτου,

  575 ἀλλὰ φλυαρεῖς καὶ πτερυγίζεις.

  Χρεμύλος

  καὶ πῶς φεύγουσί σ᾽ ἅπαντες;

  Πενία

  ὅτι βελτίους αὐτοὺς ποιῶ. σκέψασθαι δ᾽ ἔστι μάλιστα

  ἀπὸ τῶν παίδων: τοὺς γὰρ πατέρας φεύγουσι φρονοῦντας ἄριστα

  αὐτοῖς. οὕτω διαγιγνώσκειν χαλεπὸν πρᾶγμ᾽ ἐστὶ δίκαιον.

  Χρεμύλος

  τὸν Δία φήσεις ἆρ᾽ οὐκ ὀρθῶς διαγιγνώσκειν τὸ κράτιστον:

  580 κἀκεῖνος γὰρ τὸν Πλοῦτον ἔχει.

  Βλεψίδημος

  ταύτην δ᾽ ἡμῖν ἀποπέμπει.

  Πενία

  ἀλλ᾽ ὦ Κρονικαῖς λήμαις ὄντως λημῶντες τὰς φρένας ἄμφω,

  ὁ Ζεὺς δήπου πένεται, καὶ τοῦτ᾽ ἤδη φανερῶς σε διδάξω.

  εἰ γὰρ ἐπλούτει, πῶς ἂν ποιῶν τὸν Ὀλυμπικὸν αὐτὸς ἀγῶνα

  ἵνα τοὺς Ἕλληνας ἅπαντας ἀεὶ δι᾽ ἔτους πέμπτου ξυναγείρει,

  585 ἀνεκήρυττεν τῶν ἀσκητῶν τοὺς νικῶντας στεφανώσας

  κοτίνου στεφάνῳ; καίτοι χρυσῷ μᾶλλον ἐχρῆν, εἴπερ ἐπλούτει.

  Χρεμύλος

  οὐκοῦν τούτῳ δήπου δηλοῖ τιμῶν τὸν Πλοῦτον ἐκεῖνος:

  φειδόμενος γὰρ καὶ βουλόμενος τούτου μηδὲν δαπανᾶσθαι,

  λήροις ἀναδῶν τοὺς νικῶντας τὸν Πλοῦτον ἐᾷ παρ᾽ ἑαυτῷ.

  Πενία

  590 πολὺ τῆς Πενίας πρᾶγμ᾽ αἴσχιον ζητεῖς αὐτῷ περιάψαι,

  εἰ πλούσιος ὢν ἀνελεύθερός ἐσθ᾽ οὑτωσὶ καὶ φιλοκερδής.

  Χρεμύλος

  ἀλλὰ σέ γ᾽ ὁ Ζεὺς ἐξολέσειεν κοτίνου στεφάνῳ στεφανώσας.

  Πενία

  τὸ γὰρ ἀντιλέγειν τολμᾶν ὑμᾶς ὡς οὐ πάντ᾽ ἔστ᾽ ἀγάθ᾽ ὑμῖν

  διὰ τὴν Πενίαν.

  Χρεμύλος

  παρὰ τῆς Ἑκάτης ἔξεστιν τοῦτο πυθέσθαι,

  595 εἴτε τὸ πλουτεῖν εἴτε τὸ πεινῆν βέλτιον. φησὶ γὰρ αὕτη

  τοὺς μὲν ἔχοντας καὶ πλουτοῦντας δεῖπνον κατὰ μῆν᾽ ἀποπέμπειν,

  τοὺς δὲ πένητας τῶν ἀνθρώπων ἁρπάζειν πρὶν καταθεῖναι.

  Χρεμύλος

  ἀλλὰ φθείρου καὶ μὴ γρύξῃς

  ἔτι μηδ᾽ ὁτιοῦν.

  600 οὐ γὰρ πείσεις, οὐδ᾽ ἢν πείσῃς.

  Πενία

  ὦ πόλις Ἄργους, κλύεθ᾽ οἷα λέγει.

  Χρεμύλος

  Παύσωνα κάλει τὸν ξύσσιτον.

  Πενία

  τί πάθω τλήμων;

  Χρεμύλος

  ἔρρ᾽ ἐς κόρακας θᾶττον ἀφ᾽ ἡμῶν.

  Πενία

  605 εἶμι δὲ ποῖ γῆς;

  Χρεμύλος

  ἐς τὸν κύφων᾽: ἀλλ᾽ οὐ μέλλειν

  χρῆν σ᾽, ἀλλ᾽ ἀνύειν.

  Πενία

  ἦ μὴν ὑμεῖς γ᾽ ἔτι μ᾽ ἐνταυθοῖ

  μεταπέμψεσθον.

  Χρεμύλος

  610 τότε νοστήσεις: νῦν δὲ φθείρου.

  κρεῖττον γάρ μοι πλουτεῖν ἐστίν,

  σὲ δ᾽ ἐᾶν κλάειν μακρὰ τὴν κεφαλήν.

  Βλεψίδημος

  νὴ Δί᾽ ἐγὼ γοῦν ἐθέλω πλουτῶν

  εὐωχεῖσθαι μετὰ τῶν παίδων

  615 τῆς τε γυναικός, καὶ λουσάμενος

  λιπαρὸς χωρῶν ἐκ βαλανείου

  τῶν χειροτεχνῶν

  καὶ τῆς Πενίας καταπαρδεῖν.

  Χρεμύλος

  αὕτη μὲν ἡμῖν ἡπίτριπτος οἴχεται.

  620 ἐγὼ δὲ καὶ σύ γ᾽ ὡς τάχιοτα τὸν θεὸν

  ἐγκατακλινοῦντ᾽ ἄγωμεν εἰς Ἀσκληπιοῦ.

  Βλεψίδημος

  καὶ μὴ διατρίβωμέν γε, μὴ πάλιν τις αὖ

  ἐλθὼν διακωλύσῃ τι τῶν προὔργου ποιεῖν.

  Χρεμύλος

  παῖ Καρίων τὰ στρώματ᾽ ἐκφέρειν σ᾽ ἐχρῆν

  625 αὐτόν τ᾽ ἄγειν τὸν Πλοῦτον, ὡς νομίζεται,

  καὶ τἄλλ᾽ ὅσ᾽ ἐστὶν ἔνδον ηὐτρεπισμένα.

  Χοροῦ

  Καρίων

  ὦ πλεῖστα Θησείοις μεμυστιλημένοι

  γέροντες ἄνδρες ἐπ᾽ ὀλιγίστοις ἀλφίτοις,

  ὡς εὐτυχεῖθ᾽, ὡς μακαρίως πεπράγατε,

  630 ἄλλοι θ᾽ ὅσοις μέτεστι τοῦ χρηστοῦ τρόπου.

  Χορός

  τί δ᾽ ἔστιν ὦ βέλτιστε τῶν σαυτοῦ φίλων;

  φαίνει γὰρ ἥκειν ἄγγελος χρηστοῦ τινος.

  Καρίων

  ὁ δεσπότης πέπραγεν εὐτυχέστατα,

  μᾶλλον δ᾽ ὁ Πλοῦτος αὐτός: ἀντὶ γὰρ τυφλοῦ

  635 ἐξωμμάτωται καὶ λελάμπρυνται κόρας,

  Ἀσκληπιοῦ παιῶνος εὐμενοῦς τυχών.

  Χορός

  λέγεις μοι χαράν, λέγεις μοι βοάν.

  Καρίων

  πάρεστι χαίρειν, ἤν τε βούλησθ᾽ ἤν τε μή.

  Χορός

  ἀναβοάσομαι τὸν εὔπαιδα καὶ

  640 μέγα βροτοῖσι φέγγος Ἀσκληπιόν.

  Γυνή

  τίς ἡ βοή ποτ᾽ ἐστίν; ἆρ᾽ ἀγγέλλεται

  χρηστόν τι; τοῦτο γὰρ ποθοῦσ᾽ ἐγὼ π
άλαι

  ἔνδον κάθημαι περιμένουσα τουτονί.

  Καρίων

  ταχέως ταχέως φέρ᾽ οἶνον ὦ δέσποιν᾽, ἵνα

  645 καὐτὴ πίῃς: φιλεῖς δὲ δρῶσ᾽ αὐτὸ σφόδρα:

  ὡς ἀγαθὰ συλλήβδην ἅπαντά σοι φέρω.

  Γυνή

  καὶ ποῦ στιν;

  Καρίων

  ἐν τοῖς λεγομένοις εἴσει τάχα.

  Γυνή

  πέραινε τοίνυν ὅ τι λέγεις ἀνύσας ποτέ.

  Καρίων

  ἄκουε τοίνυν, ὡς ἐγὼ τὰ πράγματα

  650 ἐκ τῶν ποδῶν ἐς τὴν κεφαλήν σοι πάντ᾽ ἐρῶ.

  Γυνή

  μὴ δῆτ᾽ ἔμοιγ᾽ ἐς τὴν κεφαλήν.

  Καρίων

  μὴ τἀγαθὰ

  ἃ νῦν γεγένηται;

  Γυνή

  μὴ μὲν οὖν τὰ πράγματα.

  Καρίων

  ὡς γὰρ τάχιστ᾽ ἀφικόμεθα πρὸς τὸν θεὸν

  ἄγοντες ἄνδρα τότε μὲν ἀθλιώτατον

  655 νῦν δ᾽ εἴ τιν᾽ ἄλλον μακάριον κεὐδαίμονα,

  πρῶτον μὲν αὐτὸν ἐπὶ θάλατταν ἤγομεν,

  ἔπειτ᾽ ἐλοῦμεν.

  Γυνή

  νὴ Δί᾽ εὐδαίμων ἄρ᾽ ἦν

  ἀνὴρ γέρων ψυχρᾷ θαλάττῃ λούμενος.

  Καρίων

  ἔπειτα πρὸς τὸ τέμενος ᾖμεν τοῦ θεοῦ.

  660 ἐπεὶ δὲ βωμῷ πόπανα καὶ προθύματα

  καθωσιώθη πέλανος Ἡφαίστου φλογί,

  κατεκλίναμεν τὸν Πλοῦτον, ὥσπερ εἰκὸς ἦν:

  ἡμῶν δ᾽ ἕκαστος στιβάδα παρεκαττύετο.

  Γυνή

  ἦσαν δέ τινες κἄλλοι δεόμενοι τοῦ θεοῦ;

  Καρίων

  665 εἷς μέν γε Νεοκλείδης, ὅς ἐστι μὲν τυφλός,

  κλέπτων δὲ τοὺς βλέποντας ὑπερηκόντικεν:

  ἕτεροί τε πολλοὶ παντοδαπὰ νοσήματα

  ἔχοντες: ὡς δὲ τοὺς λύχνους ἀποσβέσας

  ἡμῖν παρήγγειλεν καθεύδειν τοῦ θεοῦ

  670 ὁ πρόπολος, εἰπών, ἤν τις αἴσθηται ψόφου

  σιγᾶν, ἅπαντες κοσμίως κατεκείμεθα.

  κἀγὼ καθεύδειν οὐκ ἐδυνάμην, ἀλλά με

  ἀθάρης χύτρα τις ἐξέπληττε κειμένη

  ὀλίγον ἄπωθεν τῆς κεφαλῆς του γρᾳδίου,

  675 ἐφ᾽ ἣν ἐπεθύμουν δαιμονίως ἐφερπύσαι.

  ἔπειτ᾽ ἀναβλέψας ὁρῶ τὸν ἱερέα

  τοὺς φθοῖς ἀφαρπάζοντα καὶ τὰς ἰσχάδας

  ἀπὸ τῆς τραπέζης τῆς ἱερᾶς: μετὰ τοῦτο δὲ

  περιῆλθε τοὺς βωμοὺς ἅπαντας ἐν κύκλῳ,

  680 εἴ που πόπανον εἴη τι καταλελειμμένον:

  ἔπειτα ταῦθ᾽ ἥγιζεν ἐς σάκταν τινά.

  κἀγὼ νομίσας πολλὴν ὁσίαν τοῦ πράγματος

  ἐπὶ τὴν χύτραν τῆς ἀθάρης ἀνίσταμαι.

  Γυνή

  ταλάντατ᾽ ἀνδρῶν οὐκ ἐδεδοίκεις τὸν θεόν;

  Καρίων

  685 νὴ τοὺς θεοὺς ἔγωγε μὴ φθάσειέ με

  ἐπὶ τὴν χύτραν ἐλθὼν ἔχων τὰ στέμματα:

  ὁ γὰρ ἱερεὺς αὐτοῦ με προὐδιδάξατο.

  τὸ γρᾴδιον δ᾽ ὡς ᾔσθετο δή μου τὸν ψόφον,

  ἄρασ᾽ ὑφῄρει: κᾆτα συρίξας ἐγὼ

  690 ὀδὰξ ἐλαβόμην ὡς παρείας ὢν ὄφις.

  ἡ δ᾽ εὐθέως τὴν χεῖρα πάλιν ἀνέσπασεν,

  κατέκειτο δ᾽ αὑτὴν ἐντυλίξασ᾽ ἡσυχῇ

  ὑπὸ τοῦ δέους βδέουσα δριμύτερον γαλῆς.

  κἀγὼ τότ᾽ ἤδη τῆς ἀθάρης πολλὴν ἔφλων:

  695 ἔπειτ᾽ ἐπειδὴ μεστὸς ἦν, ἀνεπαλλόμην.

  Γυνή

  ὁ δὲ θεὸς ὑμῖν οὐ προσῄειν;

  Καρίων

  οὐδέπω.

  μετὰ τοῦτο δ᾽ ἤδη καὶ γέλοιον δῆτά τι

  ἐποίησα. προσιόντος γὰρ αὐτοῦ μέγα πάνυ

  ἀπέπαρδον: ἡ γαστὴρ γὰρ ἐπεφύσητό μου.

  Γυνή

  700 ἦ πού σε διὰ τοῦτ᾽ εὐθὺς ἐβδελύττετο.

  Καρίων

  οὔκ, ἀλλ᾽ Ἰασὼ μέν τις ἀκολουθοῦσ᾽ ἅμα

  ὑπηρυθρίασε χἠ Πανάκει᾽ ἀπεστράφη

  τὴν ῥῖν᾽ ἐπιλαβοῦσ᾽: οὐ λιβανωτὸν γὰρ βδέω.

  Γυνή

  αὐτὸς δ᾽ ἐκεῖνος;

  Καρίων

  οὐ μὰ Δί᾽ οὐδ᾽ ἐφρόντισεν.

  Γυνή

  705 λέγεις ἄγροικον ἄρα σύ γ᾽ εἶναι τὸν θεόν.

  Καρίων

  μὰ Δί᾽ οὐκ ἔγωγ᾽, ἀλλὰ σκατοφάγον.

  Γυνή

  αἲ τάλαν.

  Καρίων

  μετὰ ταῦτ᾽ ἐγὼ μὲν εὐθὺς ἐνεκαλυψάμην

  δείσας, ἐκεῖνος δ᾽ ἐν κύκλῳ τὰ νοσήματα

  σκοπῶν περιῄει πάντα κοσμίως πάνυ.

  710 ἔπειτα παῖς αὐτῷ λίθινον θυείδιον

  παρέθηκε καὶ δοίδυκα καὶ κιβώτιον.

  Γυνή

  λίθινον;

  Καρίων

  μὰ Δί᾽ οὐ δῆτ᾽ οὐχὶ τό γε κιβώτιον.

  Γυνή

  σὺ δὲ πῶς ἑώρας ὦ κάκιστ᾽ ἀπολούμενε,

  ὃς ἐγκεκαλύφθαι φῄς;

  Καρίων

  διὰ τοῦ τριβωνίου:

  715 ὀπὰς γὰρ εἶχεν οὐκ ὀλίγας μὰ τὸν Δία.

  πρῶτον δὲ πάντων τῷ Νεοκλείδῃ φάρμακον

  καταπλαστὸν ἐνεχείρησε τρίβειν, ἐμβαλὼν

  σκορόδων κεφαλὰς τρεῖς Τηνίων. ἔπειτ᾽ ἔφλα

  ἐν τῇ θυείᾳ συμπαραμιγνύων ὀπὸν

  720 καὶ σχῖνον: εἶτ᾽ ὄξει διέμενος Σφηττίῳ

  κατέπλασεν αὐτοῦ τὰ βλέφαρ᾽ ἐκστρέψας, ἵνα

  ὀδυνῷτο μᾶλλον. ὁ δὲ κεκραγὼς καὶ βοῶν

  ἔφευγ᾽ ἀνᾴξας: ὁ δὲ θεὸς γελάσας ἔφη:

  ‘ἐνταῦθα νῦν κάθησο καταπεπλασμένος,

  725 ἵν᾽ ὑπομνύμενον παύσω σε τὰς ἐκκλησίας.’

  Γυνή

  �
��ς φιλόπολίς τίς ἐσθ᾽ ὁ δαίμων καὶ σοφός.

  Καρίων

  μετὰ τοῦτο τῷ Πλούτωνι παρεκαθέζετο,

  καὶ πρῶτα μὲν δὴ τῆς κεφαλῆς ἐφήψατο,

  ἔπειτα καθαρὸν ἡμιτύβιον λαβὼν

  730 τὰ βλέφαρα περιέψησεν: ἡ Πανάκεια δὲ

  κατεπέτασ᾽ αὐτοῦ τὴν κεφαλὴν φοινικίδι

  καὶ πᾶν τὸ πρόσωπον: εἶθ᾽ ὁ θεὸς ἐπόππυσεν.

  ἐξῃξάτην οὖν δύο δράκοντ᾽ ἐκ τοῦ νεὼ

  ὑπερφυεῖς τὸ μέγεθος.

  Γυνή

  ὦ φίλοι θεοί.

  Καρίων

  735 τούτω δ᾽ ὑπὸ τὴν φοινικίδ᾽ ὑποδύνθ᾽ ἡσυχῇ

  τὰ βλέφαρα περιέλειχον, ὥς γ᾽ ἐμοὶ δοκεῖ:

  καὶ πρίν σε κοτύλας ἐκπιεῖν οἴνου δέκα,

  ὁ Πλοῦτος ὦ δέσποιν᾽ ἀνειστήκει βλέπων:

  ἐγὼ δὲ τὼ χεῖρ᾽ ἀνεκρότησ᾽ ὑφ᾽ ἡδονῆς

  740 τὸν δεσπότην τ᾽ ἤγειρον. ὁ θεὸς δ᾽ εὐθέως

  ἠφάνισεν αὑτὸν οἵ τ᾽ ὄφεις ἐς τὸν νεών.

  οἱ δ᾽ ἐγκατακείμενοι παρ᾽ αὐτῷ πῶς δοκεῖς

  τὸν Πλοῦτον ἠσπάζοντο καὶ τὴν νύχθ᾽ ὅλην

  ἐγρηγόρεσαν, ἕως διέλαμψεν ἡμέρα.

  745 ἐγὼ δ᾽ ἐπῄνουν τὸν θεὸν πάνυ σφόδρα,

  ὅτι βλέπειν ἐποίησε τὸν Πλοῦτον ταχύ,

  τὸν δὲ Νεοκλείδην μᾶλλον ἐποίησεν τυφλόν.

  Γυνή

  ὅσην ἔχεις τὴν δύναμιν ὦναξ δέσποτα.

  ἀτὰρ φράσον μοι, ποῦ᾽ σθ᾽ ὁ Πλοῦτος;

  Καρίων

  ἔρχεται.

  750 ἀλλ᾽ ἦν περὶ αὐτὸν ὄχλος ὑπερφυὴς ὅσος.

  οἱ γὰρ δίκαιοι πρότερον ὄντες καὶ βίον

  ἔχοντες ὀλίγον αὐτὸν ἠσπάζοντο καὶ

  ἐδεξιοῦνθ᾽ ἅπαντες ὑπὸ τῆς ἡδονῆς:

  ὅσοι δ᾽ ἐπλούτουν οὐσίαν τ᾽ εἶχον συχνὴν

  755 οὐκ ἐκ δικαίου τὸν βίον κεκτημένοι,

 

‹ Prev