Book Read Free

Septuagint Complete Greek and English Edition

Page 582

by Septuagint


  [30] And their dwelling was from Masse, till one comes to Saphera, a mountain of the east.

  [31] οὗτοι υἱοὶ Σημ ἐν ταῖς φυλαῖς αὐτῶν κατὰ γλώσσας αὐτῶν ἐν ταῖς χώραις αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν.

  [31] These were the sons of Sem in their tribes, according to their tongues, in their countries, and in their nations.

  [32] Αὗται αἱ φυλαὶ υἱῶν Νωε κατὰ γενέσεις αὐτῶν κατὰ τὰ ἔθνη αὐτῶν· ἀπὸ τούτων διεσπάρησαν νῆσοι τῶν ἐθνῶν ἐπὶ τῆς γῆς μετὰ τὸν κατακλυσμόν.

  [32] These are the tribes of the sons of Noe, according to their generations, according to their nations: of them were the islands of the Gentiles scattered over the earth after the flood.

  CHAPTER 11

  [1] Καὶ ἦν πᾶσα ἡ γῆ χεῖλος ἕν, καὶ φωνὴ μία πᾶσιν.

  [1] And all the earth was one lip, and there was one language to all.

  [2] καὶ ἐγένετο ἐν τῷ κινῆσαι αὐτοὺς ἀπὸ ἀνατολῶν εὗρον πεδίον ἐν γῇ Σεννααρ καὶ κατῴκησαν ἐκεῖ.

  [2] And it came to pass as they moved from the east, they found a plain in the land of Senaar, and they dwelt there.

  [3] καὶ εἶπεν ἄνθρωπος τῷ πλησίον Δεῦτε πλινθεύσωμεν πλίνθους καὶ ὀπτήσωμεν αὐτὰς πυρί. καὶ ἐγένετο αὐτοῖς ἡ πλίνθος εἰς λίθον, καὶ ἄσφαλτος ἦν αὐτοῖς ὁ πηλός.

  [3] And a man said to his neighbour, Come, let us make bricks and bake them with fire. And the brick was to them for stone, and their mortar was bitumen.

  [4] καὶ εἶπαν Δεῦτε οἰκοδομήσωμεν ἑαυτοῖς πόλιν καὶ πύργον, οὗ ἡ κεφαλὴ ἔσται ἕως τοῦ οὐρανοῦ, καὶ ποιήσωμεν ἑαυτοῖς ὄνομα πρὸ τοῦ διασπαρῆναι ἐπὶ προσώπου πάσης τῆς γῆς.

  [4] And they said, Come, let us build to ourselves a city and tower, whose top shall be to heaven, and let us make to ourselves a name, before we are scattered abroad upon the face of all the earth.

  [5] καὶ κατέβη κύριος ἰδεῖν τὴν πόλιν καὶ τὸν πύργον, ὃν ᾠκοδόμησαν οἱ υἱοὶ τῶν ἀνθρώπων.

  [5] And the Lord came down to see the city and the tower, which the sons of men built.

  [6] καὶ εἶπεν κύριος Ἰδοὺ γένος ἓν καὶ χεῖλος ἓν πάντων, καὶ τοῦτο ἤρξαντο ποιῆσαι, καὶ νῦν οὐκ ἐκλείψει ἐξ αὐτῶν πάντα, ὅσα ἂν ἐπιθῶνται ποιεῖν.

  [6] And the Lord said, Behold, there is one race, and one lip of all, and they have begun to do this, and now nothing shall fail from them of all that they may have undertaken to do.

  [7] δεῦτε καὶ καταβάντες συγχέωμεν ἐκεῖ αὐτῶν τὴν γλῶσσαν, ἵνα μὴ ἀκούσωσιν ἕκαστος τὴν φωνὴν τοῦ πλησίον.

  [7] Come, and having gone down let us there confound their tongue, that they may not understand each the voice of his neighbour.

  [8] καὶ διέσπειρεν αὐτοὺς κύριος ἐκεῖθεν ἐπὶ πρόσωπον πάσης τῆς γῆς, καὶ ἐπαύσαντο οἰκοδομοῦντες τὴν πόλιν καὶ τὸν πύργον.

  [8] And the Lord scattered them thence over the face of all the earth, and they left off building the city and the tower.

  [9] διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτῆς Σύγχυσις, ὅτι ἐκεῖ συνέχεεν κύριος τὰ χείλη πάσης τῆς γῆς, καὶ ἐκεῖθεν διέσπειρεν αὐτοὺς κύριος ὁ θεὸς ἐπὶ πρόσωπον πάσης τῆς γῆς.

  [9] On this account its name was called Confusion, because there the Lord confounded the languages of all the earth, and thence the Lord scattered them upon the face of all the earth.

  [10] Καὶ αὗται αἱ γενέσεις Σημ· Σημ υἱὸς ἑκατὸν ἐτῶν, ὅτε ἐγέννησεν τὸν Αρφαξαδ, δευτέρου ἔτους μετὰ τὸν κατακλυσμόν.

  [10] And these are the generations of Sem: and Sem was a hundred years old when he begot Arphaxad, the second year after the flood.

  [11] καὶ ἔζησεν Σημ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Αρφαξαδ πεντακόσια ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανεν.

  [11] And Sem lived, after he had begotten Arphaxad, five hundred years, and begot sons and daughters, and died.

  [12] Καὶ ἔζησεν Αρφαξαδ ἑκατὸν τριάκοντα πέντε ἔτη καὶ ἐγέννησεν τὸν Καιναν.

  [12] And Arphaxad lived a hundred and thirty-five years, and begot Cainan.

  [13] καὶ ἔζησεν Αρφαξαδ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Καιναν ἔτη τετρακόσια τριάκοντα καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανεν. Καὶ ἔζησεν Καιναν ἑκατὸν τριάκοντα ἔτη καὶ ἐγέννησεν τὸν Σαλα. καὶ ἔζησεν Καιναν μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Σαλα ἔτη τριακόσια τριάκοντα καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανεν.

  [13] And Arphaxad lived after he had begotten Cainan, four hundred years, and begot sons and daughters, and died. And Cainan lived a hundred and thirty years and begot Sala; and Canaan lived after he had begotten Sala, three hundred and thirty years, and begot sons and daughters, and died.

  [14] Καὶ ἔζησεν Σαλα ἑκατὸν τριάκοντα ἔτη καὶ ἐγέννησεν τὸν Εβερ.

  [14] And Sala lived an hundred and thirty years, and begot Heber.

  [15] καὶ ἔζησεν Σαλα μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Εβερ τριακόσια τριάκοντα ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανεν.

  [15] And Sala lived after he had begotten Heber, three hundred and thirty years, and begot sons and daughters, and died.

  [16] Καὶ ἔζησεν Εβερ ἑκατὸν τριάκοντα τέσσαρα ἔτη καὶ ἐγέννησεν τὸν Φαλεκ.

  [16] And Heber lived an hundred and thirty-four years, and begot Phaleg.

  [17] καὶ ἔζησεν Εβερ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Φαλεκ ἔτη τριακόσια ἑβδομήκοντα καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανεν.

  [17] And Heber lived after he had begotten Phaleg two hundred and seventy years, and begot sons and daughters, and died.

  [18] Καὶ ἔζησεν Φαλεκ ἑκατὸν τριάκοντα ἔτη καὶ ἐγέννησεν τὸν Ραγαυ.

  [18] And Phaleg lived and hundred and thirty years, and begot Ragau.

  [19] καὶ ἔζησεν Φαλεκ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ραγαυ διακόσια ἐννέα ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανεν.

  [19] And Phaleg lived after he had begotten Ragau, two hundred and nine years, and begot sons and daughters, and died.

  [20] Καὶ ἔζησεν Ραγαυ ἑκατὸν τριάκοντα δύο ἔτη καὶ ἐγέννησεν τὸν Σερουχ.

  [20] And Ragau lived and hundred thirty and two years, and begot Seruch.

  [21] καὶ ἔζησεν Ραγαυ μετὰ τὸ γεννῆσαι αὐτὸν
τὸν Σερουχ διακόσια ἑπτὰ ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανεν.

  [21] And Raau lived after he had begotten Seruch, two hundred and seven years, and begot sons and daughters, and died.

  [22] Καὶ ἔζησεν Σερουχ ἑκατὸν τριάκοντα ἔτη καὶ ἐγέννησεν τὸν Ναχωρ.

  [22] And Seruch lived a hundred and thirty years, and begot Nachor.

  [23] καὶ ἔζησεν Σερουχ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ναχωρ ἔτη διακόσια καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανεν.

  [23] And Seruch lived after he had begotten Nachor, two hundred years, and begot sons and daughters, and died.

  [24] Καὶ ἔζησεν Ναχωρ ἔτη ἑβδομήκοντα ἐννέα καὶ ἐγέννησεν τὸν Θαρα.

  [24] And Nachor lived a hundred and seventy-nine years, and begot Tharrha.

  [25] καὶ ἔζησεν Ναχωρ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Θαρα ἔτη ἑκατὸν εἴκοσι ἐννέα καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανεν.

  [25] And Nachor lived after he had begotten Tharrha, an hundred and twenty-five years, and begot sons and daughters, and he died.

  [26] Καὶ ἔζησεν Θαρα ἑβδομήκοντα ἔτη καὶ ἐγέννησεν τὸν Αβραμ καὶ τὸν Ναχωρ καὶ τὸν Αρραν.

  [26] And Tharrha lived seventy years, and begot Abram, and Nachor, and Arrhan.

  [27] Αὗται δὲ αἱ γενέσεις Θαρα· Θαρα ἐγέννησεν τὸν Αβραμ καὶ τὸν Ναχωρ καὶ τὸν Αρραν, καὶ Αρραν ἐγέννησεν τὸν Λωτ.

  [27] And these are the generations of Tharrha. Tharrha begot Abram and Nachor, and Arrhan; and Arrhan begot Lot.

  [28] καὶ ἀπέθανεν Αρραν ἐνώπιον Θαρα τοῦ πατρὸς αὐτοῦ ἐν τῇ γῇ, ᾗ ἐγενήθη, ἐν τῇ χώρᾳ τῶν Χαλδαίων.

  [28] And Arrhan died in the presence of Tharrha his father, in the land in which he was born, in the country of the Chaldees.

  [29] καὶ ἔλαβον Αβραμ καὶ Ναχωρ ἑαυτοῖς γυναῖκας· ὄνομα τῇ γυναικὶ Αβραμ Σαρα, καὶ ὄνομα τῇ γυναικὶ Ναχωρ Μελχα θυγάτηρ Αρραν, πατὴρ Μελχα καὶ πατὴρ Ιεσχα.

  [29] And Abram and Nachor took to themselves wives, the name of the wife of Abram was Sara, and the name of the wife of Nachor, Malcha, daughter of Arrhan, and he was the father of Malcha, the father of Jescha.

  [30] καὶ ἦν Σαρα στεῖρα καὶ οὐκ ἐτεκνοποίει.

  [30] And Sara was barren, and did not bear children.

  [31] καὶ ἔλαβεν Θαρα τὸν Αβραμ υἱὸν αὐτοῦ καὶ τὸν Λωτ υἱὸν Αρραν υἱὸν τοῦ υἱοῦ αὐτοῦ καὶ τὴν Σαραν τὴν νύμφην αὐτοῦ γυναῖκα Αβραμ τοῦ υἱοῦ αὐτοῦ καὶ ἐξήγαγεν αὐτοὺς ἐκ τῆς χώρας τῶν Χαλδαίων πορευθῆναι εἰς τὴν γῆν Χανααν καὶ ἦλθεν ἕως Χαρραν καὶ κατῴκησεν ἐκεῖ.

  [31] And Tharrha took Abram his son, and Lot the son Arrhan, the son of his son, and Sara his daughter-in-law, the wife of Abram his son, and led them forth out of the land of the Chaldees, to go into the land of Chanaan, and they came as far as Charrhan, and he dwelt there.

  [32] καὶ ἐγένοντο αἱ ἡμέραι Θαρα ἐν Χαρραν διακόσια πέντε ἔτη, καὶ ἀπέθανεν Θαρα ἐν Χαρραν.

  [32] And all the days of Tharrha in the land of Charrhan were two hundred and five years, and Tharrha died in Charrhan.

  CHAPTER 12

  [1] Καὶ εἶπεν κύριος τῷ Αβραμ Ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου εἰς τὴν γῆν, ἣν ἄν σοι δείξω·

  [1] And the Lord said to Abram, Go forth out of thy land and out of thy kindred, and out of the house of thy father, and come into the land which I will shew thee.

  [2] καὶ ποιήσω σε εἰς ἔθνος μέγα καὶ εὐλογήσω σε καὶ μεγαλυνῶ τὸ ὄνομά σου, καὶ ἔσῃ εὐλογητός·

  [2] And I will make thee a great nation, and I will bless thee and magnify thy name, and thou shalt be blessed.

  [3] καὶ εὐλογήσω τοὺς εὐλογοῦντάς σε, καὶ τοὺς καταρωμένους σε καταράσομαι· καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς.

  [3] And I will bless those that bless thee, and curse those that curse thee, and in thee shall all the tribes of the earth be blessed.

  [4] καὶ ἐπορεύθη Αβραμ, καθάπερ ἐλάλησεν αὐτῷ κύριος, καὶ ᾤχετο μετ’ αὐτοῦ Λωτ· Αβραμ δὲ ἦν ἐτῶν ἑβδομήκοντα πέντε, ὅτε ἐξῆλθεν ἐκ Χαρραν.

  [4] And Abram went as the Lord spoke to him, and Lot departed with him, and Abram was seventy-five years old, when he went out of Charrhan.

  [5] καὶ ἔλαβεν Αβραμ τὴν Σαραν γυναῖκα αὐτοῦ καὶ τὸν Λωτ υἱὸν τοῦ ἀδελφοῦ αὐτοῦ καὶ πάντα τὰ ὑπάρχοντα αὐτῶν, ὅσα ἐκτήσαντο, καὶ πᾶσαν ψυχήν, ἣν ἐκτήσαντο ἐν Χαρραν, καὶ ἐξήλθοσαν πορευθῆναι εἰς γῆν Χανααν καὶ ἦλθον εἰς γῆν Χανααν. –

  [5] And Abram took Sara his wife, and Lot the son of his brother, and all their possessions, as many as they had got, and every soul which they had got in Charrhan, and they went forth to go into the land of Chanaan.

  [6] καὶ διώδευσεν Αβραμ τὴν γῆν εἰς τὸ μῆκος αὐτῆς ἕως τοῦ τόπου Συχεμ ἐπὶ τὴν δρῦν τὴν ὑψηλήν· οἱ δὲ Χαναναῖοι τότε κατῴκουν τὴν γῆν.

  [6] And Abram traversed the land lengthwise as far as the place Sychem, to the high oak, and the Chananites then inhabited the land.

  [7] καὶ ὤφθη κύριος τῷ Αβραμ καὶ εἶπεν αὐτῷ Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην. καὶ ᾠκοδόμησεν ἐκεῖ Αβραμ θυσιαστήριον κυρίῳ τῷ ὀφθέντι αὐτῷ.

  [7] And the Lord appeared to Abram, and said to him, I will give this land to thy seed. And Abram built an altar there to the Lord who appeared to him.

  [8] καὶ ἀπέστη ἐκεῖθεν εἰς τὸ ὄρος κατ’ ἀνατολὰς Βαιθηλ καὶ ἔστησεν ἐκεῖ τὴν σκηνὴν αὐτοῦ, Βαιθηλ κατὰ θάλασσαν καὶ Αγγαι κατ’ ἀνατολάς· καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον τῷ κυρίῳ καὶ ἐπεκαλέσατο ἐπὶ τῷ ὀνόματι κυρίου.

  [8] And he departed thence to the mountain eastward of Baethel, and there he pitched his tent in Baethel near the sea, and Aggai toward the east, and there he built an altar to the Lord, and called on the name of the Lord.

  [9] καὶ ἀπῆρεν Αβραμ καὶ πορευθεὶς ἐστρατοπέδευσεν ἐν τῇ ἐρήμῳ.

  [9] And Abram departed and went and encamped in the wilderness.

  [10] Καὶ ἐγένετο λιμὸς ἐπὶ τῆς γῆς, καὶ κατέβη Αβραμ εἰς Αἴγυπτον παροικῆσαι ἐκεῖ, ὅτι ἐνίσχυσεν ὁ λιμὸς ἐπὶ τῆς γῆς.

  [10] And there was a famine in the land, and Abram went down to Egypt t
o sojourn there, because the famine prevailed in the land.

  [11] ἐγένετο δὲ ἡνίκα ἤγγισεν Αβραμ εἰσελθεῖν εἰς Αἴγυπτον, εἶπεν Αβραμ Σαρα τῇ γυναικὶ αὐτοῦ Γινώσκω ἐγὼ ὅτι γυνὴ εὐπρόσωπος εἶ·

  [11] And it came to pass when Abram drew nigh to enter into Egypt, Abram said to Sara his wife, I know that thou art a fair woman.

  [12] ἔσται οὖν ὡς ἂν ἴδωσίν σε οἱ Αἰγύπτιοι, ἐροῦσιν ὅτι Γυνὴ αὐτοῦ αὕτη, καὶ ἀποκτενοῦσίν με, σὲ δὲ περιποιήσονται.

  [12] It shall come to pass then that when the Egyptians shall see thee, they shall say, This is his wife, and they shall slay me, but they shall save thee alive.

  [13] εἰπὸν οὖν ὅτι Ἀδελφὴ αὐτοῦ εἰμι, ὅπως ἂν εὖ μοι γένηται διὰ σέ, καὶ ζήσεται ἡ ψυχή μου ἕνεκεν σοῦ.

  [13] Say, therefore, I am his sister, that it may be well with me on account of thee, and my soul shall live because of thee.

  [14] ἐγένετο δὲ ἡνίκα εἰσῆλθεν Αβραμ εἰς Αἴγυπτον, ἰδόντες οἱ Αἰγύπτιοι τὴν γυναῖκα ὅτι καλὴ ἦν σφόδρα,

  [14] And it came to pass when Abram entered into Egypt — the Egyptians having seen his wife that she was very beautiful —

  [15] καὶ εἶδον αὐτὴν οἱ ἄρχοντες Φαραω καὶ ἐπῄνεσαν αὐτὴν πρὸς Φαραω καὶ εἰσήγαγον αὐτὴν εἰς τὸν οἶκον Φαραω·

  [15] that the princes of Pharao saw her, and praised her to Pharao and brought her into the house of Pharao.

  [16] καὶ τῷ Αβραμ εὖ ἐχρήσαντο δι’ αὐτήν, καὶ ἐγένοντο αὐτῷ πρόβατα καὶ μόσχοι καὶ ὄνοι, παῖδες καὶ παιδίσκαι, ἡμίονοι καὶ κάμηλοι.

 

‹ Prev