Delphi Complete Works of Procopius
Page 158
Βανδίλοι δὲ ἀμφὶ τὴν Μαιῶτιν ᾠκημένοι λίμνην, ἐπειδὴ λιμῷ ἐπιέζοντο, ἐς Γερμανούς τε, οἳ νῦν Φράγγοι καλοῦνται, καὶ ποταμὸν Ῥῆνον ἐχώρουν, [2] Ἀλανοὺς ἑταιρισάμενοι, Γοτθικὸν ἔθνος. εἶτα ἐνθένδε, ἡγουμένου αὐτοῖς Γωδιγίσκλου, ἐν Ἱσπανίᾳ ἱδρύσαντο, ἣ πρώτη ἐστὶν ἐξ ὠκεανοῦ χώρα τῆς Ῥωμαίων ἀρχῆς. τότε ξυμβαίνει Γωδιγίσκλῳ Ὁνώριος ἐφ̓ ᾧ δὴ οὐκ ἐπὶ λύμῃ τῆς χώρας ἐνταῦθα ἱδρύσονται. [3] νόμου δὲ ὄντος Ῥωμαίοις, ἤν τινες οὐχ ὑπὸ ταῖς οἰκείαις χερσὶ τὰ σφέτερα αὐτῶν ἔχοιεν καὶ τρίβοιτο χρόνος εἰς τριάκοντα ἐνιαυτοὺς ἥκων, τούτοις δὴ οὐκέτι εἶναι κυρίοις ἐπὶ τοὺς βιασαμένους ἰέναι, ἀλλ̓ ἐς παραγραφὴν αὐτοῖς ἀποκεκρίσθαι τὴν ἐς τὸ δικαστήριον εἴσοδον, νόμον ἔγραψεν ὅπως ὁ τῶν Βανδίλων χρόνος, ὃν ἂν ἔν γε τῇ Ῥωμαίων ἀρχῇ διατρίβοιεν, ἐς ταύτην δὴ τὴν τριακοντοῦτιν παραγραφὴν ἥκιστα φέροιτο. [4] Ὁνώριος μέν, ἐς τοῦτό οἱ τῆς ἑσπερίας ἐληλαμένης, ἐτελεύτησε νόσῳ. ἐτύγχανε δὲ πρότερον ξὺν τῷ Ὁνωρίῳ τὴν βασιλείαν Κωνστάντιος ἔχων, τῆς Ἀρκαδίου τε καὶ Ὁνωρίου ἀδελφῆς Πλακιδίας ἀνήρ, ὃς ἡμέρας τῇ ἀρχῇ ἐπιβιοὺς ὀλίγας, πονήρως τε νοσήσας εἶτα ἀπέθανεν, Ὁνωρίου ζῶντος, οὐδὲν οὔτε εἰπεῖν λόγου ἄξιον οὔτε πρᾶξαι ἰσχύσας: οὐ γὰρ αὐτῷ ἐπήρκει ὁ χρόνος ὃν ἐν τῇ βασιλείᾳ ἐβίου. [5] τούτου δὴ τοῦ Κωνσταντίου παῖς Βαλεντινιανός, ἄρτι τοῦ τιτθοῦ ἀπαλλαγείς, ἐν τοῖς Θεοδοσίου βασιλείοις ἐτρέφετο, οἱ δὲ τῆς ἐν Ῥώμῃ βασιλέως αὐλῆς τῶν τινα ἐκείνῃ στρατιωτῶν, Ἰωάννην ὄνομα, βασιλέα αἱροῦνται. [6] ἦν δὲ οὗτος ἀνὴρ πρᾷός τε καὶ ξυνέσεως εὖ ἥκων καὶ ἀρετῆς μεταποιεῖσθαι ἐξεπιστάμενος. [7] πέντε γοῦν ἔτη τὴν τυραννίδα ἔχων μετρίως ἐξηγήσατο, καὶ οὔτε τοῖς διαβάλλουσι τὴν ἀκοὴν ὑπέσχεν οὔτε φόνον ἄδικον εἰργάσατο ἑκών γε εἶναι οὔτε χρημάτων ἀφαιρέσει ἐπέθετο: ἐς δὲ βαρβάρους οὐδὲν ὅ τι καὶ πρᾶξαι οἷός τε ἐγεγόνει, ἐπεί οἱ τὰ ἐκ Βυζαντίου πολέμια ἦν. [8] ἐπὶ τοῦτον τὸν Ἰωάννην Θεοδόσιος ὁ Ἀρκαδίου στρατὸν πολὺν πέμψας καὶ στρατηγοὺς Ἄσπαρά τε καὶ Ἀρδαβούριον, τὸν Ἄσπαρος υἱόν, αὐτόν τε ἀφαιρεῖται τὴν τυραννίδα καὶ Βαλεντινιανῷ ἔτι παιδὶ ὄντι τὴν βασιλείαν παρέδωκε. [9] ζῶντα δὲ Βαλεντινιανὸς Ἰωάννην λαβὼν ἔν τε τῷ Ἀκυληίας ἱπποδρομίῳ τὴν ἑτέραν ταῖν χεροῖν ἀποκοπέντα εἰσῆγεν ἐπόμπευσέ τε ὄνῳ ὀχούμενον, καὶ πολλὰ παρὰ τῶν ἀπὸ σκηνῆς ἐνταῦθα παθόντα τε καὶ ἀκούσαντα ἔκτεινεν. οὕτω μὲν Βαλεντινιανὸς τὸ τῆς ἑσπερίας παρέλαβε κράτος. [10] Πλακιδία δὲ ἡ αὐτοῦ μήτηρ θηλυνομένην παιδείαν τε καὶ τροφὴν τὸν βασιλέα τοῦτον ἐξέθρεψέ τε καὶ ἐξεπαίδευσε, καὶ ἀπ̓ αὐτοῦ κακίας ἔμπλεως ἐκ παιδὸς γέγονε. [11] φαρμακεῦσί τε γὰρ τὰ πολλὰ καὶ τοῖς ἐς τὰ ἄστρα περιέργοις ὡμίλει, ἔς τε ἀλλοτρίων γυναικῶν ἔρωτας δαιμονίως ἐσπουδακὼς πολλῇ ἐχρῆτο ἐς τὴν δίαιταν παρανομίᾳ, καίπερ γυναικὶ ξυνοικῶν εὐπρεπεῖ τὴν ὄψιν ἐς ἄγαν οὔσῃ. [12] ταῦτά τοι οὐδέ τι ἀνεσώσατο τῇ βασιλείᾳ ὧν ἀφῄρητο πρότερον, ἀλλὰ καὶ Λιβύην προσαπώλεσε καὶ αὐτὸς ἐφθάρη. [13] καὶ ἐπειδὴ ἐτελεύτησε, τῇ τε γυναικὶ ταῖς τε παισὶ δορυαλώτοις γενέσθαι ξυνέπεσε. γέγονε δὲ ὧδε τὸ ἐν Λιβύῃ πάθος. [14] Στρατηγὼ δύο Ῥωμαίων ἤστην, Ἀέτιός τε καὶ Βονιφάτιος, καρτερώ τε ὡς μάλιστα καὶ πολλῶν πολέμων ἐμπείρω τῶν γε κατ̓ ἐκεῖνον τὸν χρόνον οὐδενὸς ἧσσον. [15] τούτω τὼ ἄνδρε διαφόρω μὲν τὰ πολιτικὰ ἐγενέσθην, ἐς τοσοῦτον δὲ μεγαλοψυχίας τε καὶ τῆς ἄλλης ἀρετῆς ἡκέτην ὥστε, εἴ τις αὐτοῖν ἑκάτερον ἄνδρα Ῥωμαίων ὕστατον εἴποι, οὐκ ἂν ἁμάρτοι: οὕτω τὴν Ῥωμαίων ἀρετὴν ξύμπασαν ἐς τούτω τὼ ἄνδρε ἀποκεκρίσθαι τετύχηκε. [16] τούτοιν τὸν ἕτερον Βονιφάτιον ἡ Πλακιδία στρατηγὸν ἀπέδειξε Λιβύης ἁπάσης. τοῦτο δὲ οὐ βουλομένῳ ἦν Ἀετίῳ, ἀλλ̓ ἥκιστά γε ὡς αὐτὸν οὐκ ἀρέσκει ἐξήνεγκεν. οὔπω γὰρ αὐτοῖν ἡ ἔχθρα ἐς φῶς ἐληλύθει, ἀλλ̓ ὑπὸ τῷ προσώπῳ ἑκατέρῳ ἐκρύπτετο. [17] ἐπεὶ δέ οἱ Βονιφάτιος ἐκποδὼν ἐγεγόνει, διέβαλεν αὐτὸν ἐς τὴν Πλακιδίαν ὡς τυραννοίη, ἀποστερήσας αὐτήν τε καὶ βασιλέα Λιβύης ἁπάσης, ῥᾴδιόν τε εἶναι αὐτῇ ἔλεγε τἀληθὲς ἐξευρεῖν: ἢν γὰρ μεταπέμποιτο Βονιφάτιον ἐς Ῥώμην, οὐ μή ποτε ἔλθῃ. [18] ἐπεὶ δὲ ταῦτα ἤκουσεν ἡ γυνή, εὖ τέ οἱ εἰπεῖν Ἀέτιος ἔδοξε καὶ κατὰ ταῦτα ἐποίει. προτερήσας δὲ Ἀέτιος ἔγραψε πρὸς Βονιφάτιον λάθρα ὡς ἐπιβουλεύοι αὐτῷ ἡ βασιλέως μήτηρ καὶ βούλοιτο αὐτὸν ἐκποδὼν ποιήσασθαι. [19] καί οἱ τεκμήριον τῆς ἐπιβουλῆς προηγόρευεν ἔσεσθαι μέγα: ἐξ αἰτίας γὰρ οὐδεμιᾶς αὐτίκα μάλα μετάπεμπτος ἔσται. ταῦτα μὲν ἡ ἐπιστολὴ ἐδήλου. [20] Βονιφάτιος δὲ οὐκ ἀλογήσας τὰ γεγραμμένα, ἐπειδὴ τάχιστα παρῆσαν οἳ αὐτὸν ὡς βασιλέα ἐκάλουν, ἀπεῖπε τὸ μὴ βασιλεῖ τε καὶ τῇ αὐτοῦ μητρὶ ἐπακούειν, οὐδενὶ τὴν Ἀετίου ὑποθήκην ἐκφήνας. [21] Πλακιδία μὲν οὖν ὡς ταῦτα ἤκουσεν, Ἀέτιόν τε τοῖς βασιλέως πράγμασιν εὔνουν ἐς τὰ μάλιστα ᾤετο εἶναι καὶ τὰ ἀπὸ Βονιφατίου ἐν βουλῇ εἶχε. [22] Βονιφάτιος δὲ ῾καὶ γάρ οἱ οὔτε βασιλεῖ ἐδόκει ἀντιτάξασθαι οἵῳ τε εἶναι ἐς Ῥώμην τε ἀπιόντι οὐδεμία σωτηρία ἐφαίνετὀ βουλεύεται ὅπως οἱ, ἢν δύνηται, ὁμαιχμία ἐς τοὺς Βανδίλους ἔσται, οἳ ἐν
Ἱσπανίᾳ, ὡς πρόσθεν εἴρηται, οὐ πόρρω Λιβύης ἱδρύσαντο. [23] ἔνθα δὴ Γωδίγισκλος μὲν ἐτεθνήκει, διεδέξαντο δὲ τὴν ἀρχὴν οἱ ἐκείνου παῖδες, Γόνθαρις μὲν ἐκ γυναικὸς αὐτῷ γαμετῆς γεγονώς, Γιζέριχος δὲ νόθος. [24] ἀλλ̓ ὁ μὲν ἔτι ἦν παῖς καὶ τὸ δραστήριον οὐ σφόδρα ἔχων, Γιζέριχος δὲ τά τε πολέμια ὡς ἄριστα ἐξήσκητο καὶ δεινότατος ἦν ἀνθρώπων ἁπάντων. [25] πέμψας οὖν ἐς Ἱσπανίαν Βονιφάτιος τοὺς αὑτῷ μάλιστα ἐπιτηδείους ἑκάτερον τῶν Γωδιγίσκλου παίδων ἐπὶ τῇ ἴσῃ καὶ ὁμοίᾳ προσεποιήσατο, ἐφ̓ ᾧ αὐτῶν ἕκαστον τὸ Λιβύης τριτημόριον ἔχοντα τῶν κατ̓ αὐτὸν ἄρχειν: ἢν δέ τις ἐπ̓ αὐτῶν τινα ἴοι πολεμήσων, [26] κοινῇ τοὺς ἐπιόντας ἀμύνασθαι. ἐπὶ ταύτῃ τῇ ὁμολογίᾳ Βανδίλοι τὸν ἐν Γαδείροις πορθμὸν διαβάντες ἐς Λιβύην ἀφίκοντο καὶ Οὐισίγοτθοι ἐν τῷ ὑστέρῳ χρόνῳ ἐν Ἱσπανίᾳ ἱδρύσαντο. [27] ἐν δὲ τῇ Ῥώμῃ οἱ Βονιφατίῳ ἐπιτήδειοι, τοῦ τε τρόπου ἐνθυμούμενοι τοῦ ἀνθρώπου ἐκλογιζόμενοί τε ἡλίκος ὁ παράλογος ἦν, ἐν θαύματι μεγάλῳ ἐποιοῦντο, εἰ Βονιφάτιος τυραννοίη, τινὲς δὲ αὐτῶν Πλακιδίας ἐπαγγελλούσης ἐς Καρχηδόνα ἦλθον. [28] ἔνθα δὴ Βονιφατίῳ συγγενόμενοι τά τε Ἀετίου γράμματα εἶδον καὶ τὸν πάντα λόγον ἀκούσαντες ἐς Ῥώμην τε ὡς εἶχον τάχους ἀνέστρεφον καὶ ὅπως αὐτῇ Βονιφάτιος ἔχοι ἀπήγγελλον. [29] καταπλαγεῖσα δὲ ἡ γυνὴ Ἀέτιον μὲν εἰργάσατο οὐδὲν ἄχαρι οὐδέ τι ὠνείδισεν ὧν αὐτῷ ἐς τὸν βασιλέως οἶκον ἐπέπρακτο, ἐπεὶ αὐτός τε δυνάμει μεγάλῃ ἐχρῆτο καὶ τὰ τῆς βασιλείας πράγματα πονηρὰ ἤδη ἦν: τοῖς δὲ Βονιφατίου φίλοις τήν τε Ἀετίου ὑποθήκην ἔφραζε καὶ πίστεις παρεχομένη καὶ ὅρκια ἔχρῃζεν αὐτῶν ὅπως τὸν ἄνδρα, ἢν δύνωνται, πείσουσιν ἐπανήκειν ἐς τὰ πάτρια ἤθη, οὐ περιιδόντα ὑπὸ βαρβάροις κειμένην τὴν Ῥωμαίων ἀρχήν. [30] ἐπεὶ δὲ ὁ Βονιφάτιος ἤκουσε ταῦτα, τῆς τε πράξεως αὐτῷ καὶ τῆς ἐς τοὺς βαρβάρους ὁμολογίας μετέμελε, καὶ αὐτοὺς ἐλιπάρει μύρια πάντα ὑποδεχόμενος ἀπὸ Λιβύης ἀνίστασθαι. [31] τῶν δὲ οὐκ ἐνδεχομένων τοὺς λόγους, ἀλλὰ περιυβρίζεσθαι οἰομένων, ἐς χεῖρας αὐτοῖς ἐλθεῖν ἠναγκάσθη καὶ ἡσσηθεὶς τῇ μάχῃ ἐς Ἱππονερέγιον ἀνεχώρησε, πόλιν ὀχυρὰν ἐν Νουμιδίᾳ τῇ ἐπὶ θαλάσσῃ κειμένην. [32] ἔνθα δὴ οἱ Βανδίλοι στρατοπεδευσάμενοι Γιζερίχου σφίσιν ἡγουμένου ἐπολιόρκουν: Γόνθαρις γὰρ ἤδη ἐτεθνήκει. φασὶ δὲ αὐτὸν πρὸς τοῦ ἀδελφοῦ ἀπολέσθαι. [33] Βανδίλοι δὲ τούτοις οὐχ ὁμολογοῦντες Γόνθαρίν φασιν ἐν Ἱσπανίᾳ πρὸς Γερμανῶν ξυλληφθέντα ἐν μάχῃ ἀνασκολοπισθῆναι, καὶ Γιζέριχον ἤδη αὐτοκράτορα ὄντα Βανδίλοις ἐς Λιβύην ἡγήσασθαι. [34] ταῦτα μὲν δὴ οὕτω πρὸς Βανδίλων ἀκήκοα. χρόνου δὲ πολλοῦ διελθόντος, ἐπεὶ οὔτε βία οὔτε ὁμολογίᾳ τὸ Ἱππονερέγιον παραστήσασθαι οἷοί τε ἦσαν καὶ τῷ λιμῷ ἐπιέζοντο, τὴν προσεδρείαν διέλυσαν. [35] ὀλίγῳ δὲ ὕστερον χρόνῳ Βονιφάτιός τε καὶ οἱ ἐν Λιβύῃ Ῥωμαῖοι, ἐπεὶ αὐτοῖς ἔκ τε Ῥώμης καὶ Βυζαντίου πολὺς στρατὸς ἦλθε καὶ στρατηγὸς Ἄσπαρ, ἀναμαχέσασθαί τε ἠξίουν καὶ μάχης καρτερᾶς γενομένης παρὰ πολὺ ἡσσημένοι τῶν πολεμίων ὅπη ἕκαστος ἐδύναντο ἐς φυγὴν ὥρμηντο. [36] καὶ ὅ τε Ἄσπαρ ἐπ̓ οἴκου ἀπεκομίσθη καὶ Βονιφάτιος ὡς Πλακιδίαν ἀφικόμενος τὴν ὑποψίαν διέλυεν, ὡς οὐκ ἐξ ἀληθοῦς αἰτίας ἐς αὐτὸν γένοιτο.