Septuagint Complete Greek and English Edition
Page 465
[3] ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς ἐν τῷ ὀργισθῆναι τὸν θυμὸν αὐτῶν ἐφ’ ἡμᾶς·
[4] ἄρα τὸ ὕδωρ κατεπόντισεν ἡμᾶς, χείμαρρον διῆλθεν ἡ ψυχὴ ἡμῶν·
[5] ἄρα διῆλθεν ἡ ψυχὴ ἡμῶν τὸ ὕδωρ τὸ ἀνυπόστατον.
[6] εὐλογητὸς κύριος, ὃς οὐκ ἔδωκεν ἡμᾶς εἰς θήραν τοῖς ὀδοῦσιν αὐτῶν.
[7] ἡ ψυχὴ ἡμῶν ὡς στρουθίον ἐρρύσθη ἐκ τῆς παγίδος τῶν θηρευόντων· ἡ παγὶς συνετρίβη, καὶ ἡμεῖς ἐρρύσθημεν.
[8] ἡ βοήθεια ἡμῶν ἐν ὀνόματι κυρίου τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν.
Ψαλμός 124
[1] Ὠιδὴ τῶν ἀναβαθμῶν. Οἱ πεποιθότες ἐπὶ κύριον ὡς ὄρος Σιων· οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα ὁ κατοικῶν Ιερουσαλημ.
[2] ὄρη κύκλῳ αὐτῆς, καὶ κύριος κύκλῳ τοῦ λαοῦ αὐτοῦ ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.
[3] ὅτι οὐκ ἀφήσει τὴν ῥάβδον τῶν ἁμαρτωλῶν ἐπὶ τὸν κλῆρον τῶν δικαίων, ὅπως ἂν μὴ ἐκτείνωσιν οἱ δίκαιοι ἐν ἀνομίᾳ χεῖρας αὐτῶν.
[4] ἀγάθυνον, κύριε, τοῖς ἀγαθοῖς καὶ τοῖς εὐθέσι τῇ καρδίᾳ·
[5] τοὺς δὲ ἐκκλίνοντας εἰς τὰς στραγγαλιὰς ἀπάξει κύριος μετὰ τῶν ἐργαζομένων τὴν ἀνομίαν. εἰρήνη ἐπὶ τὸν Ισραηλ.
Ψαλμός 125
[1] Ὠιδὴ τῶν ἀναβαθμῶν. Ἐν τῷ ἐπιστρέψαι κύριον τὴν αἰχμαλωσίαν Σιων ἐγενήθημεν ὡς παρακεκλημένοι.
[2] τότε ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν καὶ ἡ γλῶσσα ἡμῶν ἀγαλλιάσεως. τότε ἐροῦσιν ἐν τοῖς ἔθνεσιν Ἐμεγάλυνεν κύριος τοῦ ποιῆσαι μετ’ αὐτῶν.
[3] ἐμεγάλυνεν κύριος τοῦ ποιῆσαι μεθ’ ἡμῶν, ἐγενήθημεν εὐφραινόμενοι.
[4] ἐπίστρεψον, κύριε, τὴν αἰχμαλωσίαν ἡμῶν ὡς χειμάρρους ἐν τῷ νότῳ.
[5] οἱ σπείροντες ἐν δάκρυσιν ἐν ἀγαλλιάσει θεριοῦσιν.
[6] πορευόμενοι ἐπορεύοντο καὶ ἔκλαιον αἴροντες τὰ σπέρματα αὐτῶν· ἐρχόμενοι δὲ ἥξουσιν ἐν ἀγαλλιάσει αἴροντες τὰ δράγματα αὐτῶν.
Ψαλμός 126
[1] Ὠιδὴ τῶν ἀναβαθμῶν· τῷ Σαλωμων. Ἐὰν μὴ κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες αὐτόν· ἐὰν μὴ κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων.
[2] εἰς μάτην ὑμῖν ἐστιν τοῦ ὀρθρίζειν, ἐγείρεσθαι μετὰ τὸ καθῆσθαι, οἱ ἔσθοντες ἄρτον ὀδύνης, ὅταν δῷ τοῖς ἀγαπητοῖς αὐτοῦ ὕπνον.
[3] ἰδοὺ ἡ κληρονομία κυρίου υἱοί, ὁ μισθὸς τοῦ καρποῦ τῆς γαστρός.
[4] ὡσεὶ βέλη ἐν χειρὶ δυνατοῦ, οὕτως οἱ υἱοὶ τῶν ἐκτετιναγμένων.
[5] μακάριος ἄνθρωπος, ὃς πληρώσει τὴν ἐπιθυμίαν αὐτοῦ ἐξ αὐτῶν· οὐ καταισχυνθήσονται, ὅταν λαλῶσι τοῖς ἐχθροῖς αὐτῶν ἐν πύλῃ.
Ψαλμός 127
[1] Ὠιδὴ τῶν ἀναβαθμῶν. Μακάριοι πάντες οἱ φοβούμενοι τὸν κύριον οἱ πορευόμενοι ἐν ταῖς ὁδοῖς αὐτοῦ.
[2] τοὺς πόνους τῶν καρπῶν σου φάγεσαι· μακάριος εἶ, καὶ καλῶς σοι ἔσται.
[3] ἡ γυνή σου ὡς ἄμπελος εὐθηνοῦσα ἐν τοῖς κλίτεσι τῆς οἰκίας σου· οἱ υἱοί σου ὡς νεόφυτα ἐλαιῶν κύκλῳ τῆς τραπέζης σου.
[4] ἰδοὺ οὕτως εὐλογηθήσεται ἄνθρωπος ὁ φοβούμενος τὸν κύριον.
[5] εὐλογήσαι σε κύριος ἐκ Σιων, καὶ ἴδοις τὰ ἀγαθὰ Ιερουσαλημ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου·
[6] καὶ ἴδοις υἱοὺς τῶν υἱῶν σου. εἰρήνη ἐπὶ τὸν Ισραηλ.
Ψαλμός 128
[1] Ὠιδὴ τῶν ἀναβαθμῶν. Πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου, εἰπάτω δὴ Ισραηλ,
[2] πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου, καὶ γὰρ οὐκ ἠδυνήθησάν μοι.
[3] ἐπὶ τοῦ νώτου μου ἐτέκταινον οἱ ἁμαρτωλοί, ἐμάκρυναν τὴν ἀνομίαν αὐτῶν·
[4] κύριος δίκαιος συνέκοψεν αὐχένας ἁμαρτωλῶν.
[5] αἰσχυνθήτωσαν καὶ ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω πάντες οἱ μισοῦντες Σιων.
[6] γενηθήτωσαν ὡς χόρτος δωμάτων, ὃς πρὸ τοῦ ἐκσπασθῆναι ἐξηράνθη·
[7] οὗ οὐκ ἐπλήρωσεν τὴν χεῖρα αὐτοῦ ὁ θερίζων καὶ τὸν κόλπον αὐτοῦ ὁ τὰ δράγματα συλλέγων,
[8] καὶ οὐκ εἶπαν οἱ παράγοντες Εὐλογία κυρίου ἐφ’ ὑμᾶς, εὐλογήκαμεν ὑμᾶς ἐν ὀνόματι κυρίου.
Ψαλμός 129
[1] Ὠιδὴ τῶν ἀναβαθμῶν. Ἐκ βαθέων ἐκέκραξά σε, κύριε·
[2] κύριε, εἰσάκουσον τῆς φωνῆς μου· γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.
[3] ἐὰν ἀνομίας παρατηρήσῃ, κύριε, κύριε, τίς ὑποστήσεται;
[4] ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.
[5] ἕνεκεν τοῦ νόμου σου ὑπέμεινά σε, κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου.
[6] ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν κύριον ἀπὸ φυλακῆς πρωίας μέχρι νυκτός· ἀπὸ φυλακῆς πρωίας ἐλπισάτω Ισραηλ ἐπὶ τὸν κύριον.
[7] ὅτι παρὰ τῷ κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ’ αὐτῷ λύτρωσις,
[8] καὶ αὐτὸς λυτρώσεται τὸν Ισραηλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.
Ψαλμός 130
[1] Ὠιδὴ τῶν ἀναβαθμῶν· τῷ Δαυιδ. Κύριε, οὐχ ὑψώθη μου ἡ καρδία, οὐδὲ ἐμετεωρίσθησαν οἱ ὀφθαλμοί μου, οὐδὲ ἐπορεύθην ἐν μεγάλοις οὐδὲ ἐν θαυμασίοις ὑπὲρ ἐμέ.
[2] εἰ μὴ ἐταπεινοφρόνουν, ἀλλὰ ὕψωσα τὴν ψυχήν μου ὡς τὸ ἀπογεγαλακτισμένον ἐπὶ τὴν μητέρα αὐτοῦ, ὡς ἀνταπόδοσις ἐπὶ τὴν ψυχήν μου.
[3] ἐλπισάτω Ισρα
ηλ ἐπὶ τὸν κύριον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.
Ψαλμός 131
[1] Ὠιδὴ τῶν ἀναβαθμῶν. Μνήσθητι, κύριε, τοῦ Δαυιδ καὶ πάσης τῆς πραύτητος αὐτοῦ,
[2] ὡς ὤμοσεν τῷ κυρίῳ, ηὔξατο τῷ θεῷ Ιακωβ
[3] Εἰ εἰσελεύσομαι εἰς σκήνωμα οἴκου μου, εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνῆς μου,
[4] εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου καὶ τοῖς βλεφάροις μου νυσταγμὸν καὶ ἀνάπαυσιν τοῖς κροτάφοις μου,
[5] ἕως οὗ εὕρω τόπον τῷ κυρίῳ, σκήνωμα τῷ θεῷ Ιακωβ.
[6] ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Εφραθα, εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ·
[7] εἰσελευσόμεθα εἰς τὰ σκηνώματα αὐτοῦ, προσκυνήσομεν εἰς τὸν τόπον, οὗ ἔστησαν οἱ πόδες αὐτοῦ.
[8] ἀνάστηθι, κύριε, εἰς τὴν ἀνάπαυσίν σου, σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου·
[9] οἱ ἱερεῖς σου ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.
[10] ἕνεκεν Δαυιδ τοῦ δούλου σου μὴ ἀποστρέψῃς τὸ πρόσωπον τοῦ χριστοῦ σου.
[11] ὤμοσεν κύριος τῷ Δαυιδ ἀλήθειαν καὶ οὐ μὴ ἀθετήσει αὐτήν Ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τὸν θρόνον σου·
[12] ἐὰν φυλάξωνται οἱ υἱοί σου τὴν διαθήκην μου καὶ τὰ μαρτύριά μου ταῦτα, ἃ διδάξω αὐτούς, καὶ οἱ υἱοὶ αὐτῶν ἕως τοῦ αἰῶνος καθιοῦνται ἐπὶ τοῦ θρό νου σου.
[13] ὅτι ἐξελέξατο κύριος τὴν Σιων, ᾑρετίσατο αὐτὴν εἰς κατοικίαν ἑαυτῷ
[14] Αὕτη ἡ κατάπαυσίς μου εἰς αἰῶνα αἰῶνος, ὧδε κατοικήσω, ὅτι ᾑρετισάμην αὐτήν·
[15] τὴν θήραν αὐτῆς εὐλογῶν εὐλογήσω, τοὺς πτωχοὺς αὐτῆς χορτάσω ἄρτων,
[16] τοὺς ἱερεῖς αὐτῆς ἐνδύσω σωτηρίαν, καὶ οἱ ὅσιοι αὐτῆς ἀγαλλιάσει ἀγαλλιάσονται·
[17] ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαυιδ, ἡτοίμασα λύχνον τῷ χριστῷ μου·
[18] τοὺς ἐχθροὺς αὐτοῦ ἐνδύσω αἰσχύνην, ἐπὶ δὲ αὐτὸν ἐξανθήσει τὸ ἁγίασμά μου.
Ψαλμός 132
[1] Ὠιδὴ τῶν ἀναβαθμῶν· τῷ Δαυιδ. Ἰδοὺ δὴ τί καλὸν ἢ τί τερπνὸν ἀλλ’ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό;
[2] ὡς μύρον ἐπὶ κεφαλῆς τὸ καταβαῖνον ἐπὶ πώγωνα, τὸν πώγωνα τὸν Ααρων, τὸ καταβαῖνον ἐπὶ τὴν ᾤαν τοῦ ἐνδύματος αὐτοῦ·
[3] ὡς δρόσος Αερμων ἡ καταβαίνουσα ἐπὶ τὰ ὄρη Σιων· ὅτι ἐκεῖ ἐνετείλατο κύριος τὴν εὐλογίαν καὶ ζωὴν ἕως τοῦ αἰῶνος.
Ψαλμός 133
[1] Ὠιδὴ τῶν ἀναβαθμῶν. Ἰδοὺ δὴ εὐλογεῖτε τὸν κύριον, πάντες οἱ δοῦλοι κυρίου οἱ ἑστῶτες ἐν οἴκῳ κυρίου, ἐν αὐλαῖς οἴκου θεοῦ ἡμῶν.
[2] ἐν ταῖς νυξὶν ἐπάρατε τὰς χεῖρας ὑμῶν εἰς τὰ ἅγια καὶ εὐλογεῖτε τὸν κύριον.
[3] εὐλογήσει σε κύριος ἐκ Σιων ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν.
Ψαλμός 134
[1] Αλληλουια. Αἰνεῖτε τὸ ὄνομα κυρίου, αἰνεῖτε, δοῦλοι, κύριον,
[2] οἱ ἑστῶτες ἐν οἴκῳ κυρίου, ἐν αὐλαῖς οἴκου θεοῦ ἡμῶν.
[3] αἰνεῖτε τὸν κύριον, ὅτι ἀγαθὸς κύριος· ψάλατε τῷ ὀνόματι αὐτοῦ, ὅτι καλόν·
[4] ὅτι τὸν Ιακωβ ἐξελέξατο ἑαυτῷ ὁ κύριος, Ισραηλ εἰς περιουσιασμὸν αὐτοῦ.
[5] ὅτι ἐγὼ ἔγνων ὅτι μέγας κύριος καὶ ὁ κύριος ἡμῶν παρὰ πάντας τοὺς θεούς·
[6] πάντα, ὅσα ἠθέλησεν ὁ κύριος, ἐποίησεν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, ἐν ταῖς θαλάσσαις καὶ ἐν πάσαις ταῖς ἀβύσσοις·
[7] ἀνάγων νεφέλας ἐξ ἐσχάτου τῆς γῆς, ἀστραπὰς εἰς ὑετὸν ἐποίησεν· ὁ ἐξάγων ἀνέμους ἐκ θησαυρῶν αὐτοῦ.
[8] ὃς ἐπάταξεν τὰ πρωτότοκα Αἰγύπτου ἀπὸ ἀνθρώπου ἕως κτήνους·
[9] ἐξαπέστειλεν σημεῖα καὶ τέρατα ἐν μέσῳ σου, Αἴγυπτε, ἐν Φαραω καὶ ἐν πᾶσι τοῖς δούλοις αὐτοῦ.
[10] ὃς ἐπάταξεν ἔθνη πολλὰ καὶ ἀπέκτεινεν βασιλεῖς κραταιούς,
[11] τὸν Σηων βασιλέα τῶν Αμορραίων καὶ τὸν Ωγ βασιλέα τῆς Βασαν καὶ πάσας τὰς βασιλείας Χανααν,
[12] καὶ ἔδωκεν τὴν γῆν αὐτῶν κληρονομίαν, κληρονομίαν Ισραηλ λαῷ αὐτοῦ.
[13] κύριε, τὸ ὄνομά σου εἰς τὸν αἰῶνα κύριε, τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεάν.
[14] ὅτι κρινεῖ κύριος τὸν λαὸν αὐτοῦ καὶ ἐπὶ τοῖς δούλοις αὐτοῦ παρακληθήσεται.
[15] τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων·
[16] στόμα ἔχουσιν καὶ οὐ λαλήσουσιν, ὀφθαλμοὺς ἔχουσιν καὶ οὐκ ὄψονται,
[17] ὦτα ἔχουσιν καὶ οὐκ ἐνωτισθήσονται, [ῥῖνας ἔχουσιν καὶ οὐκ ὀσφρανθήσονται, χεῖρας ἔχουσιν καὶ οὐ ψηλαφήσουσιν, πόδας ἔχουσιν καὶ οὐ περιπατήσουσιν, οὐ φωνήσουσιν ἐν τῷ λάρυγγι αὐτῶν,] οὐδὲ γάρ ἐστιν πνεῦμα ἐν τῷ στόματι αὐτῶν.
[18] ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ καὶ πάντες οἱ πεποιθότες ἐπ’ αὐτοῖς.
[19] οἶκος Ισραηλ, εὐλογήσατε τὸν κύριον· οἶκος Ααρων, εὐλογήσατε τὸν κύριον·
[20] οἶκος Λευι, εὐλογήσατε τὸν κύριον· οἱ φοβούμενοι τὸν κύριον, εὐλογήσατε τὸν κύριον.
[21] εὐλογητὸς κύριος ἐκ Σιων ὁ κατοικῶν Ιερουσαλημ.
Ψαλμός 135
[1] Αλληλουια. Ἐξομολογεῖσθε τῷ κυρίῳ, ὅτι χρηστός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·
[2] ἐξομολογεῖσθε τῷ θεῷ τῶν θεῶν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτ
οῦ·
[3] ἐξομολογεῖσθε τῷ κυρίῳ τῶν κυρίων, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·
[4] τῷ ποιοῦντι θαυμάσια μεγάλα μόνῳ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·
[5] τῷ ποιήσαντι τοὺς οὐρανοὺς ἐν συνέσει, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·
[6] τῷ στερεώσαντι τὴν γῆν ἐπὶ τῶν ὑδάτων, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·
[7] τῷ ποιήσαντι φῶτα μεγάλα μόνῳ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ,
[8] τὸν ἥλιον εἰς ἐξουσίαν τῆς ἡμέρας, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ,
[9] τὴν σελήνην καὶ τὰ ἄστρα εἰς ἐξουσίαν τῆς νυκτός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·
[10] τῷ πατάξαντι Αἴγυπτον σὺν τοῖς πρωτοτόκοις αὐτῶν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ,
[11] καὶ ἐξαγαγόντι τὸν Ισραηλ ἐκ μέσου αὐτῶν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ,
[12] ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·
[13] τῷ καταδιελόντι τὴν ἐρυθρὰν θάλασσαν εἰς διαιρέσεις, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ,