Delphi Complete Works of Procopius
Page 183
Ἐν τούτοις δὲ βασιλεὺς ἄλλον ἐς Λιβύην στρατηγὸν Ἀρεόβινδον ξὺν στρατιώταις ὀλίγοις τισὶν ἔπεμψεν, ἄνδρα ἐκ βουλῆς μὲν καὶ εὖ γεγονότα, [2] ἔργων δὲ πολεμίων οὐδαμῶς ἔμπειρον. καὶ ξὺν αὐτῷ Ἀθανάσιον ἔπαρχον ἄρτι ἐξ Ἰταλίας ἥκοντα ἔστελλε καὶ Ἀρμενίους ὀλίγους τινάς, ὧν Ἀρταβάνης τε καὶ Ἰωάννης ἦρχον, Ἰωάννου παῖδες, Ἀρσακίδαι μὲν γένος, ἔναγχος δὲ ἀπολιπόντες τὸ Περσῶν στράτευμα, ἔς τε Ῥωμαίους αὖθις ξὺν τοῖς ἄλλοις Ἀρμενίοις αὐτόμολοι ἥκοντες. [3] συνῆν δὲ τῷ Ἀρεοβίνδῳ ἥ τε ἀδελφὴ καὶ Πρεϊέκτα ἡ γυνή, Βιγλεντίας θυγάτηρ τῆς βασιλέως Ἰουστινιανοῦ ἀδελφῆς. [4] οὐ μὴν οὐδὲ Σέργιον μετεπέμπετο, ἀλλ̓ αὐτόν τε καὶ Ἀρεόβινδον Λιβύης στρατηγοὺς ἐκέλευεν εἶναι, τήν τε χώραν καὶ τῶν στρατιωτῶν τοὺς καταλόγους διελομένους. [5] ἐπέβαλε δὲ Σεργίῳ μὲν τὸν πόλεμον διενεγκεῖν πρὸς τοὺς ἐν Νουμιδίᾳ βαρβάρους, Ἀρεοβίνδῳ δὲ τοῖς ἐν Βυζακίῳ Μαυρουσίοις ἀεὶ διαμάχεσθαι. [6] καταπλεύσαντός τε τοῦ στόλου τούτου ἐς Καρχηδόνα, Σέργιος μὲν ἐπὶ Νουμιδίας ξὺν τῷ οἰκείῳ στρατῷ ἀπιὼν ᾤχετο, Ἀρεόβινδος δὲ Ἀντάλαν τε καὶ Στότζαν ἐνστρατοπεδεύεσθαι μαθὼν ἀμφὶ πόλιν Σικκαβενερίαν, τριῶν ἡμερῶν ὁδῷ Καρχηδόνος διέχουσαν, Ἰωάννην τὸν Σισινιόλου ἐπ̓ αὐτοὺς ἐκέλευεν ἰέναι τοῦ στρατοῦ ἀπολεξάμενον εἴ τι ἄριστον ἦν: [7] τῷ τε Σεργίῳ ἔγραφε τοῖς ἀμφὶ τὸν Ἰωάννην ἀναμίγνυσθαι, ἐφ̓ ᾧ κοινῇ ἅπαντες ὁμόσε τοῖς πολεμίοις χωρήσουσι. [8] Σέργιος μὲν οὖν τῶν τε γεγραμμένων καὶ τοῦ ἔργου τούτου ὀλιγωρεῖν ἔγνω, ὁ δὲ Ἰωάννης ξὺν ὀλίγῳ στρατῷ ἀμυθήτῳ ἠνάγκαστο πολεμίων πλήθει ἐς χεῖρας ἰέναι. [9] ἦν δὲ αὐτῷ τε καὶ Στότζᾳ μέγα τι ἀεὶ ἐς ἀλλήλους ἔχθος, ἑκάτερός τε αὐτοῖν ηὔχετο φονεὺς θατέρου γενόμενος οὕτω δὴ ἐξ ἀνθρώπων ἀφανισθῆναι. [10] τότε γοῦν, ἐπειδὴ τάχιστα ἡ μάχη ἐν χερσὶ γίγνεσθαι ἔμελλεν, ἄμφω ἐκ τῶν στρατοπέδων ἐλαύνοντες ἐπ̓ ἀλλήλους ἦλθον. [11] ὁ μὲν οὖν Ἰωάννης ἐντείνας τὸ τόξον ἔτι προσιόντα τὸν Στότζαν κατὰ βουβῶνα τὸν δεξιὸν ἐπιτυχὼν βάλλει, ὁ δὲ καιρίαν πληγεὶς αὐτοῦ ἔπεσεν, οὔπω μὲν τεθνεώς, χρόνον δέ τινα ὀλίγον ταύτῃ δὴ ἐπιβιωσόμενος τῇ πληγῇ. [12] ἐπελθόντες δὲ πάντες αὐτίκα, ὅσοι τε αὐτῷ εἵποντο καὶ ὁ τῶν Μαυρουσίων στρατός, Στότζαν μὲν ὀλιγοψυχοῦντα ἐπὶ δένδρου τινὸς ἔθεντο, αὐτοὶ δὲ θυμῷ πολλῷ ἐπὶ τοὺς πολεμίους χωρήσαντες τόν τε Ἰωάννην καὶ Ῥωμαίους ἅπαντας, ἅτε πλήθει πολλῷ ὑπεραίροντες, οὐδενὶ πόνῳ ἐτρέψαντο. [13] τότε δή φασιν εἰπεῖν τὸν Ἰωάννην ὡς ἡδύν τινα θάνατον θνήσκοι, ἐπεί οἱ τὰ τῆς εὐχῆς ἀμφὶ τῷ Στότζᾳ ἐς πέρας ἀφῖκται. χῶρος δέ τις ἦν κατάντης ἐνταῦθα, οὗ δὴ αὐτὸν ἀποβάλλει ὀκλάσας ὁ ἵππος. [14] ἐφ̓ ὃν αὖθις αὐτὸν ἀναθρώσκειν πειρώμενον καταλαβόντες οἱ πολέμιοι κτείνουσιν, ἄνδρα γενόμενον δόξῃ τε καὶ ἀρετῇ μέγαν. ὅπερ ὁ Στότζας μαθὼν ἐτελεύτησε, τοσοῦτον εἰπών, ὡς ἥδιστα τὸ λοιπὸν θνήσκοι. [15] ἐν ταύτῃ τῇ μάχῃ καὶ Ἰωάννης Ἀρμένιος Ἀρταβάνου ἀδελφὸς θνήσκει, ἔργα ἐς τοὺς πολεμίους ἐπιδειξάμενος ἀρετῆς ἄξια. [16] βασιλεὺς δὲ ταῦτα ἀκούσας περιώδυνός τε τῇ τοῦ Ἰωάννου ἀρετῇ γεγονὼς μάλιστα, ἀξύμφορόν τε νομίσας εἶναι τοῖν δυοῖν στρατηγοῖν τὴν ἀρχὴν διέπειν, τὸν μὲν Σέργιον εὐθὺς μεταπεμψάμενος ἐς Ἰταλίαν ξὺν στρατῷ ἔπεμψεν, Ἀρεοβίνδῳ δὲ ἅπαν τὸ Λιβύης παρέδωκε κράτος.
Γόνθαρις δὲ δυοῖν μησὶν ὕστερον ἢ Σέργιος ἐνθένδε ἀπιὼν ᾤχετο, τυραννίδι ἐπέθετο τρόπῳ τοιῷδε. ἐτύγχανε μὲν αὐτὸς τῶν ἐν Νουμίδαις καταλόγων ἡγούμενος διατριβήν τε διὰ τοῦτο ἐνταῦθα ἔχων, ἔπρασσε δὲ λάθρα ἐς Μαυρουσίους ὅπως ἐπὶ Καρχηδόνα χωρήσωσιν. [2] αὐτίκα τοίνυν ἔκ τε Νουμιδίας καὶ Βυζακίου πολεμίων στρατὸς ἐς ταὐτὸ ἀγηγερμένος ἐπὶ Καρχηδόνα σπουδῇ πολλῇ ᾔεσαν. ἡγεῖτο δὲ Νουμιδῶν μὲν Κουτζίνας τε καὶ Ἰαύδας, Βυζακηνῶν δὲ Ἀντάλας. [3] ξυνῆν δὲ αὐτῷ καὶ Ἰωάννης ὁ τύραννος ξὺν τοῖς ἑπομένοις, ὃν δὴ οἱ στασιῶται, Στότζα τετελευτηκότος, ἄρχοντα σφίσιν αὐτοῖς κατεστήσαντο. [4] γνοὺς δὲ Ἀρεόβινδος τὴν ἔφοδον ἄλλους τε τῶν ἀρχόντων ξὺν τοῖς ἑπομένοις ἐς Καρχηδόνα καὶ Γόνθαριν μετεπέμπετο. παρῆν δὲ αὐτῷ ξὺν τοῖς Ἀρμενίοις καὶ Ἀρταβάνης. [5] ὁ μὲν οὖν Ἀρεόβινδος Γόνθαριν ἐξηγεῖσθαι παντὶ τῷ στρατῷ ἐπὶ τοὺς πολεμίους ἐκέλευεν. [6] ὁ δὲ προθύμως οἱ τὰ ἐς τὸν πόλεμον ὑπηρετήσειν ὑποσχόμενος ἐποίει τάδε. τῶν οἰκετῶν ἕνα, Μαυρούσιον μὲν γένος, τέχνην δὲ μάγειρον, ἐς τὸ τῶν πολεμίων στρατόπεδον ἐκέλευσεν ἰέναι, καὶ δόκησιν μὲν τοῖς ἄλλοις παρέχεσθαι ὅτι δὴ τὸν δεσπότην ἀποδρὰς ᾤχετο, λάθρα δὲ τῷ Ἀντάλᾳ εἰπεῖν ὡς αὐτῷ Γόνθαρις κοινωνεῖν βούλοιτο τῆς Λιβύων ἀρχῆς. [7] ὁ μὲν οὖν μάγειρος κατὰ ταῦτα ἐποίει, ὁ δὲ Ἀντάλας τὸν μὲν λόγον ἀσμένως ἤκουσε, τοσοῦτον δὲ ἀπεκρίνατο, ὡς αἱ γενναῖαι τῶν πράξεων οὐ διὰ τῶν μαγείρων ἐπιγίνεσθαι τοῖς ἀνθρώποις πεφύκασι. [8] ταῦτα ἐπεὶ Γόνθαρις ἤκουσε, τῶν δορυφόρων ἕνα, Οὐλίθεον ὄνομα, ᾧ δὴ μάλιστα πιστοτάτῳ ἐχρῆτο, παρὰ τὸν Ἀντάλαν εὐθὺς ἔπεμψεν, ὡς ἀγχοτάτω Καρχηδόνος αὐτὸν παρακαλῶν ἰέναι. [9] οὕτω γάρ οἱ τὸν Ἀρεόβινδον ἐξ ἀνθρώπων ἀφανιεῖν ἐπηγγέλλετο. [10] ὁ μὲν οὖν Ο�
�λίθεος κρύφα τῶν ἄλλων βαρβάρων Ἀντάλᾳ ξυμβαίνει, ἐφ̓ ᾧ Βυζακίου μὲν Ἀντάλας ἄρχοι, τό τε ἥμισυ τῶν Ἀρεοβίνδου χρημάτων ἔχων καὶ πεντακοσίους τε καὶ χιλίους στρατιώτας Ῥωμαίους σὺν αὑτῷ ἐπαγόμενος, Γόνθαρις δὲ τὸ βασιλέως ἀξίωμα λάβοι, Καρχηδόνος τε τὸ κράτος καὶ Λιβύης τῆς ἄλλης ἔχων. [11] ταῦτά τε διαπεπραγμένος ἐπανῆκεν ἐς τὸ Ῥωμαίων στρατόπεδον, ὅπερ ἅπαν πρὸ τοῦ περιβόλου πεποίηντο, ἐν σφίσιν αὐτοῖς τὰ φυλακτήρια πύλης ἑκάστης νειμάμενοι. [12] οἱ δὲ βάρβαροι οὐ πολλῷ ὕστερον εὐθὺ Καρχηδόνος σπουδῇ πολλῇ ᾔεσαν, ἔν τε χωρίῳ τῷ Δεκίμῳ καλουμένῳ στρατοπεδευσάμενοι ἔμενον. ἐνθένδε τε ἄραντες τῇ ὑστεραίᾳ πρόσω ἐχώρουν. [13] τινὲς δὲ ὑπαντιάσαντες τοῦ Ῥωμαίων στρατοῦ, ἐς χεῖράς τε αὐτοῖς ἀπροσδόκητοι ἦλθον καὶ Μαυρουσίους οὐ συχνοὺς ἔκτειναν. [14] οὓς δὴ ὁ Γόνθαρις εὐθὺς ἀνεκάλει κακίζων ἅτε ἀνεπισκέπτως τε θρασυνομένους καὶ τὰ Ῥωμαίων πράγματα ἐθέλοντας ἐς προὖπτόν τινα ἐμβαλεῖν κίνδυνον. [15] Ἐν τούτῳ δὲ Ἀρεόβινδος πέμψας παρὰ τὸν Κουτζίναν λάθρα ἔπρασσε προδοσίας πέρι. καί οἱ ὁ Κουτζίνας ὡμολόγησεν, ἐπειδὰν ἐν τῷ ἔργῳ γένωνται, ἐπί τε Ἀντάλαν καὶ Μαυρουσίους τοὺς ἐν Βυζακίῳ τραπέσθαι. [16] Μαυρούσιοι γὰρ οὔτε πρὸς ἄλλων ἀνθρώπων τινὰς οὔτε πρὸς ἀλλήλους τὸ πιστὸν ἔχουσι. ταῦτα ἐς Γόνθαριν Ἀρεόβινδος ἐξήνεγκεν. [17] ὁ δὲ παρακρούεσθαί τε καὶ ἀναβάλλεσθαι τὴν πρᾶξιν ἐθέλων παρῄνει τῷ Ἀρεοβίνδῳ τὸ πιστὸν ἐς Κουτζίναν ὡς ἥκιστα ἔχειν, ἢν μὴ τοὺς παῖδας ἐν ὁμήρων λόγῳ παῤ αὐτοῦ λάβοι. [18] Ἀρεόβινδος μὲν οὖν καὶ Κουτζίνας λάθρα παῤ ἀλλήλους ἀεὶ πέμποντες ἀμφὶ τῇ ἐς Ἀντάλαν ἐπιβουλῇ διατριβὴν εἶχον. [19] Γόνθαρις δὲ αὖθις τὸν Οὐλίθεον στείλας ἔκπυστα τῷ Ἀντάλᾳ ἐποίησε τὰ πρασσόμενα. [20] καὶ ὃς οὔτε τι τῷ Κουτζίνᾳ ἐπικαλεῖν ἔγνω οὔτε ὅτι ἐπέπυστο τὴν ἐπιβουλὴν ἔνδηλος αὐτῷ ἐγεγόνει, οὐ μὴν οὐδέ τι ἐξήνεγκε τῶν αὐτῷ τε καὶ Γονθάριδι ξυγκειμένων. [21] ἀλλήλοις δὲ ἄμφω πολέμιοί τε καὶ δυσμενεῖς ταῖς γνώμαις ὄντες νῷ τε πονηρῷ ξυνετάσσοντο, ἐπί τε τὸν οἰκεῖον ἑκάτερος φίλον ἀλλήλοις ξυστρατεύοντες ᾔεσαν. [22] τοιαύτῃ μὲν γνώμῃ Κουτζίνας τε καὶ Ἀντάλας ἐπὶ Καρχηδόνα τὸν Μαυρουσίων στρατὸν ἐπῆγον. Γόνθαρις δὲ κτεῖναι μὲν τὸν Ἀρεόβινδον διενοεῖτο, τοῦ δὲ μὴ δοκεῖν τυραννίδος ἐπιβατεύειν, ἐν παρατάξει λάθρα τοῦτο δρᾶν ἤθελεν, ὅπως πρὸς ἑτέρων μὲν ἡ ἐπιβουλὴ ἐς τὸν στρατηγὸν γεγενῆσθαι δόξειεν, αὐτὸς δὲ ἀναγκασθείη τῷ Ῥωμαίων στρατῷ ἀνελέσθαι τὴν Λιβύης ἀρχήν. [23] ἀπάτῃ τοίνυν τὸν Ἀρεόβινδον περιελθὼν πείθει τοῖς πολεμίοις ἐπεξελθόντα ὁμόσε ἰέναι, ἤδη που Καρχηδόνος ἄγχιστα ἥκουσιν. [24] ἐδόκει γοῦν αὐτῷ τῇ ὑστεραίᾳ παντὶ τῷ στρατῷ ἐξηγήσεσθαι ἐπὶ τοὺς πολεμίους ἅμα ἡλίῳ ἀνίσχοντι. [25] ἀλλ̓ Ἀρεόβινδος ἀπείρως τε λίαν ἐς τὸ πρᾶγμα τοῦτο καὶ ὀκνηρῶς ἔχων μελλήσει ἐχρῆτο οὐδενὶ λόγῳ. [26] μελετῶν τε γὰρ ὅπως ἐνδύσαιτο τὴν τῶν ὅπλων σκευὴν καὶ τἄλλα ἐξαρτυόμενος ἐς τὴν ἔξοδον τὸν πλεῖστον τῆς ἡμέρας ἀνάλωσε χρόνον. [27] διὸ δὴ τὴν παράταξιν ἐς τὴν ἐπιοῦσαν ἀποθέμενος ἡσυχῆ ἔμενε. [28] Γόνθαρις δὲ αὐτὸν ἐξεπίτηδες τὴν μέλλησιν πεποιῆσθαι ὑποτοπήσας ἅτε τῶν πρασσομένων αἰσθανόμενον, ἐκ τοῦ ἐμφανοῦς τόν τε φόνον τοῦ στρατηγοῦ καὶ τῆς τυραννίδος τὴν ἐπίθεσιν ἐπιτελεῖν ἔγνω.
Ἡμέρᾳ τε τῇ ἐπιγενομένῃ ἐποίει τάδε. τὰς πύλας ἀναπετάσας οὗ δὴ αὐτὸς φυλακὴν εἶχε, λίθους μὲν ὑπερφυεῖς ἔνερθεν ἔθηκεν, ὡς μή τις αὐτὰς ἐπιτιθέναι εὐπετῶς δύναιτο, ἄνδρας τε τεθωρακισμένους καὶ τὰ τόξα ἐν χερσὶν ἔχοντας ἀμφὶ τὰς ἐπάλξεις πολλοὺς ἔστησεν, αὐτός τε τὸν θώρακα ἐνδὺς εἱστήκει ἐν μέσαις ταῖς πύλαις. [2] ἐπενόει δὲ ταῦτα οὐ Μαυρουσίων ἕνεκα, ὅπως τῇ πόλει αὐτοὺς δέξηται ῾ἀβέβαιοι γὰρ Μαυρούσιοι παντάπασιν ὄντες ὑπόπτως ἔχουσιν ἐς πάντας ἀνθρώπους. [3] τοῦτό τε αὐτοῖς οὐκ ἀπὸ τοῦ εἰκότος γενέσθαι ξυμβαίνει: ἐπεὶ ὅστις ἄπιστος ἐς τοὺς πέλας καθέστηκε φύσει, οὐδὲ αὐτὸς πιστεύειν ὁτῳοῦν δύναται, ἀλλ̓ ὑπόπτως ἔχειν ἀναγκάζεται ἐς πάντας ἀνθρώπους ἐκ τῆς αὑτοῦ γνώμης τὸν τοῦ πέλας σταθμώμενος τρόπον. [4] διὸ δὴ οὐδὲ Μαυρουσίους ἤλπιζε Γόνθαρις πιστεύσαντάς οἱ ἐντὸς τοῦ περιβόλου γενήσεσθαἰ, ἀλλ̓ ὅπως Ἀρεόβινδος ἐμπεσὼν ἐς μέγα τι δέος ἐς φυγήν τε εὐθὺς ὁρμηθείη καὶ κατὰ τάχος Καρχηδόνα ἀπολιπὼν ἐπὶ Βυζαντίου κομίζοιτο. [5] καὶ ἔτυχέ γε τῆς ἀληθοῦς ἐννοίας, εἰ μὴ χειμὼν μεταξὺ ἐπιγενόμενος διεκώλυσε. [6] μαθὼν δὲ Ἀρεόβινδος τὰ ποιούμενα, τόν τε Ἀθανάσιον καὶ τῶν δοκίμων τινὰς μετεπέμπετο. [7] παρῆν δέ οἱ καὶ Ἀρταβάνης ἐκ τοῦ στρατοπέδου τρίτος αὐτός, τῷ τε Ἀρεοβίνδῳ παρῄνει μήτε ἀναπεπτωκέναι μήτε τόλμῃ τῇ Γονθάριδος ἐνδιδόναι, ἀλλ̓ αὐτίκα μάλα ἐπ̓ αὐτὸν ὁμοῦ ξὺν πᾶσι τοῖς οἱ ἑπομένοις ἰόντα ἔργου ἔχεσθαι, πρίν τι περαιτέρω γεγονέναι κακόν. [8] τὰ μὲν οὖν πρῶτα πέμψας Ἀρεόβινδος παρὰ Γόνθαριν τῶν ἐπιτηδείων τινά, Φρέδαν ὄνομα, ἐκέλευεν ἀποπειρᾶσθαι τῆς αὐτοῦ γνώμης. [9] ἐπεὶ δὲ ὁ Φρέδας ἐπανήκων οὐδαμῆ ἀπαρνεῖσθαι Γόνθαριν τὴν τυραννίδα ἐσήγγελλεν, ἤδη ἐπ̓ αὐτὸν ὡς ἐς μάχην ἰέναι διενοεῖτο. [10] Ἐν τού
τῳ δὲ Γόνθαρις Ἀρεόβινδον εἰς τοὺς στρατιώτας διέβαλεν, ὡς ἄνανδρός τε εἴη καὶ ἅμα μὲν δέει ἐς τοὺς πολεμίους ἐχόμενος, ἅμα δὲ τὰς συντάξεις σφίσιν ὡς ἥκιστα ἐθέλων διδόναι, δρασμόν τε ξὺν Ἀθανασίῳ βουλεύεται καὶ αὐτίκα ἐκ Μανδρακίου ἀποπλεῖν μέλλουσιν, ὅπως οἱ στρατιῶται λιμῷ τε καὶ Μαυρουσίοις μαχόμενοι διαφθείρωνται, ἐπυνθάνετό τε εἴπερ αὐτοῖς βουλομένοις εἴη ἄμφω ξυλλαβοῦσιν ἐν φυλακῇ ἔχειν. [11] οὕτω γὰρ ἤλπιζεν Ἀρεόβινδον ἢ τοῦ θορύβου ᾐσθημένον φυγῇ χρήσεσθαι, ἢ καταληφθέντα πρὸς τῶν στρατιωτῶν διαφθαρήσεσθαι οὐδενὶ λόγῳ. [12] χρήματα μέντοι αὐτὸς οἴκοθεν ὡμολόγει τοῖς στρατιώταις προΐεσθαι ὅσαπερ αὐτοῖς τὸ δημόσιον ὦφλε. [13] καὶ οἱ μὲν τούς τε λόγους ἐπῄνουν καὶ θυμῷ ἐς τὸν Ἀρεόβινδον πολλῷ εἴχοντο, μεταξὺ δὲ Ἀρεόβινδος ξύν τε Ἀρταβάνῃ καὶ τοῖς ἑπομένοις ἐνταῦθα ἀφίκεται. [14] καὶ γίνεται μάχη ἔν τε ταῖς ἐπάλξεσι καὶ κάτω ἀμφὶ τὰς πύλας οὗ Γόνθαρις εἱστήκει, ἐν ᾗ οὐδέτεροι τὸ ἔλασσον ἔσχον. [15] ἔμελλόν τε ξυλλεγόμενοι ἐκ τῶν στρατοπέδων, ὅσοι βασιλεῖ εὐνοϊκῶς εἶχον, τοὺς στασιώτας κατὰ κράτος ἑλεῖν. οὐ γὰρ ἅπαντας ὁ Γόνθαρίς πω ἐξηπατήκει, ἀλλ̓ οἱ πλεῖστοι ἔτι ταῖς γνώμαις ἀκραιφνεῖς ἔμενον. [16] Ἀρεόβινδος δὲ τότε πρῶτον ἄνδρας κτεινομένους ἰδὼν ῾οὐ γάρ πω ἐθὰς τοῦ θεάματος τούτου ἐτύγχανεν ὤν̓ κατεπλάγη τε καὶ ἀποδειλιάσας οὐκ ἐνεγκών τε τὰ ὁρώμενα φεύγει. [17] Ἔστι δέ τις ἐντὸς τοῦ Καρχηδόνος περιβόλου νεὼς πρὸς τῇ τῆς θαλάσσης ἀκτῇ, οὗ δὴ ἄνδρες οἰκοῦσιν οἷς τὰ ἐς τὸ θεῖον ἀκριβῶς ἤσκηται: μοναχοὺς καλεῖν τοὺς ἀνθρώπους ἀεὶ νενομίκαμεν: τοῦτον Σολόμων δειμάμενος τὸν νεὼν οὐ πολλῷ πρότερον τειχίσματί τε περιβαλὼν φρούριον ἐχυρώτατον κατεστήσατο. [18] ἐνταῦθα καταφυγὼν Ἀρεόβινδος ἐσεπήδησεν, ἔνθα τήν τε γυναῖκα καὶ τὴν ἀδελφὴν ἐτύγχανε πέμψας. [19] τότε καὶ Ἀρταβάνης ἀπιὼν ᾤχετο, καὶ οἱ λοιποὶ ξύμπαντες ἐνθένδε ἀνεχώρουν ὡς ἕκαστός πη ἐδύνατο. [20] Γόνθαρις δὲ κατὰ κράτος νενικηκὼς ξὺν τοῖς στασιώταις τὸ Παλάτιον ἔσχε, καὶ τάς τε πύλας τόν τε λιμένα ἐνδελεχέστατα ἤδη ἐφύλαττε. [21] πρῶτα μὲν οὖν τὸν Ἀθανάσιον μετεπέμπετο, καὶ ὃς αὐτῷ οὐδὲν μελλήσας ἦλθε, [22] θωπείᾳ τε πολλῇ χρώμενος δόκησιν παρείχετο ὡς αὐτὸν ὅτι μάλιστα ἡ πρᾶξις ἀρέσκοι. [23] ἔπειτα δὲ τὸν τῆς πόλεως ἱερέα πέμψας Ἀρεόβινδον ἐκέλευε τὰ πιστὰ λαβόντα ἐς Παλάτιον ἥκειν, ἀπειλήσας πολιορκήσειν τε ἀπειθήσαντα καὶ μηκέτι αὐτῷ ὑπὲρ τῆς σωτηρίας τὰ πιστὰ δώσειν, ἀλλὰ πάσῃ μηχανῇ ἐξελὼν κτείνειν. [24] ὁ μὲν οὖν ἱερεὺς Ῥεπάρατος ἰσχυρίζετο Γονθάριδος γνώμῃ τῷ Ἀρεοβίνδῳ ὀμεῖσθαι, μηδὲν αὐτῷ ἄχαρι πρὸς ἐκείνου ξυμβήσεσθαι, φράσας καὶ ὅσα μὴ πειθομένῳ τῷ ἀνθρώπῳ ἠπείλησε. [25] δείσας δὲ Ἀρεόβινδος ὡμολόγησεν αὐτίκα τῷ ἱερεῖ ἕψεσθαι, ἢν τὸ θεῖον λουτρὸν ἱερουργήσας, ᾗπερ εἴθισται, εἶτα πρὸς αὐτοῦ οἱ ἀπομοσάμενος ἀμφὶ τῇ σωτηρίᾳ τὰ πιστὰ δοίη. [26] ὁ μὲν οὖν ἱερεὺς κατὰ ταῦτα ἐποίει. Ἀρεόβινδος δὲ οὐδέν τι μελλήσας αὐτῷ εἵπετο, ἱμάτιον ἀμπεχόμενος οὔτε στρατηγῷ οὔτε ἄλλῳ στρατευομένῳ ἀνδρὶ ἐπιτηδείως ἔχον, ἀλλὰ δούλῳ ἢ ἰδιώτῃ παντάπασι πρέπον: κασοῦλαν αὐτὸ τῇ Λατίνων φωνῇ καλοῦσι Ῥωμαῖοι. [27] ἐπειδή τε ἀγχοῦ τοῦ Παλατίου ἐγένοντο, τὰ θεῖα ἐν χερσὶ λόγια παρὰ τοῦ ἱερέως λαβὼν τῷ Γονθάριδι ἐς ὄψιν ἦλθε. [28] πρηνής τε πεσὼν χρόνον πολὺν αὐτοῦ ἔκειτο, τὴν ἱκετηρίαν αὐτῷ τά τε θεῖα λόγια προτεινόμενος καὶ τὸ παιδίον ὅπερ τοῦ θείου ἀξιωθὲν λουτροῦ ἔτυχεν, ἐφ̓ οὗ οἱ τὴν πίστιν ὁ ἱερεύς, ὥσπερ μοι ἐρρήθη, παρέσχετο. [29] ἐπεὶ δὲ αὐτὸν ἐξανέστησεν ὁ Γόνθαρις μόλις, πρὸς τῶν ἱερῶν ἁπάντων ἀνεπυνθάνετο τοῦ Γονθάριδος, εἴ οἱ τὰ τῆς σωτηρίας ἐν ἀσφαλεῖ κεῖται. [30] καὶ ὃς θαρσεῖν αὐτὸν ἰσχυρότατα ἤδη ἐκέλευεν: οὐδὲν γὰρ ἄχαρι πρὸς αὐτοῦ πείσεσθαι, ἀλλὰ τῇ ὑστεραίᾳ ξύν τε τῇ γυναικὶ καὶ τοῖς χρήμασιν ἐκ Καρχηδόνος οἰχήσεσθαι. [31] εἶτα τὸν ἱερέα Ῥεπάρατον ἀποπεμψάμενος, Ἀρεόβινδόν τε καὶ Ἀθανάσιον δειπνεῖν ξὺν αὑτῷ ἐν Παλατίῳ ἐκέλευε. [32] καὶ δειπνοῦντα μὲν τὸν Ἀρεόβινδον ἐτίμα: πρῶτον γὰρ αὐτὸν ἐπὶ τῆς στιβάδος κατέκλινε: δειπνήσαντα δὲ οὐ μεθῆκεν, ἀλλὰ καθεύδειν ἐν κοιτῶνι μόνον ἠνάγκαζεν: οὗ δὴ τὸν Οὐλίθεον ξὺν ἑτέροις τισὶν ἐπ̓ αὐτὸν ἔπεμψεν. [33] οἵπερ αὐτὸν κωκύοντά τε καὶ ὀλολυγαῖς συχναῖς χρώμενον πολλά τε πρὸς ἔλεον ἐπαγωγὰ φθεγγόμενον ἐς αὐτοὺς κτείνουσιν. Ἀθανασίου μέντοι ἐφείσαντο, τὸ γῆρας, οἶμαι, τοῦ ἀνθρώπου ὑπεριδόντες.