Septuagint Complete Greek and English Edition
Page 344
CHAPTER 19
[1] Καὶ ἀνήγγειλεν Αχααβ τῇ Ιεζαβελ γυναικὶ αὐτοῦ πάντα, ἃ ἐποίησεν Ηλιου, καὶ ὡς ἀπέκτεινεν τοὺς προφήτας ἐν ῥομφαίᾳ. [2] καὶ ἀπέστειλεν Ιεζαβελ πρὸς Ηλιου καὶ εἶπεν Εἰ σὺ εἶ Ηλιου καὶ ἐγὼ Ιεζαβελ, τάδε ποιήσαι μοι ὁ θεὸς καὶ τάδε προσθείη, ὅτι ταύτην τὴν ὥραν αὔριον θήσομαι τὴν ψυχήν σου καθὼς ψυχὴν ἑνὸς ἐξ αὐτῶν. [3] καὶ ἐφοβήθη Ηλιου καὶ ἀνέστη καὶ ἀπῆλθεν κατὰ τὴν ψυχὴν ἑαυτοῦ καὶ ἔρχεται εἰς Βηρσαβεε τὴν Ιουδα καὶ ἀφῆκεν τὸ παιδάριον αὐτοῦ ἐκεῖ· [4] καὶ αὐτὸς ἐπορεύθη ἐν τῇ ἐρήμῳ ὁδὸν ἡμέρας καὶ ἦλθεν καὶ ἐκάθισεν ὑπὸ ραθμ ἓν καὶ ᾐτήσατο τὴν ψυχὴν αὐτοῦ ἀποθανεῖν καὶ εἶπεν Ἱκανούσθω νῦν, λαβὲ δὴ τὴν ψυχήν μου ἀπ’ ἐμοῦ, κύριε, ὅτι οὐ κρείσσων ἐγώ εἰμι ὑπὲρ τοὺς πατέρας μου. [5] καὶ ἐκοιμήθη καὶ ὕπνωσεν ἐκεῖ ὑπὸ φυτόν, καὶ ἰδού τις ἥψατο αὐτοῦ καὶ εἶπεν αὐτῷ Ἀνάστηθι καὶ φάγε. [6] καὶ ἐπέβλεψεν Ηλιου, καὶ ἰδοὺ πρὸς κεφαλῆς αὐτοῦ ἐγκρυφίας ὀλυρίτης καὶ καψάκης ὕδατος· καὶ ἀνέστη καὶ ἔφαγεν καὶ ἔπιεν. καὶ ἐπιστρέψας ἐκοιμήθη. [7] καὶ ἐπέστρεψεν ὁ ἄγγελος κυρίου ἐκ δευτέρου καὶ ἥψατο αὐτοῦ καὶ εἶπεν αὐτῷ Ἀνάστα φάγε, ὅτι πολλὴ ἀπὸ σοῦ ἡ ὁδός. [8] καὶ ἀνέστη καὶ ἔφαγεν καὶ ἔπιεν· καὶ ἐπορεύθη ἐν τῇ ἰσχύι τῆς βρώσεως ἐκείνης τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας ἕως ὄρους Χωρηβ. [9] καὶ εἰσῆλθεν ἐκεῖ εἰς τὸ σπήλαιον καὶ κατέλυσεν ἐκεῖ· καὶ ἰδοὺ ῥῆμα κυρίου πρὸς αὐτὸν καὶ εἶπεν Τί σὺ ἐνταῦθα, Ηλιου; [10] καὶ εἶπεν Ηλιου Ζηλῶν ἐζήλωκα τῷ κυρίῳ παντοκράτορι, ὅτι ἐγκατέλιπόν σε οἱ υἱοὶ Ισραηλ· τὰ θυσιαστήριά σου κατέσκαψαν καὶ τοὺς προφήτας σου ἀπέκτειναν ἐν ῥομφαίᾳ, καὶ ὑπολέλειμμαι ἐγὼ μονώτατος, καὶ ζητοῦσι τὴν ψυχήν μου λαβεῖν αὐτήν. [11] καὶ εἶπεν Ἐξελεύσῃ αὔριον καὶ στήσῃ ἐνώπιον κυρίου ἐν τῷ ὄρει· ἰδοὺ παρελεύσεται κύριος. καὶ πνεῦμα μέγα κραταιὸν διαλῦον ὄρη καὶ συντρῖβον πέτρας ἐνώπιον κυρίου, οὐκ ἐν τῷ πνεύματι κύριος· καὶ μετὰ τὸ πνεῦμα συσσεισμός, οὐκ ἐν τῷ συσσεισμῷ κύριος· [12] καὶ μετὰ τὸν συσσεισμὸν πῦρ, οὐκ ἐν τῷ πυρὶ κύριος· καὶ μετὰ τὸ πῦρ φωνὴ αὔρας λεπτῆς, κακεῖ κύριος. [13] καὶ ἐγένετο ὡς ἤκουσεν Ηλιου, καὶ ἐπεκάλυψεν τὸ πρόσωπον αὐτοῦ ἐν τῇ μηλωτῇ ἑαυτοῦ καὶ ἐξῆλθεν καὶ ἔστη ὑπὸ τὸ σπήλαιον· καὶ ἰδοὺ πρὸς αὐτὸν φωνὴ καὶ εἶπεν Τί σὺ ἐνταῦθα, Ηλιου; [14] καὶ εἶπεν Ηλιου Ζηλῶν ἐζήλωκα τῷ κυρίῳ παντοκράτορι, ὅτι ἐγκατέλιπον τὴν διαθήκην σου οἱ υἱοὶ Ισραηλ· τὰ θυσιαστήριά σου καθεῖλαν καὶ τοὺς προφήτας σου ἀπέκτειναν ἐν ῥομφαίᾳ, καὶ ὑπολέλειμμαι ἐγὼ μονώτατος, καὶ ζητοῦσι τὴν ψυχήν μου λαβεῖν αὐτήν. [15] καὶ εἶπεν κύριος πρὸς αὐτόν Πορεύου ἀνάστρεφε εἰς τὴν ὁδόν σου καὶ ἥξεις εἰς τὴν ὁδὸν ἐρήμου Δαμασκοῦ καὶ χρίσεις τὸν Αζαηλ εἰς βασιλέα τῆς Συρίας· [16] καὶ τὸν Ιου υἱὸν Ναμεσσι χρίσεις εἰς βασιλέα ἐπὶ Ισραηλ· καὶ τὸν Ελισαιε υἱὸν Σαφατ ἀπὸ Αβελμαουλα χρίσεις εἰς προφήτην ἀντὶ σοῦ. [17] καὶ ἔσται τὸν σῳζόμενον ἐκ ῥομφαίας Αζαηλ θανατώσει Ιου, καὶ τὸν σῳζόμενον ἐκ ῥομφαίας Ιου θανατώσει Ελισαιε. [18] καὶ καταλείψεις ἐν Ισραηλ ἑπτὰ χιλιάδας ἀνδρῶν, πάντα γόνατα, ἃ οὐκ ὤκλασαν γόνυ τῷ Βααλ, καὶ πᾶν στόμα, ὃ οὐ προσεκύνησεν αὐτῷ. [19] Καὶ ἀπῆλθεν ἐκεῖθεν καὶ εὑρίσκει τὸν Ελισαιε υἱὸν Σαφατ, καὶ αὐτὸς ἠροτρία ἐν βουσίν – δώδεκα ζεύγη βοῶν ἐνώπιον αὐτοῦ, καὶ αὐτὸς ἐν τοῖς δώδεκα – , καὶ ἐπῆλθεν ἐπ’ αὐτὸν καὶ ἐπέρριψε τὴν μηλωτὴν αὐτοῦ ἐπ’ αὐτόν. [20] καὶ κατέλιπεν Ελισαιε τὰς βόας καὶ κατέδραμεν ὀπίσω Ηλιου καὶ εἶπεν Καταφιλήσω τὸν πατέρα μου καὶ ἀκολουθήσω ὀπίσω σου· καὶ εἶπεν Ηλιου Ἀνάστρεφε, ὅτι πεποίηκά σοι. [21] καὶ ἀνέστρεψεν ἐξόπισθεν αὐτοῦ καὶ ἔλαβεν τὰ ζεύγη τῶν βοῶν καὶ ἔθυσεν καὶ ἥψησεν αὐτὰ ἐν τοῖς σκεύεσι τῶν βοῶν καὶ ἔδωκεν τῷ λαῷ, καὶ ἔφαγον· καὶ ἀνέστη καὶ ἐπορεύθη ὀπίσω Ηλιου καὶ ἐλειτούργει αὐτῷ.
CHAPTER 20
[1] Καὶ ἀμπελὼν εἷς ἦν τῷ Ναβουθαι τῷ Ιεζραηλίτῃ παρὰ τῷ ἅλῳ Αχααβ βασιλέως Σαμαρείας. [2] καὶ ἐλάλησεν Αχααβ πρὸς Ναβουθαι λέγων Δός μοι τὸν ἀμπελῶνά σου καὶ ἔσται μοι εἰς κῆπον λαχάνων, ὅτι ἐγγίων οὗτος τῷ οἴκῳ μου, καὶ δώσω σοι ἀμπελῶνα ἄλλον ἀγαθὸν ὑπὲρ αὐτόν· εἰ δὲ ἀρέσκει ἐνώπιόν σου, δώσω σοι ἀργύριον ἀντάλλαγμα τοῦ ἀμπελῶνός σου τούτου, καὶ ἔσται μοι εἰς κῆπον λαχάνων. [3] καὶ εἶπεν Ναβουθαι πρὸς Αχααβ Μή μοι γένοιτο παρὰ θεοῦ μου δοῦναι κληρονομίαν πατέρων μου σοί. [4] καὶ ἐγένετο τὸ πνεῦμα Αχααβ τεταραγμένον, καὶ ἐκοιμήθη ἐπὶ τῆς κλίνης αὐτοῦ καὶ συνεκάλυψεν τὸ πρώσωπον αὐτοῦ καὶ οὐκ ἔφαγεν ἄρτον. [5] καὶ εἰσῆλθεν Ιεζαβελ ἡ γυνὴ αὐτοῦ πρὸς αὐτὸν καὶ ἐλάλησεν πρὸς αὐτόν Τί τὸ πνεῦμά σου τεταραγμένον καὶ οὐκ εἶ σὺ ἐσθίων ἄρτον; [6] καὶ εἶπεν πρὸς αὐτήν Ὅτι ἐλάλησα πρὸς Ναβουθαι τὸν Ιεζραηλίτην λέγων Δός μοι τὸν ἀμπελῶνά σου ἀργυρίου· εἰ δὲ βούλει, δώσω σοι ἀμπελῶνα ἄλλον ἀντ αὐτοῦ· καὶ εἶπεν Οὐ δώσω σοι κληρονομίαν πατέρων μου. [7] καὶ εἶπεν πρὸς αὐτὸν Ιεζαβελ ἡ γυνὴ αὐτοῦ Σὺ νῦν οὕτως ποιεῖς βασιλέα ἐπὶ Ισραηλ; ἀνάστηθι φάγε ἄρτον καὶ σαυτοῦ γενοῦ· ἐγὼ δώσω σοι τὸν ἀμπελῶνα Ναβουθαι
τοῦ Ιεζραηλίτου. [8] καὶ ἔγραψεν βιβλίον ἐπὶ τῷ ὀνόματι Αχααβ καὶ ἐσφραγίσατο τῇ σφραγῖδι αὐτοῦ καὶ ἀπέστειλεν τὸ βιβλίον πρὸς τοὺς πρεσβυτέρους καὶ τοὺς ἐλευθέρους τοὺς κατοικοῦντας μετὰ Ναβουθαι. [9] καὶ ἐγέγραπτο ἐν τοῖς βιβλίοις λέγων Νηστεύσατε νηστείαν καὶ καθίσατε τὸν Ναβουθαι ἐν ἀρχῇ τοῦ λαοῦ· [10] καὶ ἐγκαθίσατε δύο ἄνδρας υἱοὺς παρανόμων ἐξ ἐναντίας αὐτοῦ, καὶ καταμαρτυρησάτωσαν αὐτοῦ λέγοντες Ηὐλόγησεν θεὸν καὶ βασιλέα· καὶ ἐξαγαγέτωσαν αὐτὸν καὶ λιθοβολησάτωσαν αὐτόν, καὶ ἀποθανέτω. [11] καὶ ἐποίησαν οἱ ἄνδρες τῆς πόλεως αὐτοῦ οἱ πρεσβύτεροι καὶ οἱ ἐλεύθεροι οἱ κατοικοῦντες ἐν τῇ πόλει αὐτοῦ καθὰ ἀπέστειλεν πρὸς αὐτοὺς Ιεζαβελ, καθὰ γέγραπται ἐν τοῖς βιβλίοις, οἷς ἀπέστειλεν πρὸς αὐτούς. [12] ἐκάλεσαν νηστείαν καὶ ἐκάθισαν τὸν Ναβουθαι ἐν ἀρχῇ τοῦ λαοῦ, [13] καὶ ἦλθον δύο ἄνδρες υἱοὶ παρανόμων καὶ ἐκάθισαν ἐξ ἐναντίας αὐτοῦ καὶ κατεμαρτύρησαν αὐτοῦ λέγοντες Ηὐλόγηκας θεὸν καὶ βασιλέα· καὶ ἐξήγαγον αὐτὸν ἔξω τῆς πόλεως καὶ ἐλιθοβόλησαν αὐτὸν λίθοις, καὶ ἀπέθανεν. [14] καὶ ἀπέστειλαν πρὸς Ιεζαβελ λέγοντες Λελιθοβόληται Ναβουθαι καὶ τέθνηκεν. [15] καὶ ἐγένετο ὡς ἤκουσεν Ιεζαβελ, καὶ εἶπεν πρὸς Αχααβ Ἀνάστα κληρονόμει τὸν ἀμπελῶνα Ναβουθαι τοῦ Ιεζραηλίτου, ὃς οὐκ ἔδωκέν σοι ἀργυρίου, ὅτι οὐκ ἔστιν Ναβουθαι ζῶν, ὅτι τέθνηκεν. [16] καὶ ἐγένετο ὡς ἤκουσεν Αχααβ ὅτι τέθνηκεν Ναβουθαι ὁ Ιεζραηλίτης, καὶ διέρρηξεν τὰ ἱμάτια ἑαυτοῦ καὶ περιεβάλετο σάκκον· καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἀνέστη καὶ κατέβη Αχααβ εἰς τὸν ἀμπελῶνα Ναβουθαι τοῦ Ιεζραηλίτου κληρονομῆσαι αὐτόν. [17] Καὶ εἶπεν κύριος πρὸς Ηλιου τὸν Θεσβίτην λέγων [18] Ἀνάστηθι καὶ κατάβηθι εἰς ἀπαντὴν Αχααβ βασιλέως Ισραηλ τοῦ ἐν Σαμαρείᾳ· ἰδοὺ οὗτος ἐν ἀμπελῶνι Ναβουθαι, ὅτι καταβέβηκεν ἐκεῖ κληρονομῆσαι αὐτόν. [19] καὶ λαλήσεις πρὸς αὐτὸν λέγων Τάδε λέγει κύριος Ὡς σὺ ἐφόνευσας καὶ ἐκληρονόμησας, διὰ τοῦτο τάδε λέγει κύριος Ἐν παντὶ τόπῳ, ᾧ ἔλειξαν αἱ ὕες καὶ οἱ κύνες τὸ αἷμα Ναβουθαι, ἐκεῖ λείξουσιν οἱ κύνες τὸ αἷμά σου, καὶ αἱ πόρναι λούσονται ἐν τῷ αἵματί σου. [20] καὶ εἶπεν Αχααβ πρὸς Ηλιου Εἰ εὕρηκάς με, ὁ ἐχθρός μου; καὶ εἶπεν Εὕρηκα, διότι μάτην πέπρασαι ποιῆσαι τὸ πονηρὸν ἐνώπιον κυρίου παροργίσαι αὐτόν. [21] τάδε λέγει κύριος Ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ σὲ κακὰ καὶ ἐκκαύσω ὀπίσω σου καὶ ἐξολεθρεύσω τοῦ Αχααβ οὐροῦντα πρὸς τοῖχον καὶ συνεχόμενον καὶ ἐγκαταλελειμμένον ἐν Ισραηλ· [22] καὶ δώσω τὸν οἶκόν σου ὡς τὸν οἶκον Ιεροβοαμ υἱοῦ Ναβατ καὶ ὡς τὸν οἶκον Βαασα υἱοῦ Αχια περὶ τῶν παροργισμάτων, ὧν παρώργισας καὶ ἐξήμαρτες τὸν Ισραηλ. [23] καὶ τῇ Ιεζαβελ ἐλάλησεν κύριος λέγων Οἱ κύνες καταφάγονται αὐτὴν ἐν τῷ προτειχίσματι Ιεζραελ. [24] τὸν τεθνηκότα τοῦ Αχααβ ἐν τῇ πόλει φάγονται οἱ κύνες, καὶ τὸν τεθνηκότα αὐτοῦ ἐν τῷ πεδίῳ φάγονται τὰ πετεινὰ τοῦ οὐρανοῦ. [25] πλὴν ματαίως Αχααβ ὡς ἐπράθη ποιῆσαι τὸ πονηρὸν ἐνώπιον κυρίου, ὡς μετέθηκεν αὐτὸν Ιεζαβελ ἡ γυνὴ αὐτοῦ· [26] καὶ ἐβδελύχθη σφόδρα πορεύεσθαι ὀπίσω τῶν βδελυγμάτων κατὰ πάντα, ἃ ἐποίησεν ὁ Αμορραῖος, ὃν ἐξωλέθρευσεν κύριος ἀπὸ προσώπου υἱῶν Ισραηλ. [27] καὶ ὑπὲρ τοῦ λόγου, ὡς κατενύγη Αχααβ ἀπὸ προσώπου τοῦ κυρίου καὶ ἐπορεύετο κλαίων καὶ διέρρηξεν τὸν χιτῶνα αὐτοῦ καὶ ἐζώσατο σάκκον ἐπὶ τὸ σῶμα αὐτοῦ καὶ ἐνήστευσεν καὶ περιεβάλετο σάκκον ἐν τῇ ἡμέρᾳ, ᾗ ἐπάταξεν Ναβουθαι τὸν Ιεζραηλίτην, [28] καὶ ἐγένετο ῥῆμα κυρίου ἐν χειρὶ δούλου αὐτοῦ Ηλιου περὶ Αχααβ, καὶ εἶπεν κύριος [29] Ἑώρακας ὡς κατενύγη Αχααβ ἀπὸ προσώπου μου; οὐκ ἐπάξω τὴν κακίαν ἐν ταῖς ἡμέραις αὐτοῦ, ἀλλ’ ἐν ταῖς ἡμέραις τοῦ υἱοῦ αὐτοῦ ἐπάξω τὴν κακίαν.
CHAPTER 21
[1] Καὶ συνήθροισεν υἱὸς Αδερ πᾶσαν τὴν δύναμιν αὐτοῦ καὶ ἀνέβη καὶ περιεκάθισεν ἐπὶ Σαμάρειαν καὶ τριάκοντα καὶ δύο βασιλεῖς μετ’ αὐτοῦ καὶ πᾶς ἵππος καὶ ἅρμα· καὶ ἀνέβησαν καὶ περιεκάθισαν ἐπὶ Σαμάρειαν καὶ ἐπολέμησαν ἐπ’ αὐτήν. [2] καὶ ἀπέστειλεν πρὸς Αχααβ βασιλέα Ισραηλ εἰς τὴν πόλιν [3] καὶ εἶπεν πρὸς αὐτόν Τάδε λέγει υἱὸς Αδερ Τὸ ἀργύριόν σου καὶ τὸ χρυσίον σου ἐμόν ἐστιν, καὶ αἱ γυναῖκές σου καὶ τὰ τέκνα σου ἐμά ἐστιν. [4] καὶ ἀπεκρίθη ὁ βασιλεὺς Ισραηλ καὶ εἶπεν Καθὼς ἐλάλησας, κύριε βασιλεῦ, σὸς ἐγώ εἰμι καὶ πάντα τὰ ἐμά. [5] καὶ ἀνέστρεψαν οἱ ἄγγελοι καὶ εἶπον Τάδε λέγει υἱὸς Αδερ Ἐγὼ ἀπέσταλκα πρὸς σὲ λέγων Τὸ ἀργύριόν σου καὶ τὸ χρυσίον σου καὶ τὰς γυναῖκάς σου καὶ τὰ τέκνα σου δώσεις ἐμοί· [6] ὅτι ταύτην τὴν ὥραν αὔριον ἀποστελῶ τοὺς παῖδάς μου πρὸς σέ, καὶ ἐρευνήσουσιν τὸν οἶκόν σου καὶ τοὺς οἴκους τῶν παίδων σου καὶ ἔσται τὰ ἐπιθυμήματα ὀφθαλμῶν αὐτῶν, ἐφ’ ἃ ἂν ἐπιβάλωσι τὰς χεῖρας αὐτῶν, καὶ λήμψονται. [7] καὶ ἐκάλεσεν ὁ βασιλεὺς Ισραηλ πάντας τοὺς πρεσβυτέρους καὶ εἶπεν Γνῶτε δὴ καὶ ἴδετε ὅτι κακίαν οὗτος ζητεῖ, ὅτι ἀπέσταλκεν πρός με περὶ τῶν γυναικῶν μου καὶ περὶ τῶν υἱῶν μου καὶ περὶ τῶν θυγατέρων μου· τὸ ἀργύριόν μου καὶ τὸ χρυσίον μου οὐκ ἀπεκώλυσα ἀπ’ αὐτοῦ. [8] καὶ εἶπαν αὐτῷ οἱ πρεσβύτεροι καὶ πᾶς ὁ λαός Μὴ ἀκο
ύσῃς καὶ μὴ θελήσῃς. [9] καὶ εἶπεν τοῖς ἀγγέλοις υἱοῦ Αδερ Λέγετε τῷ κυρίῳ ὑμῶν Πάντα, ὅσα ἀπέσταλκας πρὸς τὸν δοῦλόν σου ἐν πρώτοις, ποιήσω, τὸ δὲ ῥῆμα τοῦτο οὐ δυνήσομαι ποιῆσαι. καὶ ἀπῆραν οἱ ἄνδρες καὶ ἐπέστρεψαν αὐτῷ λόγον. [10] καὶ ἀνταπέστειλεν πρὸς αὐτὸν υἱὸς Αδερ λέγων Τάδε ποιήσαι μοι ὁ θεὸς καὶ τάδε προσθείη, εἰ ἐκποιήσει ὁ χοῦς Σαμαρείας ταῖς ἀλώπεξιν παντὶ τῷ λαῷ τοῖς πεζοῖς μου. [11] καὶ ἀπεκρίθη ὁ βασιλεὺς Ισραηλ καὶ εἶπεν Ἱκανούσθω· μὴ καυχάσθω ὁ κυρτὸς ὡς ὁ ὀρθός. [12] καὶ ἐγένετο ὅτε ἀπεκρίθη αὐτῷ τὸν λόγον τοῦτον, πίνων ἦν αὐτὸς καὶ πάντες οἱ βασιλεῖς μετ’ αὐτοῦ ἐν σκηναῖς· καὶ εἶπεν τοῖς παισὶν αὐτοῦ Οἰκοδομήσατε χάρακα· καὶ ἔθεντο χάρακα ἐπὶ τὴν πόλιν. [13] Καὶ ἰδοὺ προφήτης εἷς προσῆλθεν τῷ βασιλεῖ Ισραηλ καὶ εἶπεν Τάδε λέγει κύριος Εἰ ἑόρακας πάντα τὸν ὄχλον τὸν μέγαν τοῦτον; ἰδοὺ ἐγὼ δίδωμι αὐτὸν σήμερον εἰς χεῖρας σάς, καὶ γνώσῃ ὅτι ἐγὼ κύριος. [14] καὶ εἶπεν Αχααβ Ἐν τίνι; καὶ εἶπεν Τάδε λέγει κύριος Ἐν τοῖς παιδαρίοις τῶν ἀρχόντων τῶν χωρῶν. καὶ εἶπεν Αχααβ Τίς συνάψει τὸν πόλεμον; καὶ εἶπεν Σύ. [15] καὶ ἐπεσκέψατο Αχααβ τὰ παιδάρια τῶν ἀρχόντων τῶν χωρῶν, καὶ ἐγένοντο διακόσιοι καὶ τριάκοντα· καὶ μετὰ ταῦτα ἐπεσκέψατο τὸν λαόν, πᾶν υἱὸν δυνάμεως, ἑξήκοντα χιλιάδας. [16] καὶ ἐξῆλθεν μεσημβρίας· καὶ υἱὸς Αδερ πίνων μεθύων ἐν Σοκχωθ, αὐτὸς καὶ οἱ βασιλεῖς, τριάκοντα καὶ δύο βασιλεῖς συμβοηθοὶ μετ’ αὐτοῦ. [17] καὶ ἐξῆλθον παιδάρια ἀρχόντων τῶν χωρῶν ἐν πρώτοις. καὶ ἀποστέλλουσιν καὶ ἀπαγγέλλουσιν τῷ βασιλεῖ Συρίας λέγοντες Ἄνδρες ἐξεληλύθασιν ἐκ Σαμαρείας. [18] καὶ εἶπεν αὐτοῖς Εἰ εἰς εἰρήνην οὗτοι ἐκπορεύονται, συλλάβετε αὐτοὺς ζῶντας, καὶ εἰ εἰς πόλεμον, ζῶντας συλλάβετε αὐτούς· [19] καὶ μὴ ἐξελθάτωσαν ἐκ τῆς πόλεως τὰ παιδάρια ἀρχόντων τῶν χωρῶν. καὶ ἡ δύναμις ὀπίσω αὐτῶν [20] ἐπάταξεν ἕκαστος τὸν παρ’ αὐτοῦ καὶ ἐδευτέρωσεν ἕκαστος τὸν παρ’ αὐτοῦ, καὶ ἔφυγεν Συρία, καὶ κατεδίωξεν αὐτοὺς Ισραηλ· καὶ σῴζεται υἱὸς Αδερ βασιλεὺς Συρίας ἐφ’ ἵππου ἱππέως. [21] καὶ ἐξῆλθεν βασιλεὺς Ισραηλ καὶ ἔλαβεν πάντας τοὺς ἵππους καὶ τὰ ἅρματα καὶ ἐπάταξεν πληγὴν μεγάλην ἐν Συρίᾳ. [22] καὶ προσῆλθεν ὁ προφήτης πρὸς βασιλέα Ισραηλ καὶ εἶπεν Κραταιοῦ καὶ γνῶθι καὶ ἰδὲ τί ποιήσεις, ὅτι ἐπιστρέφοντος τοῦ ἐνιαυτοῦ υἱὸς Αδερ βασιλεὺς Συρίας ἀναβαίνει ἐπὶ σέ. [23] Καὶ οἱ παῖδες βασιλέως Συρίας εἶπον Θεὸς ὀρέων θεὸς Ισραηλ καὶ οὐ θεὸς κοιλάδων, διὰ τοῦτο ἐκραταίωσεν ὑπὲρ ἡμᾶς· ἐὰν δὲ πολεμήσωμεν αὐτοὺς κατ’ εὐθύ, εἰ μὴ κραταιώσομεν ὑπὲρ αὐτούς. [24] καὶ τὸ ῥῆμα τοῦτο ποίησον· ἀπόστησον τοὺς βασιλεῖς ἕκαστον εἰς τὸν τόπον αὐτῶν καὶ θοῦ ἀντ αὐτῶν σατράπας, [25] καὶ ἀλλάξομέν σοι δύναμιν κατὰ τὴν δύναμιν τὴν πεσοῦσαν ἀπὸ σοῦ καὶ ἵππον κατὰ τὴν ἵππον καὶ ἅρματα κατὰ τὰ ἅρματα καὶ πολεμήσομεν πρὸς αὐτοὺς κατ’ εὐθὺ καὶ κραταιώσομεν ὑπὲρ αὐτούς. καὶ ἤκουσεν τῆς φωνῆς αὐτῶν καὶ ἐποίησεν οὕτως. [26] καὶ ἐγένετο ἐπιστρέψαντος τοῦ ἐνιαυτοῦ καὶ ἐπεσκέψατο υἱὸς Αδερ τὴν Συρίαν καὶ ἀνέβη εἰς Αφεκα εἰς πόλεμον ἐπὶ Ισραηλ. [27] καὶ οἱ υἱοὶ Ισραηλ ἐπεσκέπησαν καὶ παρεγένοντο εἰς ἀπαντὴν αὐτῶν, καὶ παρενέβαλεν Ισραηλ ἐξ ἐναντίας αὐτῶν ὡσεὶ δύο ποίμνια αἰγῶν, καὶ Συρία ἔπλησεν τὴν γῆν. [28] καὶ προσῆλθεν ὁ ἄνθρωπος τοῦ θεοῦ καὶ εἶπεν τῷ βασιλεῖ Ισραηλ Τάδε λέγει κύριος Ἀνθ ὧν εἶπεν Συρία Θεὸς ὀρέων κύριος ὁ θεὸς Ισραηλ καὶ οὐ θεὸς κοιλάδων αὐτός, καὶ δώσω τὴν δύναμιν τὴν μεγάλην ταύτην εἰς χεῖρα σήν, καὶ γνώσῃ ὅτι ἐγὼ κύριος. [29] καὶ παρεμβάλλουσιν οὗτοι ἀπέναντι τούτων ἑπτὰ ἡμέρας, καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ προσήγαγεν ὁ πόλεμος, καὶ ἐπάταξεν Ισραηλ τὴν Συρίαν ἑκατὸν χιλιάδας πεζῶν μιᾷ ἡμέρᾳ. [30] καὶ ἔφυγον οἱ κατάλοιποι εἰς Αφεκα εἰς τὴν πόλιν, καὶ ἔπεσεν τὸ τεῖχος ἐπὶ εἴκοσι καὶ ἑπτὰ χιλιάδας ἀνδρῶν τῶν καταλοίπων. – καὶ υἱὸς Αδερ ἔφυγεν καὶ εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ κοιτῶνος εἰς τὸ ταμίειον. [31] καὶ εἶπεν τοῖς παισὶν αὐτοῦ Οἶδα ὅτι βασιλεῖς Ισραηλ βασιλεῖς ἐλέους εἰσίν· ἐπιθώμεθα δὴ σάκκους ἐπὶ τὰς ὀσφύας ἡμῶν καὶ σχοινία ἐπὶ τὰς κεφαλὰς ἡμῶν καὶ ἐξέλθωμεν πρὸς βασιλέα Ισραηλ, εἴ πως ζωογονήσει τὰς ψυχὰς ἡμῶν. [32] καὶ περιεζώσαντο σάκκους ἐπὶ τὰς ὀσφύας αὐτῶν καὶ ἔθεσαν σχοινία ἐπὶ τὰς κεφαλὰς αὐτῶν καὶ εἶπον τῷ βασιλεῖ Ισραηλ Δοῦλός σου υἱὸς Αδερ λέγει Ζησάτω δὴ ἡ ψυχή μου. καὶ εἶπεν Εἰ ἔτι ζῇ; ἀδελφός μού ἐστιν. [33] καὶ οἱ ἄνδρες οἰωνίσαντο καὶ ἔσπευσαν καὶ ἀνέλεξαν τὸν λόγον ἐκ τοῦ στόματος αὐτοῦ καὶ εἶπον Ἀδελφός σου υἱὸς Αδερ. καὶ εἶπεν Εἰσέλθατε καὶ λάβετε αὐτόν· καὶ ἐξῆλθεν πρὸς αὐτὸν υἱὸς Αδερ, καὶ ἀναβιβάζουσιν αὐτὸν πρὸς αὐτὸν ἐπὶ τὸ ἅρμα. [34] καὶ εἶπεν πρὸς αὐτόν Τὰς πόλεις, ἃς ἔλαβεν ὁ πατήρ μου παρὰ τοῦ πατρός σου, ἀποδώσω σοι, καὶ ἐξόδους θήσεις σαυτῷ ἐν Δαμασκῷ, καθὼς ἔθετο ὁ πατήρ μου ἐν Σαμαρείᾳ· καὶ ἐγὼ ἐν διαθήκῃ ἐξαποστελῶ σε. καὶ διέθετο αὐτῷ διαθήκην καὶ ἐξαπέστειλεν αὐτόν. [35] Καὶ ἄνθρωπος εἷς ἐκ τῶν υἱῶν τῶν προφητῶν εἶπεν πρὸς τὸ�
� πλησίον αὐτοῦ ἐν λόγῳ κυρίου Πάταξον δή με· καὶ οὐκ ἠθέλησεν ὁ ἄνθρωπος πατάξαι αὐτόν. [36] καὶ εἶπεν πρὸς αὐτόν Ἀνθ ὧν οὐκ ἤκουσας τῆς φωνῆς κυρίου, ἰδοὺ σὺ ἀποτρέχεις ἀπ’ ἐμοῦ, καὶ πατάξει σε λέων· καὶ ἀπῆλθεν ἀπ’ αὐτοῦ, καὶ εὑρίσκει αὐτὸν λέων καὶ ἐπάταξεν αὐτόν. [37] καὶ εὑρίσκει ἄνθρωπον ἄλλον καὶ εἶπεν Πάταξόν με δή· καὶ ἐπάταξεν αὐτὸν ὁ ἄνθρωπος πατάξας καὶ συνέτριψεν. [38] καὶ ἐπορεύθη ὁ προφήτης καὶ ἔστη τῷ βασιλεῖ Ισραηλ ἐπὶ τῆς ὁδοῦ καὶ κατεδήσατο τελαμῶνι τοὺς ὀφθαλμοὺς αὐτοῦ. [39] καὶ ἐγένετο ὡς ὁ βασιλεὺς παρεπορεύετο, καὶ οὗτος ἐβόα πρὸς τὸν βασιλέα καὶ εἶπεν Ὁ δοῦλός σου ἐξῆλθεν ἐπὶ τὴν στρατιὰν τοῦ πολέμου, καὶ ἰδοὺ ἀνὴρ εἰσήγαγεν πρός με ἄνδρα καὶ εἶπεν πρός με Φύλαξον τοῦτον τὸν ἄνδρα, ἐὰν δὲ ἐκπηδῶν ἐκπηδήσῃ, καὶ ἔσται ἡ ψυχή σου ἀντὶ τῆς ψυχῆς αὐτοῦ ἢ τάλαντον ἀργυρίου στήσεις· [40] καὶ ἐγενήθη περιεβλέψατο ὁ δοῦλός σου ὧδε καὶ ὧδε, καὶ οὗτος οὐκ ἦν. καὶ εἶπεν πρὸς αὐτὸν ὁ βασιλεὺς Ισραηλ Ἰδοὺ καὶ τὰ ἔνεδρα, παρ’ ἐμοὶ ἐφόνευσας. [41] καὶ ἔσπευσεν καὶ ἀφεῖλεν τὸν τελαμῶνα ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ, καὶ ἐπέγνω αὐτὸν ὁ βασιλεὺς Ισραηλ ὅτι ἐκ τῶν προφητῶν οὗτος. [42] καὶ εἶπεν πρὸς αὐτόν Τάδε λέγει κύριος Διότι ἐξήνεγκας σὺ ἄνδρα ὀλέθριον ἐκ χειρός σου, καὶ ἔσται ἡ ψυχή σου ἀντὶ τῆς ψυχῆς αὐτοῦ καὶ ὁ λαός σου ἀντὶ τοῦ λαοῦ αὐτοῦ. [43] καὶ ἀπῆλθεν ὁ βασιλεὺς Ισραηλ συγκεχυμένος καὶ ἐκλελυμένος καὶ ἔρχεται εἰς Σαμάρειαν.