Book Read Free

Septuagint Complete Greek and English Edition

Page 584

by Septuagint


  [1] And after these things the word of the Lord came to Abram in a vision, saying, Fear not, Abram, I shield thee, thy reward shall be very great.

  [2] λέγει δὲ Αβραμ Δέσποτα, τί μοι δώσεις; ἐγὼ δὲ ἀπολύομαι ἄτεκνος· ὁ δὲ υἱὸς Μασεκ τῆς οἰκογενοῦς μου, οὗτος Δαμασκὸς Ελιεζερ.

  [2] And Abram said, Master and Lord, what wilt thou give me? whereas I am departing without a child, but the son of Masek my home-born female slave, this Eliezer of Damascus is mine heir.

  [3] καὶ εἶπεν Αβραμ Ἐπειδὴ ἐμοὶ οὐκ ἔδωκας σπέρμα, ὁ δὲ οἰκογενής μου κληρονομήσει με.

  [3] And Abram said, I am grieved since thou hast given me no seed, but my home-born servant shall succeed me.

  [4] καὶ εὐθὺς φωνὴ κυρίου ἐγένετο πρὸς αὐτὸν λέγων Οὐ κληρονομήσει σε οὗτος, ἀλλ’ ὃς ἐξελεύσεται ἐκ σοῦ, οὗτος κληρονομήσει σε.

  [4] And immediately there was a voice of the Lord to him, saying, This shall not be thine heir; but he that shall come out of thee shall be thine heir.

  [5] ἐξήγαγεν δὲ αὐτὸν ἔξω καὶ εἶπεν αὐτῷ Ἀνάβλεψον δὴ εἰς τὸν οὐρανὸν καὶ ἀρίθμησον τοὺς ἀστέρας, εἰ δυνήσῃ ἐξαριθμῆσαι αὐτούς. καὶ εἶπεν Οὕτως ἔσται τὸ σπέρμα σου.

  [5] And he brought him out and said to him, Look up now to heaven, and count the stars, if thou shalt be able to number them fully, and he said, Thus shall thy seed be.

  [6] καὶ ἐπίστευσεν Αβραμ τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.

  [6] And Abram believed God, and it was counted to him for righteousness.

  [7] εἶπεν δὲ πρὸς αὐτόν Ἐγὼ ὁ θεὸς ὁ ἐξαγαγών σε ἐκ χώρας Χαλδαίων ὥστε δοῦναί σοι τὴν γῆν ταύτην κληρονομῆσαι.

  [7] And he said to him, I am God that brought thee out of the land of the Chaldeans, so as to give thee this land to inherit.

  [8] εἶπεν δέ Δέσποτα κύριε, κατὰ τί γνώσομαι ὅτι κληρονομήσω αὐτήν;

  [8] And he said, Master and Lord, how shall I know that I shall inherit it?

  [9] εἶπεν δὲ αὐτῷ Λαβέ μοι δάμαλιν τριετίζουσαν καὶ αἶγα τριετίζουσαν καὶ κριὸν τριετίζοντα καὶ τρυγόνα καὶ περιστεράν.

  [9] And he said to him, Take for me an heifer in her third year, and a she-goat in her third year, and a ram in his third year, and a dove and a pigeon.

  [10] ἔλαβεν δὲ αὐτῷ πάντα ταῦτα καὶ διεῖλεν αὐτὰ μέσα καὶ ἔθηκεν αὐτὰ ἀντιπρόσωπα ἀλλήλοις, τὰ δὲ ὄρνεα οὐ διεῖλεν.

  [10] So he took to him all these, and divided them in the midst, and set them opposite to each other, but the birds he did not divide.

  [11] κατέβη δὲ ὄρνεα ἐπὶ τὰ σώματα, τὰ διχοτομήματα αὐτῶν, καὶ συνεκάθισεν αὐτοῖς Αβραμ.

  [11] And birds came down upon the bodies, even upon the divided parts of them, and Abram sat down by them.

  [12] περὶ δὲ ἡλίου δυσμὰς ἔκστασις ἐπέπεσεν τῷ Αβραμ, καὶ ἰδοὺ φόβος σκοτεινὸς μέγας ἐπιπίπτει αὐτῷ.

  [12] And about sunset a trance fell upon Abram, and lo! a great gloomy terror falls upon him.

  [13] καὶ ἐρρέθη πρὸς Αβραμ Γινώσκων γνώσῃ ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ οὐκ ἰδίᾳ, καὶ δουλώσουσιν αὐτοὺς καὶ κακώσουσιν αὐτοὺς καὶ ταπεινώσουσιν αὐτοὺς τετρακόσια ἔτη.

  [13] And it was said to Abram, Thou shalt surely know that thy seed shall be a sojourner in a land not their won, and they shall enslave them, and afflict them, and humble them four hundred years.

  [14] τὸ δὲ ἔθνος, ᾧ ἐὰν δουλεύσωσιν, κρινῶ ἐγώ· μετὰ δὲ ταῦτα ἐξελεύσονται ὧδε μετὰ ἀποσκευῆς πολλῆς.

  [14] And the nation whomsoever they shall serve I will judge; and after this, they shall come forth hither with much property.

  [15] σὺ δὲ ἀπελεύσῃ πρὸς τοὺς πατέρας σου μετ’ εἰρήνης, ταφεὶς ἐν γήρει καλῷ.

  [15] But thou shalt depart to thy fathers in peace, nourished in a good old age.

  [16] τετάρτη δὲ γενεὰ ἀποστραφήσονται ὧδε· οὔπω γὰρ ἀναπεπλήρωνται αἱ ἁμαρτίαι τῶν Αμορραίων ἕως τοῦ νῦν.

  [16] And in the fourth generation they shall return hither, for the sins of the Amorites are not yet filled up, even until now.

  [17] ἐπεὶ δὲ ἐγίνετο ὁ ἥλιος πρὸς δυσμαῖς, φλὸξ ἐγένετο, καὶ ἰδοὺ κλίβανος καπνιζόμενος καὶ λαμπάδες πυρός, αἳ διῆλθον ἀνὰ μέσον τῶν διχοτομημάτων τούτων.

  [17] And when the sun was about to set, there was a flame, and behold a smoking furnace and lamps of fire, which passed between these divided pieces.

  [18] ἐν τῇ ἡμέρᾳ ἐκείνῃ διέθετο κύριος τῷ Αβραμ διαθήκην λέγων Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην ἀπὸ τοῦ ποταμοῦ Αἰγύπτου ἕως τοῦ ποταμοῦ τοῦ μεγάλου, ποταμοῦ Εὐφράτου,

  [18] In that day the Lord made a covenant with Abram, saying, To thy seed I will give this land, from the river of Egypt to the great river Euphrates.

  [19] τοὺς Καιναίους καὶ τοὺς Κενεζαίους καὶ τοὺς Κεδμωναίους

  [19] The Kenites, and the Kenezites, and the Kedmoneans,

  [20] καὶ τοὺς Χετταίους καὶ τοὺς Φερεζαίους καὶ τοὺς Ραφαιν

  [20] and the Chettites, and the Pherezites, and the Raphaim,

  [21] καὶ τοὺς Αμορραίους καὶ τοὺς Χαναναίους καὶ τοὺς Ευαίους καὶ τοὺς Γεργεσαίους καὶ τοὺς Ιεβουσαίους.

  [21] and the Amorites, and the Chananites, and the Evites, and the Gergesites, and the Jebusites.

  CHAPTER 16

  [1] Σαρα δὲ ἡ γυνὴ Αβραμ οὐκ ἔτικτεν αὐτῷ. ἦν δὲ αὐτῇ παιδίσκη Αἰγυπτία, ᾗ ὄνομα Αγαρ.

  [1] And Sara the wife of Abram bore him no children; and she had an Egyptian maid, whose name was Agar.

  [2] εἶπεν δὲ Σαρα πρὸς Αβραμ Ἰδοὺ συνέκλεισέν με κύριος τοῦ μὴ τίκτειν· εἴσελθε οὖν πρὸς τὴν παιδίσκην μου, ἵνα τεκνοποιήσῃς ἐξ αὐτῆς. ὑπήκουσεν δὲ Αβραμ τῆς φωνῆς Σαρας.

  [2] And Sara said to Abram, Behold, the Lord has restrained me from bearing, go therefore in to my maid, that I may get children for myself through her. And Abram hearkened to the voice of Sara.

  [3] καὶ λαβοῦσα Σαρα ἡ γυνὴ Αβραμ Αγαρ τὴν Αἰγυπτίαν τὴν ἑαυτῆς παιδίσκην – μετὰ δέκα ἔτη τοῦ οἰκῆσαι Αβραμ ἐν γῇ Χανααν – καὶ ἔδωκεν αὐτὴν Αβραμ τῷ ἀνδρὶ αὐτῆς αὐτῷ γυναῖκα.

  [3] So Sara the wife of Abram having taken Agar the Egyptian her handmaid, after Abram had dwelt ten years in the land of Chanaan, gave her to Abram her husba
nd as a wife to him.

  [4] καὶ εἰσῆλθεν πρὸς Αγαρ, καὶ συνέλαβεν καὶ εἶδεν ὅτι ἐν γαστρὶ ἔχει, καὶ ἠτιμάσθη ἡ κυρία ἐναντίον αὐτῆς.

  [4] And he went in to Agar, and she conceived, and saw that she was with child, and her mistress was dishonoured before her.

  [5] εἶπεν δὲ Σαρα πρὸς Αβραμ Ἀδικοῦμαι ἐκ σοῦ· ἐγὼ δέδωκα τὴν παιδίσκην μου εἰς τὸν κόλπον σου, ἰδοῦσα δὲ ὅτι ἐν γαστρὶ ἔχει, ἠτιμάσθην ἐναντίον αὐτῆς· κρίναι ὁ θεὸς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ.

  [5] And Sara said to Abram, I am injured by thee; I gave my handmaid into thy bosom, and when I saw that she was with child, I was dishonoured before her. The Lord judge between me and thee.

  [6] εἶπεν δὲ Αβραμ πρὸς Σαραν Ἰδοὺ ἡ παιδίσκη σου ἐν ταῖς χερσίν σου· χρῶ αὐτῇ, ὡς ἄν σοι ἀρεστὸν ᾖ. καὶ ἐκάκωσεν αὐτὴν Σαρα, καὶ ἀπέδρα ἀπὸ προσώπου αὐτῆς.

  [6] And Abram said to Sara, Behold thy handmaid is in thy hands, use her as it may seem good to thee. And Sara afflicted her, and she fled from her face.

  [7] Εὗρεν δὲ αὐτὴν ἄγγελος κυρίου ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος ἐν τῇ ἐρήμῳ, ἐπὶ τῆς πηγῆς ἐν τῇ ὁδῷ Σουρ.

  [7] And an angel of the Lord found her by the fountain of water in the wilderness, by the fountain in the way to Sur.

  [8] καὶ εἶπεν αὐτῇ ὁ ἄγγελος κυρίου Αγαρ παιδίσκη Σαρας, πόθεν ἔρχῃ καὶ ποῦ πορεύῃ; καὶ εἶπεν Ἀπὸ προσώπου Σαρας τῆς κυρίας μου ἐγὼ ἀποδιδράσκω.

  [8] And the angel of the Lord said to her, Agar, Sara’s maid, whence comest thou, and wither goest thou? and she said, I am fleeing from the face of my mistress Sara.

  [9] εἶπεν δὲ αὐτῇ ὁ ἄγγελος κυρίου Ἀποστράφητι πρὸς τὴν κυρίαν σου καὶ ταπεινώθητι ὑπὸ τὰς χεῖρας αὐτῆς.

  [9] And the angel of the Lord said to her, Return to thy mistress, and submit thyself under her hands.

  [10] καὶ εἶπεν αὐτῇ ὁ ἄγγελος κυρίου Πληθύνων πληθυνῶ τὸ σπέρμα σου, καὶ οὐκ ἀριθμηθήσεται ἀπὸ τοῦ πλήθους.

  [10] And the angel of the Lord said to her, I will surely multiply thy seed, and it shall not be numbered for multitude.

  [11] καὶ εἶπεν αὐτῇ ὁ ἄγγελος κυρίου Ἰδοὺ σὺ ἐν γαστρὶ ἔχεις καὶ τέξῃ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ισμαηλ, ὅτι ἐπήκουσεν κύριος τῇ ταπεινώσει σου.

  [11] And the angel of the Lord said to her, Behold thou art with child, and shalt bear a son, and shalt call his name Ismael, for the Lord hath hearkened to thy humiliation.

  [12] οὗτος ἔσται ἄγροικος ἄνθρωπος· αἱ χεῖρες αὐτοῦ ἐπὶ πάντας, καὶ αἱ χεῖρες πάντων ἐπ’ αὐτόν, καὶ κατὰ πρόσωπον πάντων τῶν ἀδελφῶν αὐτοῦ κατοικήσει.

  [12] He shall be a wild man, his hands against all, and the hands of all against him, and he shall dwell in the presence of all his brethren.

  [13] καὶ ἐκάλεσεν Αγαρ τὸ ὄνομα κυρίου τοῦ λαλοῦντος πρὸς αὐτήν Σὺ ὁ θεὸς ὁ ἐπιδών με· ὅτι εἶπεν Καὶ γὰρ ἐνώπιον εἶδον ὀφθέντα μοι.

  [13] And she called the name of the Lord God who spoke to her, Thou art God who seest me; for she said, For I have openly seen him that appeared to me.

  [14] ἕνεκεν τούτου ἐκάλεσεν τὸ φρέαρ Φρέαρ οὗ ἐνώπιον εἶδον· ἰδοὺ ἀνὰ μέσον Καδης καὶ ἀνὰ μέσον Βαραδ.

  [14] Therefore she called the well, The well of him whom I have openly seen; behold it is between Cades and Barad.

  [15] Καὶ ἔτεκεν Αγαρ τῷ Αβραμ υἱόν, καὶ ἐκάλεσεν Αβραμ τὸ ὄνομα τοῦ υἱοῦ αὐτοῦ, ὃν ἔτεκεν αὐτῷ Αγαρ, Ισμαηλ.

  [15] And Agar bore a son to Abram; and Abram called the name of his son which Agar bore to him, Ismael.

  [16] Αβραμ δὲ ἦν ὀγδοήκοντα ἓξ ἐτῶν, ἡνίκα ἔτεκεν Αγαρ τὸν Ισμαηλ τῷ Αβραμ.

  [16] And Abram was eighty-six years old, when Agar bore Ismael to Abram.

  CHAPTER 17

  [1] Ἐγένετο δὲ Αβραμ ἐτῶν ἐνενήκοντα ἐννέα, καὶ ὤφθη κύριος τῷ Αβραμ καὶ εἶπεν αὐτῷ Ἐγώ εἰμι ὁ θεός σου· εὐαρέστει ἐναντίον ἐμοῦ καὶ γίνου ἄμεμπτος,

  [1] And Abram was ninety-nine years old, and the Lord appeared to Abram and said to him, I am thy God, be well-pleasing before me, and be blameless.

  [2] καὶ θήσομαι τὴν διαθήκην μου ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον σοῦ καὶ πληθυνῶ σε σφόδρα.

  [2] And I will establish my covenant between me and thee, and I will multiply thee exceedingly.

  [3] καὶ ἔπεσεν Αβραμ ἐπὶ πρόσωπον αὐτοῦ, καὶ ἐλάλησεν αὐτῷ ὁ θεὸς λέγων

  [3] And Abram fell upon his face, and God spoke to him, saying,

  [4] Καὶ ἐγὼ ἰδοὺ ἡ διαθήκη μου μετὰ σοῦ, καὶ ἔσῃ πατὴρ πλήθους ἐθνῶν.

  [4] And I, behold! my covenant is with thee, and thou shalt be a father of a multitude of nations.

  [5] καὶ οὐ κληθήσεται ἔτι τὸ ὄνομά σου Αβραμ, ἀλλ’ ἔσται τὸ ὄνομά σου Αβρααμ, ὅτι πατέρα πολλῶν ἐθνῶν τέθεικά σε.

  [5] And thy name shall no more be called Abram, but thy name shall be Abraam, for I have made thee a father of many nations.

  [6] καὶ αὐξανῶ σε σφόδρα σφόδρα καὶ θήσω σε εἰς ἔθνη, καὶ βασιλεῖς ἐκ σοῦ ἐξελεύσονται.

  [6] And I will increase thee very exceedingly, and I will make nations of thee, and kings shall come out of thee.

  [7] καὶ στήσω τὴν διαθήκην μου ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου μετὰ σὲ εἰς γενεὰς αὐτῶν εἰς διαθήκην αἰώνιον εἶναί σου θεὸς καὶ τοῦ σπέρματός σου μετὰ σέ.

  [7] And I will establish my covenant between thee and thy seed after thee, to their generations, for an everlasting covenant, to be thy God, and the God of thy seed after thee.

  [8] καὶ δώσω σοι καὶ τῷ σπέρματί σου μετὰ σὲ τὴν γῆν, ἣν παροικεῖς, πᾶσαν τὴν γῆν Χανααν, εἰς κατάσχεσιν αἰώνιον καὶ ἔσομαι αὐτοῖς θεός. –

  [8] And I will give to thee and to thy seed after thee the land wherein thou sojournest, even all the land of Chanaan for an everlasting possession, and I will be to them a God.

  [9] καὶ εἶπεν ὁ θεὸς πρὸς Αβρααμ Σὺ δὲ τὴν διαθήκην μου διατηρήσεις, σὺ καὶ τὸ σπέρμα σου μετὰ σὲ εἰς τὰς γενεὰς αὐτῶν.

  [9] And God said to Abraam, Thou also shalt fully keep my covenant, thou and thy seed after thee for their generations.

  [10] καὶ αὕτη ἡ διαθήκη, ἣν διατηρήσεις, ἀνὰ μέσον ἐμοῦ
καὶ ὑμῶν καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου μετὰ σὲ εἰς τὰς γενεὰς αὐτῶν· περιτμηθήσεται ὑμῶν πᾶν ἀρσενικόν,

  [10] And this is the covenant which thou shalt fully keep between me and you, and between thy seed after thee for their generations; every male of you shall be circumcised.

  [11] καὶ περιτμηθήσεσθε τὴν σάρκα τῆς ἀκροβυστίας ὑμῶν, καὶ ἔσται ἐν σημείῳ διαθήκης ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν.

  [11] And ye shall be circumcised in the flesh of your foreskin, and it shall be for a sign of a covenant between me and you.

  [12] καὶ παιδίον ὀκτὼ ἡμερῶν περιτμηθήσεται ὑμῖν πᾶν ἀρσενικὸν εἰς τὰς γενεὰς ὑμῶν, ὁ οἰκογενὴς τῆς οἰκίας σου καὶ ὁ ἀργυρώνητος ἀπὸ παντὸς υἱοῦ ἀλλοτρίου, ὃς οὐκ ἔστιν ἐκ τοῦ σπέρματός σου.

  [12] And the child of eight days old shall be circumcised by you, every male throughout your generations, and the servant born in the house and he that is bought with money, of every son of a stranger, who is not of thy seed.

  [13] περιτομῇ περιτμηθήσεται ὁ οἰκογενὴς τῆς οἰκίας σου καὶ ὁ ἀργυρώνητος, καὶ ἔσται ἡ διαθήκη μου ἐπὶ τῆς σαρκὸς ὑμῶν εἰς διαθήκην αἰώνιον.

  [13] He that is born in thy house, and he that is bought with money shall be surely circumcised, and my covenant shall be on your flesh for an everlasting covenant.

  [14] καὶ ἀπερίτμητος ἄρσην, ὃς οὐ περιτμηθήσεται τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, ἐξολεθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ γένους αὐτῆς, ὅτι τὴν διαθήκην μου διεσκέδασεν.

  [14] And the uncircumcised male, who shall not be circumcised in the flesh of his foreskin on the eighth day, that soul shall be utterly destroyed from its family, for he has broken my covenant.

 

‹ Prev