Book Read Free

Delphi Complete Works of Procopius

Page 303

by Procopius of Caesarea


  [14] Ἡράκλεια δὲ ἡ πόλις ἥδε, ἡ παραλία, ἡ ἐν γειτόνων, ἡ Πέρινθος (ᾗ πάλαι μὲν τὰ πρωτεῖα τῆς Εὐρώπης ἐδίδοσαν, νῦν δὲ δὴ μετά γε Κωνσταντινούπολιν τὰ δευτερεῖα παρέχονται) διψῶσά τε καὶ λίαν αὐχμῶσα ἔναγχος ἔκειτο, οὐχ ὅτι ἄνυδρος ἦν ἡ ἀμφ᾽ αὐτὴν χώρα, οὐδὲ ὅτι ἀπημέλητο ταῦτα τοῖς ἐκ παλαιοῦ δειμαμένοις τὴν πόλιν (ἐπεὶ καὶ κατάρρυτος Εὐρώπη ταῖς κρήναις, καὶ ποιεῖσθαι τοῖς πάλαι ἀνθρώποις ὀχετοὺς ἔμελεν), ἀλλὰ τὰ ξυνειθισμένα ποιῶν ὁ χρόνος τῇ πόλει τὴν ὀχεταγωγίαν ἀνῄρηκεν, ἢ καταγεγηρακυῖαν τὴν οἰκοδομίαν ὑπεριδών, ἢ τῷ μὴ ἐπιμελεῖσθαι τοὺς Ἡρακλεώτας αὐτῆς ἐπὶ τὴν φθορὰν ποδηγούμενος. ὀλίγου τε ἀοίκητος διὰ τοῦτο Ἡράκλεια ἐλέλειπτο εἶναι. [15] ταὐτὸ δὲ τοῦτο καὶ τὰ ἐκείνῃ βασίλεια ὁ χρόνος ἐποίει ἀξιοθέατα ἐπιεικῶς ὄντα. [16] βασιλεὺς δὲ Ἰουστινιανὸς οὐ παρέργως, ἀλλὰ βασιλικῶς μάλιστα, τὴν πόλιν ἰδών, ὕδασί τε αὐτὴν ποτίμοις καὶ p[296]διειδέσιν ἐπέκλυσε, καὶ τῶν βασιλείων ἀποστερεῖσθαι τοῦ ἀξιώματος ὡς ἥκιστα ξυνεχώρησεν, ἀνοικοδομησάμενος ἅπαντα.

  [17] Ἡρακλείας δὲ ἄποθεν ἡμέρας ὁδὸν χωρίον ἐπιθαλασσίδιον ἦν, Ῥαιδεστὸς ὄνομα, παράπλου μὲν ἐφ᾽ Ἑλλησπόντου καλῶς κείμενον, εὐλίμενον δὲ καὶ τῇ κατὰ θάλασσαν ἐργασίᾳ ἐπιτηδείως ἔχον τοῖς ἐπ᾽ ἐμπορίᾳ ναυτιλλομένοις καταίρειν τε καὶ ἀποφορτίζεσθαι προσηνῶς μάλιστα, καὶ αὖ πάλιν ἀνάγεσθαι οὐδενὶ πόνῳ ἐμπλησαμένοις τοῦ γόμου τὰ πλοῖα· βαρβάροις δὲ ἀποκείμενον καταθέουσιν, ἂν οὕτω τύχῃ, ἐξαπιναίως τὰ ἐκείνῃ χωρία, τῷ μήτε ἀποτετριγχωμένον μήτε τῇ φύσει δυσπρόσοδον εἶναι. [18] ὥστε καὶ τοῖς ἐμπόροις δέει τοῦ κινδύνου ὑπεροφθὲν ἐν ὀλιγωρίᾳ ἐγένετο. [19] νῦν δὲ βασιλεὺς Ἰουστινιανὸς οὐχ ὅσον τῷ χωρίῳ τὴν ἀσφάλειαν προσεποίησεν, ἀλλὰ καὶ τοὺς περιοίκους ἐσώσατο πάντας. [20] ἐπὶ Ῥαιδεστοῦ γὰρ ἀνέστησε πόλιν, τείχει μὲν ἐρυμνήν, μεγέθει δὲ διαφερόντως ὑπέρογκον. [21] οὐ δὴ βαρβάρων σφίσιν ἐγκειμένων οἱ πλησιόχωροι ἅπαντες εἰς καιρὸν καταφεύγοντες σὺν τοῖς χρήμασι διασώζονται.

  [10] [1] Τὰ μὲν οὖν ἐπὶ Ῥαιδεστοῦ Ἰουστινιανῷ βασιλεῖ ταύτῃ πη ἔσχεν. ὅσα δὲ αὐτῷ ἀμφὶ Χερρονήσῳ διαπεπόνηται, ἐρῶν ἔρχομαι. [2] προβέβληται μὲν πάσης ἡ Χερρόνησος τῆς κατ᾽ αὐτὴν Θρᾴκης. ἐπεμβαίνουσα γὰρ τῇ θαλάσσῃ καὶ ὥσπερ ἐχομένη τοῦ πρόσω, δόκησιν παρέχεται p[298]ὅτι δὴ ἐπὶ τὴν Ἀσίαν χωρεῖ. [3] ἀκτὴ δὲ αὐτῆς ἀμφὶ πόλιν Ἐλαιοῦντα προὔχουσα μία, σχίζει τε εἰς δύο τὴν θάλασσαν μοίρας, καὶ αὐτὴ τῷ ῥοθίῳ ἀποτεμνομένη τῆς ἄλλης ἠπείρου, καὶ προσιούσῃ ἐπίπροσθεν τῇ θαλάσσῃ ὑποχωροῦσα, τὸν Μέλανα καλούμενον ποιεῖ κόλπον. [4] νῆσος δὲ τὸ λοιπὸν ὀλίγου δέοντος γίνεται, ὄνομα τῷ ποιουμένῳ προσῆκον κτωμένη. Χερρόνησος γάρ, ὡς τὸ εἰκός, ὀνομάζεται, ἰσθμῷ διειργομένη βραχεῖ μὴ νῆσος παντάπασιν εἶναι. [5] κατὰ τοῦτον οἱ πάλαι ἄνθρωποι τὸν ἰσθμὸν παρέργως τε καὶ λίαν ἀπημελημένως ἐδείματο διατείχισμα κλίμακι ἁλωτόν. [6] κῆπον γάρ πού τινα εἰκῆ κείμενον αἱμασιᾷ περιβάλλειν οἰόμενοι, ἰσχνόν τε αὐτὸ καὶ ὀλίγον τῆς γῆς ὑπερανεστηκὸς ἐξειργάσαντο. [7] πρὸς δὲ καὶ τὴν ἑκατέρωθι τοῦ ἰσθμοῦ θάλασσαν προβόλους τεκτηνάμενοι βραχεῖς τε καὶ φαύλους, οὕσπερ καλεῖν νενομίκασι μώλους, τὴν μεταξὺ χώραν τοῦ τε ῥοθίου καὶ τοῦ περιβόλου ἐφράξαντο, οὐ ταύτῃ τοὺς ἐπιβουλεύσοντας ἀπωσόμενοι, ἀλλ᾽ ἐπὶ τὰς εἰσόδους παρακαλέσοντες· οὕτω δὴ αὐτὸ εὐκαταφρόνητον ἐξειργάσαντο, καὶ τοῖς ἀποπειρασομένοις εὐάλωτον. [8] ἡγούμενοι δέ τι τοῖς πολεμίοις ἄμαχον πεποιῆσθαι ὀχύρωμα, τούτου δὴ τοῦ περιβόλου τὰ ἐντὸς ἅπαντα φυλακῆς οὐδεμιᾶς ἀξιοῦν ἔγνωσαν, ἐπεὶ οὔτε φρούριον οὔτε ἄλλο τι ἔρυμα ἐπὶ Χερρονήσου ξυνέβαινεν εἶναι, καίπερ ὀλίγου δέοντος ἐς τριῶν κατατεινούσης ὁδὸν ἡμερῶν. [9] ἔναγχος ἀμέλει γοῦν οἱ p[300]περὶ καταθέοντες τὰ ἐπὶ τῆς Θρᾴκης χωρία ἐγκεχειρήκασι μὲν ὡς ἀποπειρασόμενοι τῆς κατὰ τὴν ἠϊόνα εἰσόδου, δεδιξάμενοι δὲ τοὺς ταύτῃ φρουροὺς ἐσπεπηδήκασιν ὥσπερ τι ἄθυρμα παίζοντες, ἐντός τε τοῦ περιβόλου γεγένηται οὐδενὶ πόνῳ.

  [10] Πολλὰ τοίνυν ἀμφὶ τῶν κατηκόων τῇ σωτηρίᾳ διασκοπούμενος Ἰουστινιανὸς βασιλεὺς ἐποίει τάδε. [11] πρῶτα μὲν αὐτῷ ἐξίτηλον τὸ παλαιὸν γεγένηται τεῖχος, οὐδὲ ὅσον ἴχνους οἱ ἀπολελειμμένου τινός. [12] ἕτερον δὲ αὐτίκα ἐπὶ τῆς αὐτῆς χώρας ἀνέστη, ὅπερ ἐπιεικῶς εὐρυνόμενον ὑψοῦ ἀνέχει. [13] ὑπεράνω τε τῶν ἐπάλξεων ἀνειλημμένη θόλος ἐν στοᾶς τρόπῳ ὄροφον ποιεῖται, καλύπτουσα τοὺς τοῦ περιβόλου ἀμυνομένους. [14] ἄλλοι τε τῇ θόλῳ προμαχῶνες ἐγκείμενοι διπλασιάζουσι τοῖς τῇδε τειχομαχοῦσι τὸν πόλεμον. [15] ἔπειτα δὲ ἀμφοτέρωθι ἐς τοῦ περιβόλου τὰ πέρατα πρὸς αὐταῖς που τῆς θαλάσσης ταῖς ῥαχίαις μάλιστα, προβόλους πεποίηται, ἐπὶ πλεῖστον μὲν τοῦ ῥοθίου διήκοντας, τῷ δὲ τείχει ξυναπτομένους, ὕψους δὲ πέρι τῷ ἐρύματι ἐναμίλλους ὄντας. [16] ἀλλὰ καὶ τὴν τάφρον τοῦ περιβόλου ἔκτοσθεν οὖσαν περικαθάρας τε καὶ κατορύξας ἐνδελεχέστατα μέγα τι αὐτῇ εὔρους τε καὶ βάθους ἐντέθειται χρῆμα. [17] καὶ μὴν καὶ στρατιωτῶν καταλόγους ἐν τούτοις ἱδρύσατο τοῖς μα�
�ροῖς τείχεσι πᾶσι βαρβάροις ἀντιτάξασθαι ἱκανοὺς ὄντας, ἤν τι τῆς Χερρονήσου ἀποπειρῶνται. [18] οὕτω δὲ ταῦτα ἐν τῷ βεβαίῳ τῆς ἀσφαλείας p[302]καταστησάμενος καὶ τοῖς ἔνδον οὐδέν τι ἧσσον ὀχυρώματα προσεποίησεν· [19] ὥστε εἰ τοῖς μακροῖς τείχεσιν (ἀπέστω δὲ τοῦ λόγου) παθεῖν τι ξυμβαίη, οὐδέν τι ἧσσον Χερρονησιώτας ἐν ἀσφαλεῖ εἶναι. [20] πόλιν τε γὰρ Ἀφροδισιάδα ἐρύματι ἐχυρωτάτῳ περιεβάλλετο, ἀτείχιστον ἐκ τοῦ ἐπὶ πλεῖστον τὰ πρότερα οὖσαν, καὶ Κίβεριν πόλιν, ἐπ᾽ ἐδάφους κειμένην, τειχήρη πεποιημένος ξυνῴκισεν· [21] ἔνθα δὴ καὶ βαλανεῖα καὶ ξενῶνας ᾠκοδομήσατο οἰκία τε παμπληθῆ καὶ ὅσα ἄλλα πέφυκεν ἐπιφανῆ ἐνδείκνυσθαι πόλιν. [22] ἀλλὰ καὶ τὴν Καλλίπολιν καλουμένην βεβαιότατα ἐτειχίσατο, ἐλπίδι τῶν μακρῶν τειχῶν ἀτείχιστον ἀπολελειμμένην τοῖς πρόσθεν ἀνθρώποις. [23] οὗ δὴ καὶ σιτῶνάς τε καὶ οἰνώνας ἐδείματο δαπάνῃ τῇ πάσῃ τῶν ἐπὶ Χερρονήσου στρατιωτῶν ἱκανῶς ἔχοντας.

  [24] Ἔστι δέ τις Ἀβύδου καταντικρὺ πόλις ἀρχαία, Σηστὸς ὄνομα, καὶ αὐτὴ τὰ πρότερα παρέργως κειμένη, ὀχύρωμά τε οὐδὲν ἔχουσα. [25] λόφος δὲ αὐτῇ τις ἰσχυρῶς ἀπότομος ἐπανέστηκεν· ἵνα δὴ φρούριον ἐδείματο ἀπρόσβατον ὅλως, ἑλεῖν τε, εἴ τις ἐγχειροίη, ἀμήχανον. [26] Σηστοῦ δὲ οὐ μακρὰν ἄποθεν τὴν Ἐλαιοῦντα ξυμβαίνει εἶναι. πέτρα τε τῆς θαλάσσης ἀπορραγεῖσα ἐνταῦθα ἀνέχει, ἄκραν οὐρανομήκη ἐξαίρουσα τειχήρη φύσιν. [27] φρούριον οὖν καὶ τῇδε ὁ βασιλεὺς οὗτος ἐδείματο, δυσπάριτόν τε καὶ τοῖς προσιοῦσι παντελῶς ἄμαχον. [28] ἀλλὰ καὶ τὸ ἐν Θεσκῷ φρούριον ἐπὶ θάτερα τοῦ μακροῦ τείχους ἱδρύσατο, περιβόλῳ κρατυνάμενος ἐχυρῷ μάλιστα· ταύτῃ p[304]τε τοῖς Χερρονησιώταις τὴν ἀσφάλειαν πανταχόθεν αὐτὸς προσεποίησε.

  [11] [1] Μετὰ δὲ Χερρόνησον Αἶνος οἰκεῖται πόλις, ἐπὶ τοῦ οἰκιστοῦ τῆς προσηγορίας ὠνομασμένη. Αἰνείας γὰρ ἦν, ὥσπερ λέγουσιν, ὁ τοῦ Ἀγχίσου. [2] ταύτης ὁ περίβολος εὐάλωτός τε ἦν τῷ χθαμαλὸς εἶναι· οὐδὲ ὅσον γὰρ ἐς τὸ ἀναγκαῖον ἀνεῖχεν ὕψος· [3] καὶ ἀναπεπταμένην τινὰ εἴσοδον κατὰ τῆς θαλάσσης τὸ γειτόνημα εἶχεν, ἀμηγέπη ἐπιψαύοντος αὐτοῦ τοῦ ῥοθίου. [4] ἀλλὰ βασιλεὺς Ἰουστινιανὸς ἀνέστησε μὲν αὐτὸν ἐς ὕψος, μὴ ὅτι ἁλῶναι, ἀλλὰ καὶ ἀποπειρᾶσθαι ἀμήχανον. [5] ἐπεξαγαγὼν δὲ καὶ πανταχόσε φραξάμενος ἀνάλωτον Αἶνον παντάπασι κατεστήσατο. [6] καὶ ταύτῃ μὲν ἡ πόλις ἐν τῷ ἀσφαλεῖ ἐγεγόνει· ἔμεινε δὲ τοῖς βαρβάροις ἡ χώρα καταθεῖν εὐπετής· ἐπεὶ Ῥοδόπη ὀχυρωμάτων ἐκ παλαιοῦ ὑπεσπάνιζεν. [7] ἦν δέ τις κώμη ἐν τῇ μεσογείᾳ, Βέλλουρος ὄνομα, πλούτου μὲν δυνάμει καὶ πολυανθρωπίᾳ ἴσα καὶ πόλις, τῷ μέντοι τειχήρης οὐδαμῆ εἶναι ληϊζομένοις διηνεκὲς ἐπαρκοῦσα βαρβάροις, ἀγροῖς τε τοῖς ἀμφ᾽ αὐτὴν κειμένοις πολλοῖς γε οὖσι ταὐτὸ πάσχουσα. [8] καὶ αὐτὴν δὲ ὁ βασιλεὺς οὗτος πολίζει τε καὶ ἀποτειχίζει, καὶ αὑτοῦ ἐπαξίαν τίθεται εἶναι. [9] καὶ μὴν καὶ ἄλλων τῶν ἐπὶ Ῥοδόπης πόλεων ὅσα δὴ ἐνδεῖν ἢ καταπεπονηκέναι ξυνηνέχθη τῷ χρόνῳ σπουδῇ τῇ πάσῃ ἀνέστησεν. [10] ἐν αἷς Τραϊανούπολίς τε καὶ Μαξιμιανούπολίς p[306]εἰσιν, ὧνπερ ἐπηνώρθωσε τὰ ἐν τοῖς προβόλοις σαθρὰ γεγονότα. ταῦτα μὲν οὖν τῇδε πεποίηται.

  [11] Ἀναστασιούπολις δὲ ἡ τῇδε οὖσα τειχήρης μὲν καὶ πρότερον ἦν, ἐν δὲ τῇ παραλίᾳ κειμένη ἀφύλακτον εἶχε τὴν ταύτῃ ἠϊόνα. τὰ πλοῖα πολλάκις ἀμέλει ἐνταῦθα καταίροντα ὑποχείρια βαρβάροις Οὔννοις ἐξαπιναίως γεγένηται· ὥστε καὶ τὰς νήσους ἐνθένδε τὰς τῇ χώρᾳ ἐπικειμένας ἠνώχλησαν. [12] Ἰουστινιανὸς δὲ βασιλεὺς διατειχίσματι τὴν παραλίαν περιβαλὼν ὅλην, ταῖς τε ναυσὶ καὶ τοῖς νησιώταις τὴν ἀσφάλειαν ἀνεσώσατο. [13] ἀλλὰ καὶ τὸν τοῦ ὕδατος ὀχετὸν ἐκ τῶν ὀρῶν ἃ ταύτῃ ἀνέχει μέχρι ἐς τὴν πόλιν ἐς ὑπέρογκον ἀνέστησεν ὕψος. [14] ἔστι δέ τις ἐν Ῥοδόπῃ πόλις ἀρχαία, Τόπερος ὄνομα, ἢ ποταμοῦ μὲν ῥεῖθρα περιβάλλεται ἐκ τοῦ ἐπὶ πλεῖστον, λόφον δὲ αὐτῇ ἐπανεστηκότα ὄρθιον εἶχεν. ἀφ᾽ οὗ δὴ οὐ πολλῷ ἔμπροσθεν Σκλαβηνοῖς βαρβάροις ἑάλω. [15] ἀλλὰ βασιλεὺς Ἰουστινιανὸς μέγα τῷ περιβόλῳ ὕψος ἐντέθεικεν· ὥστε ὑπεραίρει τοσούτῳ τὸν λόφον, ὅσῳ δὴ αὐτοῦ καταδεέστερος τὰ πρότερα ἦν. [16] καὶ στοὰν μὲν ἐπανέστησεν ἐν θολωτῷ τείχει, ὅθεν δὴ τοῖς τειχομαχοῦσιν οἱ τῆς πόλεως ἀμυνόμενοι ἐκ τοῦ ἀσφαλοῦς διαμάχονται, τῶν δὲ πύργων ἕκαστον φρούριον ἐρυμνὸν ἐσκευάσατο εἶναι. [17] ἀλλὰ καὶ τὰ ἐκ τοῦ περιβόλου μέχρι ἐς τὸν ποταμὸν διατειχίσματι περιβαλὼν ἐκρατύνατο. ταῦτα μὲν οὖν Ἰουστινιανῷ βασιλεῖ τῇδε πεποίηται.

  [18] Καὶ ὅσα δὲ αὐτῷ ὀχυρώματα εἴργασται ἀμφί p[308]τε τὴν ἄλλην Θρᾴκην καὶ τὴν νῦν καλουμένην Αἱμίμοντον, ἐγὼ δηλώσω. [19] πρῶτα μὲν Φιλιππουπόλεώς τε καὶ Βεροίας, ἔτι μέντοι Ἁδριανουπόλεώς τε καὶ Πλωτινουπόλεως τά τε ἐνδέοντα καὶ καταπεπονηκότα σπουδῇ τῇ πάσῃ ᾠκοδομήσατο· ἐπεὶ αὐτὰς ἐπιμαχωτάτας ξυνέβαινεν εἶναι, καίπερ ἔθνεσι γειτονούσας βαρβάρων πολλοῖς. [20] καὶ φρούρια δὲ ἀνάριθμα ἐπὶ Θρᾴκης ἱδρύσατο πάσης, δι᾽ ὧν τὴν χώραν, ἀποκειμένην τὰ πρότερα ταῖς τῶν πολεμίων ἐπιδρομαῖς, παντάπασιν τανῦν ἀδῄωτον κατεστήσατο. ἔστι δὲ τὰ φρούρια, �
��σα ἡμᾶς μεμνῆσθαι αὐτῶν, πρὸς ὄνομα τάδε.

  Ἐν Εὐρώπῃ·

  Λυδικαί.

  Ἐλαῖαι.

  Ἐν Ῥοδόπῃ τὰ καινούργια·

  Κασεήρα.

  Θεοδωρούπολις.

  Τὸ τοῦ Θράσου.

  Σουδανέλ.

  Μούνδεπα.

  Θαρσάνδαλα.

  p[309] Δένιζος.

  Τόπαρον.

  Δαλάταρβα.

  Βρέ.

  Κουσκάβιρι.

  Κούσκουλις.

  Θρᾴκης·

  Βόσπαρα.

  Βεσούπαρον.

  Καπιστούρια.

  Βηρίπαρα.

  Ἰσγίπερα.

  Ὀζόρμη.

  p[310] Βηρηΐαρος.

  Ταμονβαρί.

 

‹ Prev