Book Read Free

Septuagint Complete Greek and English Edition

Page 485

by Septuagint


  CHAPTER 5

  [1] Μὴ ἔπεχε ἐπὶ τοῖς χρήμασίν σου καὶ μὴ εἴπῃς Αὐτάρκη μοί ἐστιν. [2] μὴ ἐξακολούθει τῇ ψυχῇ σου καὶ τῇ ἰσχύι σου πορεύεσθαι ἐν ἐπιθυμίαις καρδίας σου· [3] καὶ μὴ εἴπῃς Τίς με δυναστεύσει; ὁ γὰρ κύριος ἐκδικῶν ἐκδικήσει. [4] μὴ εἴπῃς Ἥμαρτον, καὶ τί μοι ἐγένετο; ὁ γὰρ κύριός ἐστιν μακρόθυμος. [5] περὶ ἐξιλασμοῦ μὴ ἄφοβος γίνου προσθεῖναι ἁμαρτίαν ἐφ’ ἁμαρτίαις· [6] καὶ μὴ εἴπῃς Ὁ οἰκτιρμὸς αὐτοῦ πολύς, τὸ πλῆθος τῶν ἁμαρτιῶν μου ἐξιλάσεται· ἔλεος γὰρ καὶ ὀργὴ παρ’ αὐτῷ, καὶ ἐπὶ ἁμαρτωλοὺς καταπαύσει ὁ θυμὸς αὐτοῦ. [7] μὴ ἀνάμενε ἐπιστρέψαι πρὸς κύριον καὶ μὴ ὑπερβάλλου ἡμέραν ἐξ ἡμέρας· ἐξάπινα γὰρ ἐξελεύσεται ὀργὴ κυρίου, καὶ ἐν καιρῷ ἐκδικήσεως ἐξολῇ. [8] Μὴ ἔπεχε ἐπὶ χρήμασιν ἀδίκοις· οὐδὲν γὰρ ὠφελήσει σε ἐν ἡμέρᾳ ἐπαγωγῆς. [9] μὴ λίκμα ἐν παντὶ ἀνέμῳ καὶ μὴ πορεύου ἐν πάσῃ ἀτραπῷ· οὕτως ὁ ἁμαρτωλὸς ὁ δίγλωσσος. [10] ἴσθι ἐστηριγμένος ἐν συνέσει σου, καὶ εἷς ἔστω σου ὁ λόγος. [11] Γίνου ταχὺς ἐν ἀκροάσει σου καὶ ἐν μακροθυμίᾳ φθέγγου ἀπόκρισιν. [12] εἰ ἔστιν σοι σύνεσις, ἀποκρίθητι τῷ πλησίον· εἰ δὲ μή, ἡ χείρ σου ἔστω ἐπὶ τῷ στόματί σου. [13] δόξα καὶ ἀτιμία ἐν λαλιᾷ, καὶ γλῶσσα ἀνθρώπου πτῶσις αὐτῷ. [14] Μὴ κληθῇς ψίθυρος καὶ τῇ γλώσσῃ σου μὴ ἐνέδρευε ἐπὶ γὰρ τῷ κλέπτῃ ἐστὶν αἰσχύνη καὶ κατάγνωσις πονηρὰ ἐπὶ διγλώσσου. [15] ἐν μεγάλῳ καὶ ἐν μικρῷ μὴ ἀγνόει καὶ ἀντὶ φίλου μὴ γίνου ἐχθρός· ὄνομα γὰρ πονηρὸν αἰσχύνην καὶ ὄνειδος κληρονομήσει· οὕτως ὁ ἁμαρτωλὸς ὁ δίγλωσσος. [2] Μὴ ἐπάρῃς σεαυτὸν ἐν βουλῇ ψυχῆς σου, ἵνα μὴ διαρπαγῇ ὡς ταῦρος ἡ ψυχή σου· [3] τὰ φύλλα σου καταφάγεσαι καὶ τοὺς καρπούς σου ἀπολέσεις καὶ ἀφήσεις σεαυτὸν ὡς ξύλον ξηρόν. [4] ψυχὴ πονηρὰ ἀπολεῖ τὸν κτησάμενον αὐτὴν καὶ ἐπίχαρμα ἐχθρῶν ποιήσει αὐτόν. [5] Λάρυγξ γλυκὺς πληθυνεῖ φίλους αὐτοῦ, καὶ γλῶσσα εὔλαλος πληθυνεῖ εὐπροσήγορα. [6] οἱ εἰρηνεύοντές σοι ἔστωσαν πολλοί, οἱ δὲ σύμβουλοί σου εἷς ἀπὸ χιλίων. [7] εἰ κτᾶσαι φίλον, ἐν πειρασμῷ κτῆσαι αὐτὸν καὶ μὴ ταχὺ ἐμπιστεύσῃς αὐτῷ. [8] ἔστιν γὰρ φίλος ἐν καιρῷ αὐτοῦ καὶ οὐ μὴ παραμείνῃ ἐν ἡμέρᾳ θλίψεώς σου. [9] καὶ ἔστιν φίλος μετατιθέμενος εἰς ἔχθραν καὶ μάχην ὀνειδισμοῦ σου ἀποκαλύψει. [10] καὶ ἔστιν φίλος κοινωνὸς τραπεζῶν καὶ οὐ μὴ παραμείνῃ ἐν ἡμέρᾳ θλίψεώς σου· [11] καὶ ἐν τοῖς ἀγαθοῖς σου ἔσται ὡς σὺ καὶ ἐπὶ τοὺς οἰκέτας σου παρρησιάσεται· [12] ἐὰν ταπεινωθῇς, ἔσται κατὰ σοῦ καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσεται. [13] ἀπὸ τῶν ἐχθρῶν σου διαχωρίσθητι καὶ ἀπὸ τῶν φίλων σου πρόσεχε. [14] φίλος πιστὸς σκέπη κραταιά, ὁ δὲ εὑρὼν αὐτὸν εὗρεν θησαυρόν. [15] φίλου πιστοῦ οὐκ ἔστιν ἀντάλλαγμα, καὶ οὐκ ἔστιν σταθμὸς τῆς καλλονῆς αὐτοῦ. [16] φίλος πιστὸς φάρμακον ζωῆς, καὶ οἱ φοβούμενοι κύριον εὑρήσουσιν αὐτόν. [17] ὁ φοβούμενος κύριον εὐθυνεῖ φιλίαν αὐτοῦ, ὅτι κατ’ αὐτὸν οὕτως καὶ ὁ πλησίον αὐτοῦ. [18] Τέκνον, ἐκ νεότητός σου ἐπίλεξαι παιδείαν, καὶ ἕως πολιῶν εὑρήσεις σοφίαν. [19] ὡς ὁ ἀροτριῶν καὶ ὁ σπείρων πρόσελθε αὐτῇ καὶ ἀνάμενε τοὺς ἀγαθοὺς καρποὺς αὐτῆς· ἐν γὰρ τῇ ἐργασίᾳ αὐτῆς ὀλίγον κοπιάσεις καὶ ταχὺ φάγεσαι τῶν γενημάτων αὐτῆς. [20] ὡς τραχεῖά ἐστιν σφόδρα τοῖς ἀπαιδεύτοις, καὶ οὐκ ἐμμενεῖ ἐν αὐτῇ ἀκάρδιος· [21] ὡς λίθος δοκιμασίας ἰσχυρὸς ἔσται ἐπ’ αὐτῷ, καὶ οὐ χρονιεῖ ἀπορρῖψαι αὐτήν. [22] σοφία γὰρ κατὰ τὸ ὄνομα αὐτῆς ἐστιν καὶ οὐ πολλοῖς ἐστιν φανερά. [23] Ἄκουσον, τέκνον, καὶ ἔκδεξαι γνώμην μου καὶ μὴ ἀπαναίνου τὴν συμβουλίαν μου· [24] καὶ εἰσένεγκον τοὺς πόδας σου εἰς τὰς πέδας αὐτῆς καὶ εἰς τὸν κλοιὸν αὐτῆς τὸν τράχηλόν σου· [25] ὑπόθες τὸν ὦμόν σου καὶ βάσταξον αὐτὴν καὶ μὴ προσοχθίσῃς τοῖς δεσμοῖς αὐτῆς· [26] ἐν πάσῃ ψυχῇ σου πρόσελθε αὐτῇ καὶ ἐν ὅλῃ δυνάμει σου συντήρησον τὰς ὁδοὺς αὐτῆς· [27] ἐξίχνευσον καὶ ζήτησον, καὶ γνωσθήσεταί σοι, καὶ ἐγκρατὴς γενόμενος μὴ ἀφῇς αὐτήν· [28] ἐπ’ ἐσχάτων γὰρ εὑρήσεις τὴν ἀνάπαυσιν αὐτῆς, καὶ στραφήσεταί σοι εἰς εὐφροσύνην· [29] καὶ ἔσονταί σοι αἱ πέδαι εἰς σκέπην ἰσχύος καὶ οἱ κλοιοὶ αὐτῆς εἰς στολὴν δόξης. [30] κόσμος γὰρ χρύσεός ἐστιν ἐπ’ αὐτῆς, καὶ οἱ δεσμοὶ αὐτῆς κλῶσμα ὑακίνθινον· [31] στολὴν δόξης ἐνδύσῃ αὐτὴν καὶ στέφανον ἀγαλλιάματος περιθήσεις σεαυτῷ. [32] Ἐὰν θέλῃς, τέκνον, παιδευθήσῃ, καὶ ἐὰν ἐπιδῷς τὴν ψυχήν σου, πανοῦργος ἔσῃ· [33] ἐὰν ἀγαπήσῃς ἀκούειν, ἐκδέξῃ, καὶ ἐὰν κλίνῃς τὸ οὖς σου, σοφὸς ἔσῃ. [34] ἐν πλήθει πρεσβυτέρων στῆθι· καὶ τίς σοφός; αὐτῷ προσκολλήθητι. [35] πᾶσαν διήγησιν θείαν θέλε ἀκροᾶσθαι, καὶ παροιμίαι συνέσεως μὴ ἐκφευγέτωσάν σε. [36] ἐὰν ἴδῃς συνετόν, ὄρθριζε πρὸς αὐτόν, καὶ βαθμοὺς θυρῶν αὐτοῦ ἐκτριβέτω ὁ πούς σου. [37] διανοοῦ ἐν τοῖς προστάγμασιν κυρίου καὶ ἐν ταῖς ἐντολαῖς αὐτοῦ μελέτα διὰ παντός· αὐτὸς στηριεῖ τὴν καρδίαν σου, καὶ ἡ ἐπιθυμία τῆς σοφίας δοθήσεταί σοι.

  CHAPTER 7

  [1] Μὴ ποίει κακά, καὶ οὐ μή σε καταλάβῃ κακόν· [2] ἀπόστηθι ἀπὸ ἀδίκου, καὶ ἐκκλινεῖ ἀπὸ σοῦ. [3] υἱέ, μὴ σπεῖρε ἐπ’ αὔλακας ἀδικίας, καὶ οὐ μὴ θερίσῃς αὐτὰ ἑπταπλασίως. [4] μὴ ζήτει παρὰ κυ�
�ίου ἡγεμονίαν μηδὲ παρὰ βασιλέως καθέδραν δόξης. [5] μὴ δικαιοῦ ἔναντι κυρίου καὶ παρὰ βασιλεῖ μὴ σοφίζου. [6] μὴ ζήτει γενέσθαι κριτής, μὴ οὐκ ἰσχύσεις ἐξᾶραι ἀδικίας, μήποτε εὐλαβηθῇς ἀπὸ προσώπου δυνάστου καὶ θήσεις σκάνδαλον ἐν εὐθύτητί σου. [7] μὴ ἁμάρτανε εἰς πλῆθος πόλεως καὶ μὴ καταβάλῃς σεαυτὸν ἐν ὄχλῳ. [8] μὴ καταδεσμεύσῃς δὶς ἁμαρτίαν· ἐν γὰρ τῇ μιᾷ οὐκ ἀθῷος ἔσῃ. [9] μὴ εἴπῃς Τῷ πλήθει τῶν δώρων μου ἐπόψεται καὶ ἐν τῷ προσενέγκαι με θεῷ ὑψίστῳ προσδέξεται. [10] μὴ ὀλιγοψυχήσῃς ἐν τῇ προσευχῇ σου καὶ ἐλεημοσύνην ποιῆσαι μὴ παρίδῃς. [11] μὴ καταγέλα ἄνθρωπον ὄντα ἐν πικρίᾳ ψυχῆς αὐτοῦ· ἔστιν γὰρ ὁ ταπεινῶν καὶ ἀνυψῶν. [12] μὴ ἀροτρία ψεῦδος ἐπ’ ἀδελφῷ σου μηδὲ φίλῳ τὸ ὅμοιον ποίει. [13] μὴ θέλε ψεύδεσθαι πᾶν ψεῦδος· ὁ γὰρ ἐνδελεχισμὸς αὐτοῦ οὐκ εἰς ἀγαθόν. [14] μὴ ἀδολέσχει ἐν πλήθει πρεσβυτέρων καὶ μὴ δευτερώσῃς λόγον ἐν προσευχῇ σου. [15] μὴ μισήσῃς ἐπίπονον ἐργασίαν καὶ γεωργίαν ὑπὸ ὑψίστου ἐκτισμένην. [16] μὴ προσλογίζου σεαυτὸν ἐν πλήθει ἁμαρτωλῶν· μνήσθητι ὅτι ὀργὴ οὐ χρονιεῖ. [17] ταπείνωσον σφόδρα τὴν ψυχήν σου, ὅτι ἐκδίκησις ἀσεβοῦς πῦρ καὶ σκώληξ. [18] Μὴ ἀλλάξῃς φίλον ἕνεκεν διαφόρου μηδὲ ἀδελφὸν γνήσιον ἐν χρυσίῳ Σουφιρ. [19] μὴ ἀστόχει γυναικὸς σοφῆς καὶ ἀγαθῆς· ἡ γὰρ χάρις αὐτῆς ὑπὲρ τὸ χρυσίον. [20] μὴ κακώσῃς οἰκέτην ἐργαζόμενον ἐν ἀληθείᾳ μηδὲ μίσθιον διδόντα τὴν ψυχὴν αὐτοῦ· [21] οἰκέτην συνετὸν ἀγαπάτω σου ἡ ψυχή, μὴ στερήσῃς αὐτὸν ἐλευθερίας. [22] κτήνη σοί ἐστιν; ἐπισκέπτου αὐτά· καὶ εἰ ἔστιν σοι χρήσιμα, ἐμμενέτω σοι. [23] τέκνα σοί ἐστιν; παίδευσον αὐτὰ καὶ κάμψον ἐκ νεότητος τὸν τράχηλον αὐτῶν. [24] θυγατέρες σοί εἰσιν; πρόσεχε τῷ σώματι αὐτῶν καὶ μὴ ἱλαρώσῃς πρὸς αὐτὰς τὸ πρόσωπόν σου. [25] ἔκδου θυγατέρα, καὶ ἔσῃ τετελεκὼς ἔργον μέγα, καὶ ἀνδρὶ συνετῷ δώρησαι αὐτήν. [26] γυνή σοί ἐστιν κατὰ ψυχήν; μὴ ἐκβάλῃς αὐτήν· καὶ μισουμένῃ μὴ ἐμπιστεύσῃς σεαυτόν. [27] Ἐν ὅλῃ καρδίᾳ σου δόξασον τὸν πατέρα σου καὶ μητρὸς ὠδῖνας μὴ ἐπιλάθῃ· [28] μνήσθητι ὅτι δι’ αὐτῶν ἐγεννήθης, καὶ τί ἀνταποδώσεις αὐτοῖς καθὼς αὐτοὶ σοί; [29] ἐν ὅλῃ ψυχῇ σου εὐλαβοῦ τὸν κύριον καὶ τοὺς ἱερεῖς αὐτοῦ θαύμαζε. [30] ἐν ὅλῃ δυνάμει ἀγάπησον τὸν ποιήσαντά σε καὶ τοὺς λειτουργοὺς αὐτοῦ μὴ ἐγκαταλίπῃς. [31] φοβοῦ τὸν κύριον καὶ δόξασον ἱερέα καὶ δὸς τὴν μερίδα αὐτῷ, καθὼς ἐντέταλταί σοι, ἀπαρχὴν καὶ περὶ πλημμελείας καὶ δόσιν βραχιόνων καὶ θυσίαν ἁγιασμοῦ καὶ ἀπαρχὴν ἁγίων. [32] Καὶ πτωχῷ ἔκτεινον τὴν χεῖρά σου, ἵνα τελειωθῇ ἡ εὐλογία σου. [33] χάρις δόματος ἔναντι παντὸς ζῶντος, καὶ ἐπὶ νεκρῷ μὴ ἀποκωλύσῃς χάριν. [34] μὴ ὑστέρει ἀπὸ κλαιόντων καὶ μετὰ πενθούντων πένθησον. [35] μὴ ὄκνει ἐπισκέπτεσθαι ἄρρωστον ἄνθρωπον· ἐκ γὰρ τῶν τοιούτων ἀγαπηθήσῃ. [36] ἐν πᾶσι τοῖς λόγοις σου μιμνῄσκου τὰ ἔσχατά σου, καὶ εἰς τὸν αἰῶνα οὐχ ἁμαρτήσεις.

  CHAPTER 8

  [1] Μὴ διαμάχου μετὰ ἀνθρώπου δυνάστου, μήποτε ἐμπέσῃς εἰς τὰς χεῖρας αὐτοῦ. [2] μὴ ἔριζε μετὰ ἀνθρώπου πλουσίου, μήποτε ἀντιστήσῃ σου τὴν ὁλκήν· πολλοὺς γὰρ ἀπώλεσεν τὸ χρυσίον καὶ καρδίας βασιλέων ἐξέκλινεν. [3] μὴ διαμάχου μετὰ ἀνθρώπου γλωσσώδους καὶ μὴ ἐπιστοιβάσῃς ἐπὶ τὸ πῦρ αὐτοῦ ξύλα. [4] μὴ πρόσπαιζε ἀπαιδεύτῳ, ἵνα μὴ ἀτιμάζωνται οἱ πρόγονοί σου. [5] μὴ ὀνείδιζε ἄνθρωπον ἀποστρέφοντα ἀπὸ ἁμαρτίας· μνήσθητι ὅτι πάντες ἐσμὲν ἐν ἐπιτίμοις. [6] μὴ ἀτιμάσῃς ἄνθρωπον ἐν γήρᾳ αὐτοῦ· καὶ γὰρ ἐξ ἡμῶν γηράσκουσιν. [7] μὴ ἐπίχαιρε ἐπὶ νεκρῷ· μνήσθητι ὅτι πάντες τελευτῶμεν. [8] μὴ παρίδῃς διήγημα σοφῶν καὶ ἐν ταῖς παροιμίαις αὐτῶν ἀναστρέφου· ὅτι παρ’ αὐτῶν μαθήσῃ παιδείαν καὶ λειτουργῆσαι μεγιστᾶσιν. [9] μὴ ἀστόχει διηγήματος γερόντων, καὶ γὰρ αὐτοὶ ἔμαθον παρὰ τῶν πατέρων αὐτῶν· ὅτι παρ’ αὐτῶν μαθήσῃ σύνεσιν καὶ ἐν καιρῷ χρείας δοῦναι ἀπόκρισιν. [10] μὴ ἔκκαιε ἄνθρακας ἁμαρτωλοῦ, μὴ ἐμπυρισθῇς ἐν πυρὶ φλογὸς αὐτοῦ. [11] μὴ ἐξαναστῇς ἀπὸ προσώπου ὑβριστοῦ, ἵνα μὴ ἐγκαθίσῃ ὡς ἔνεδρον τῷ στόματί σου. [12] μὴ δανείσῃς ἀνθρώπῳ ἰσχυροτέρῳ σου· καὶ ἐὰν δανείσῃς, ὡς ἀπολωλεκὼς γίνου. [13] μὴ ἐγγυήσῃ ὑπὲρ δύναμίν σου· καὶ ἐὰν ἐγγυήσῃ, ὡς ἀποτείσων φρόντιζε. [14] μὴ δικάζου μετὰ κριτοῦ· κατὰ γὰρ τὴν δόξαν αὐτοῦ κρινοῦσιν αὐτῷ. [15] μετὰ τολμηροῦ μὴ πορεύου ἐν ὁδῷ, ἵνα μὴ βαρύνηται κατὰ σοῦ· αὐτὸς γὰρ κατὰ τὸ θέλημα αὐτοῦ ποιήσει, καὶ τῇ ἀφροσύνῃ αὐτοῦ συναπολῇ. [16] μετὰ θυμώδους μὴ ποιήσῃς μάχην καὶ μὴ διαπορεύου μετ’ αὐτοῦ τὴν ἔρημον· ὅτι ὡς οὐδὲν ἐν ὀφθαλμοῖς αὐτοῦ αἷμα, καὶ ὅπου οὐκ ἔστιν βοήθεια, καταβαλεῖ σε. [17] μετὰ μωροῦ μὴ συμβουλεύου· οὐ γὰρ δυνήσεται λόγον στέξαι. [18] ἐνώπιον ἀλλοτρίου μὴ ποιήσῃς κρυπτόν· οὐ γὰρ γινώσκεις τί τέξεται. [19] παντὶ ἀνθρώπῳ μὴ ἔκφαινε σὴν καρδίαν, καὶ μὴ ἀναφερέτω σοι χάριν.

 

‹ Prev