Septuagint Complete Greek and English Edition
Page 603
[28] καὶ εἶπεν τοῖς ἀδελφοῖς αὐτοῦ Ἀπεδόθη μοι τὸ ἀργύριον, καὶ ἰδοὺ τοῦτο ἐν τῷ μαρσίππῳ μου. καὶ ἐξέστη ἡ καρδία αὐτῶν, καὶ ἐταράχθησαν πρὸς ἀλλήλους λέγοντες Τί τοῦτο ἐποίησεν ὁ θεὸς ἡμῖν;
[28] And he said to his brethren, My money has been restored to me, and behold this is in my sack. And their heart was wonder-struck, and they were troubled, saying one to another, What is this that God has done to us?
[29] Ἦλθον δὲ πρὸς Ιακωβ τὸν πατέρα αὐτῶν εἰς γῆν Χανααν καὶ ἀπήγγειλαν αὐτῷ πάντα τὰ συμβάντα αὐτοῖς λέγοντες
[29] And they came to their father, Jacob, into the land of Chanaan, and reported to him all that had happened to them, saying,
[30] Λελάληκεν ὁ ἄνθρωπος ὁ κύριος τῆς γῆς πρὸς ἡμᾶς σκληρὰ καὶ ἔθετο ἡμᾶς ἐν φυλακῇ ὡς κατασκοπεύοντας τὴν γῆν.
[30] The man, the lord of the land, spoke harsh words to us, and put us in prison as spies of the land.
[31] εἴπαμεν δὲ αὐτῷ Εἰρηνικοί ἐσμεν, οὔκ ἐσμεν κατάσκοποι·
[31] And we said to him, We are men of peace, we are not spies.
[32] δώδεκα ἀδελφοί ἐσμεν, υἱοὶ τοῦ πατρὸς ἡμῶν· ὁ εἷς οὐχ ὑπάρχει, ὁ δὲ μικρότερος μετὰ τοῦ πατρὸς ἡμῶν σήμερον ἐν γῇ Χανααν.
[32] We are twelve brethren, sons of our father; one is not, and the youngest is with his father to-day in the land of Chanaan.
[33] εἶπεν δὲ ἡμῖν ὁ ἄνθρωπος ὁ κύριος τῆς γῆς Ἐν τούτῳ γνώσομαι ὅτι εἰρηνικοί ἐστε· ἀδελφὸν ἕνα ἄφετε ὧδε μετ’ ἐμοῦ, τὸν δὲ ἀγορασμὸν τῆς σιτοδοσίας τοῦ οἴκου ὑμῶν λαβόντες ἀπέλθατε
[33] And the man, the lord of the land, said to us, Herein shall I know that ye are peaceable; leave one brother here with me, and having taken the corn ye have purchased for your family, depart.
[34] καὶ ἀγάγετε πρός με τὸν ἀδελφὸν ὑμῶν τὸν νεώτερον, καὶ γνώσομαι ὅτι οὐ κατάσκοποί ἐστε, ἀλλ’ ὅτι εἰρηνικοί ἐστε, καὶ τὸν ἀδελφὸν ὑμῶν ἀποδώσω ὑμῖν, καὶ τῇ γῇ ἐμπορεύεσθε.
[34] And bring to me your younger brother; then I shall know that ye are not spies, but that ye are men of peace: and I will restore you your brother, and ye shall trade in the land.
[35] ἐγένετο δὲ ἐν τῷ κατακενοῦν αὐτοὺς τοὺς σάκκους αὐτῶν καὶ ἦν ἑκάστου ὁ δεσμὸς τοῦ ἀργυρίου ἐν τῷ σάκκῳ αὐτῶν· καὶ εἶδον τοὺς δεσμοὺς τοῦ ἀργυρίου αὐτῶν, αὐτοὶ καὶ ὁ πατὴρ αὐτῶν, καὶ ἐφοβήθησαν.
[35] And it came to pass as they were emptying their sacks, there was each man’s bundle of money in his sack; and they and their father saw their bundles of money, and they were afraid.
[36] εἶπεν δὲ αὐτοῖς Ιακωβ ὁ πατὴρ αὐτῶν Ἐμὲ ἠτεκνώσατε· Ιωσηφ οὐκ ἔστιν, Συμεων οὐκ ἔστιν, καὶ τὸν Βενιαμιν λήμψεσθε· ἐπ’ ἐμὲ ἐγένετο πάντα ταῦτα.
[36] And their father Jacob said to them, Ye have bereaved me. Joseph is not, Symeon is not, and will ye take Benjamin? all these things have come upon me.
[37] εἶπεν δὲ Ρουβην τῷ πατρὶ αὐτοῦ λέγων Τοὺς δύο υἱούς μου ἀπόκτεινον, ἐὰν μὴ ἀγάγω αὐτὸν πρὸς σέ δὸς αὐτὸν εἰς τὴν χεῖρά μου, κἀγὼ ἀνάξω αὐτὸν πρὸς σέ.
[37] And Ruben spoke to his father, saying, Slay my two sons, if I bring him not to thee; give him into my hand, and I will bring him back to thee.
[38] ὁ δὲ εἶπεν Οὐ καταβήσεται ὁ υἱός μου μεθ’ ὑμῶν, ὅτι ὁ ἀδελφὸς αὐτοῦ ἀπέθανεν καὶ αὐτὸς μόνος καταλέλειπται· καὶ συμβήσεται αὐτὸν μαλακισθῆναι ἐν τῇ ὁδῷ, ᾗ ἂν πορεύησθε, καὶ κατάξετέ μου τὸ γῆρας μετὰ λύπης εἰς ᾅδου.
[38] But he said, My son shall not go down with you, because his brother is dead, and he only has been left; and suppose it shall come to pass that he is afflicted by the way by which ye go, then ye shall bring down my old age with sorrow to Hades.
CHAPTER 43
[1] Ὁ δὲ λιμὸς ἐνίσχυσεν ἐπὶ τῆς γῆς.
[1] But the famine prevailed in the land.
[2] ἐγένετο δὲ ἡνίκα συνετέλεσαν καταφαγεῖν τὸν σῖτον, ὃν ἤνεγκαν ἐξ Αἰγύπτου, καὶ εἶπεν αὐτοῖς ὁ πατὴρ αὐτῶν Πάλιν πορευθέντες πρίασθε ἡμῖν μικρὰ βρώματα.
[2] And it came to pass, when they had finished eating the corn which they had brought out of Egypt, that their father said to them, Go again; buy us a little food.
[3] εἶπεν δὲ αὐτῷ Ιουδας λέγων Διαμαρτυρίᾳ διαμεμαρτύρηται ἡμῖν ὁ ἄνθρωπος λέγων Οὐκ ὄψεσθε τὸ πρόσωπόν μου, ἐὰν μὴ ὁ ἀδελφὸς ὑμῶν ὁ νεώτερος μεθ’ ὑμῶν ᾖ.
[3] And Judas spoke to him, saying, The man, the lord of the country, positively testified to us, saying, Ye shall not see my face, unless your younger brother be with you.
[4] εἰ μὲν οὖν ἀποστέλλεις τὸν ἀδελφὸν ἡμῶν μεθ’ ἡμῶν, καταβησόμεθα καὶ ἀγοράσωμέν σοι βρώματα·
[4] If, then, thou send our brother with us, we will go down, and buy thee food;
[5] εἰ δὲ μὴ ἀποστέλλεις τὸν ἀδελφὸν ἡμῶν μεθ’ ἡμῶν, οὐ πορευσόμεθα· ὁ γὰρ ἄνθρωπος εἶπεν ἡμῖν λέγων Οὐκ ὄψεσθέ μου τὸ πρόσωπον, ἐὰν μὴ ὁ ἀδελφὸς ὑμῶν ὁ νεώτερος μεθ’ ὑμῶν ᾖ.
[5] but if thou send not our brother with us, we will not go: for the man spoke to us, saying, Ye shall not see my face, unless your younger brother be with you.
[6] εἶπεν δὲ Ισραηλ Τί ἐκακοποιήσατέ με ἀναγγείλαντες τῷ ἀνθρώπῳ εἰ ἔστιν ὑμῖν ἀδελφός;
[6] And Israel said, Why did ye harm me, inasmuch as ye told the man that ye had a brother?
[7] οἱ δὲ εἶπαν Ἐρωτῶν ἐπηρώτησεν ἡμᾶς ὁ ἄνθρωπος καὶ τὴν γενεὰν ἡμῶν λέγων Εἰ ἔτι ὁ πατὴρ ὑμῶν ζῇ; εἰ ἔστιν ὑμῖν ἀδελφός; καὶ ἀπηγγείλαμεν αὐτῷ κατὰ τὴν ἐπερώτησιν ταύτην. μὴ ᾔδειμεν εἰ ἐρεῖ ἡμῖν Ἀγάγετε τὸν ἀδελφὸν ὑμῶν;
[7] And they said, The man closely questioned us about our family also, saying, Does your father yet live, and have ye a brother? and we answered him according to this question: did we know that he would say to us, Bring your brother?
[8] εἶπεν δὲ Ιουδας πρὸς Ισραηλ τὸν πατέρα αὐτοῦ Ἀπόστειλον τὸ παιδάριον μετ’ ἐμοῦ, καὶ ἀναστάντες πορευσόμεθα, ἵνα ζῶμεν καὶ μὴ ἀποθάνωμεν καὶ ἡμεῖς καὶ σὺ καὶ ἡ ἀποσκευὴ ἡμῶν.
[8] And Judas said to his father Israel, Send the boy with me, and we will
arise and go, that we may live and not die, both we and thou, and our store.
[9] ἐγὼ δὲ ἐκδέχομαι αὐτόν, ἐκ χειρός μου ζήτησον αὐτόν· ἐὰν μὴ ἀγάγω αὐτὸν πρὸς σὲ καὶ στήσω αὐτὸν ἐναντίον σου, ἡμαρτηκὼς ἔσομαι πρὸς σὲ πάσας τὰς ἡμέρας.
[9] And I engage for him; at my hand do thou require him; if I bring him not to thee, and place him before thee, I shall be guilty toward thee for ever.
[10] εἰ μὴ γὰρ ἐβραδύναμεν, ἤδη ἂν ὑπεστρέψαμεν δίς.
[10] For if we had not tarried, we should now have returned twice.
[11] εἶπεν δὲ αὐτοῖς Ισραηλ ὁ πατὴρ αὐτῶν Εἰ οὕτως ἐστίν, τοῦτο ποιήσατε· λάβετε ἀπὸ τῶν καρπῶν τῆς γῆς ἐν τοῖς ἀγγείοις ὑμῶν καὶ καταγάγετε τῷ ἀνθρώπῳ δῶρα, τῆς ῥητίνης καὶ τοῦ μέλιτος, θυμίαμα καὶ στακτὴν καὶ τερέμινθον καὶ κάρυα.
[11] And Israel, their father, said to them, If it be so, do this; take of the fruits of the earth in your vessels, and carry down to the man presents of gum and honey, and frankincense, and stacte, and turpentine, and walnuts.
[12] καὶ τὸ ἀργύριον δισσὸν λάβετε ἐν ταῖς χερσὶν ὑμῶν· τὸ ἀργύριον τὸ ἀποστραφὲν ἐν τοῖς μαρσίπποις ὑμῶν ἀποστρέψατε μεθ’ ὑμῶν· μήποτε ἀγνόημά ἐστιν.
[12] And take double money in your hands, and the money that was returned in your sacks, carry back with you, lest peradventure it is a mistake.
[13] καὶ τὸν ἀδελφὸν ὑμῶν λάβετε καὶ ἀναστάντες κατάβητε πρὸς τὸν ἄνθρωπον.
[13] And take your brother; and arise, go down to the man.
[14] ὁ δὲ θεός μου δῴη ὑμῖν χάριν ἐναντίον τοῦ ἀνθρώπου, καὶ ἀποστείλαι τὸν ἀδελφὸν ὑμῶν τὸν ἕνα καὶ τὸν Βενιαμιν· ἐγὼ μὲν γάρ, καθὰ ἠτέκνωμαι, ἠτέκνωμαι.
[14] And my God give you favour in the sight of the man, and send away your other brother, and Benjamin, for I accordingly as I have been bereaved, am bereaved.
[15] Λαβόντες δὲ οἱ ἄνδρες τὰ δῶρα ταῦτα καὶ τὸ ἀργύριον διπλοῦν ἔλαβον ἐν ταῖς χερσὶν αὐτῶν καὶ τὸν Βενιαμιν καὶ ἀναστάντες κατέβησαν εἰς Αἴγυπτον καὶ ἔστησαν ἐναντίον Ιωσηφ.
[15] And the men having taken these presents, and the double money, took in their hands also Benjamin; and they rose up and went down to Egypt, and stood before Joseph.
[16] εἶδεν δὲ Ιωσηφ αὐτοὺς καὶ τὸν Βενιαμιν τὸν ἀδελφὸν αὐτοῦ τὸν ὁμομήτριον καὶ εἶπεν τῷ ἐπὶ τῆς οἰκίας αὐτοῦ Εἰσάγαγε τοὺς ἀνθρώπους εἰς τὴν οἰκίαν καὶ σφάξον θύματα καὶ ἑτοίμασον· μετ’ ἐμοῦ γὰρ φάγονται οἱ ἄνθρωποι ἄρτους τὴν μεσημβρίαν.
[16] And Joseph saw them and his brother Benjamin, born of the same mother; and he said to the steward of his household, Bring the men into the house, and slay beasts and make ready, for the men are to eat bread with me at noon.
[17] ἐποίησεν δὲ ὁ ἄνθρωπος, καθὰ εἶπεν Ιωσηφ, καὶ εἰσήγαγεν τοὺς ἀνθρώπους εἰς τὸν οἶκον Ιωσηφ. –
[17] And the man did as Joseph said; and he brought the men into the house of Joseph.
[18] ἰδόντες δὲ οἱ ἄνθρωποι ὅτι εἰσήχθησαν εἰς τὸν οἶκον Ιωσηφ, εἶπαν Διὰ τὸ ἀργύριον τὸ ἀποστραφὲν ἐν τοῖς μαρσίπποις ἡμῶν τὴν ἀρχὴν ἡμεῖς εἰσαγόμεθα τοῦ συκοφαντῆσαι ἡμᾶς καὶ ἐπιθέσθαι ἡμῖν τοῦ λαβεῖν ἡμᾶς εἰς παῖδας καὶ τοὺς ὄνους ἡμῶν.
[18] And the men, when they perceived that they were brought into the house of Joseph, said, We are brought in because of the money that was returned in our sacks at the first; even in order to inform against us, and lay it to our charge; to take us for servants, and our asses.
[19] προσελθόντες δὲ πρὸς τὸν ἄνθρωπον τὸν ἐπὶ τοῦ οἴκου Ιωσηφ ἐλάλησαν αὐτῷ ἐν τῷ πυλῶνι τοῦ οἴκου
[19] And having approached the man who was over the house of Joseph, they spoke to him in the porch of the house,
[20] λέγοντες Δεόμεθα, κύριε· κατέβημεν τὴν ἀρχὴν πρίασθαι βρώματα·
[20] saying, We pray thee, Sir; we came down at first to buy food.
[21] ἐγένετο δὲ ἡνίκα ἤλθομεν εἰς τὸ καταλῦσαι καὶ ἠνοίξαμεν τοὺς μαρσίππους ἡμῶν, καὶ τόδε τὸ ἀργύριον ἑκάστου ἐν τῷ μαρσίππῳ αὐτοῦ· τὸ ἀργύριον ἡμῶν ἐν σταθμῷ ἀπεστρέψαμεν νῦν ἐν ταῖς χερσὶν ἡμῶν
[21] And it came to pass, when we came to unlade, and opened our sacks, there was also this money of each in his sack; we have now brought back our money by weight in our hands.
[22] καὶ ἀργύριον ἕτερον ἠνέγκαμεν μεθ’ ἑαυτῶν ἀγοράσαι βρώματα· οὐκ οἴδαμεν, τίς ἐνέβαλεν τὸ ἀργύριον εἰς τοὺς μαρσίππους ἡμῶν.
[22] And we have brought other money with us to buy food; we know not who put the money into our sacks.
[23] εἶπεν δὲ αὐτοῖς Ἵλεως ὑμῖν, μὴ φοβεῖσθε· ὁ θεὸς ὑμῶν καὶ ὁ θεὸς τῶν πατέρων ὑμῶν ἔδωκεν ὑμῖν θησαυροὺς ἐν τοῖς μαρσίπποις ὑμῶν, τὸ δὲ ἀργύριον ὑμῶν εὐδοκιμοῦν ἀπέχω. καὶ ἐξήγαγεν πρὸς αὐτοὺς τὸν Συμεων
[23] And he said to them, God deal mercifully with you; be not afraid; your God, and the God of your fathers, has given you treasures in your sacks, and I have enough of your good money. And he brought Symeon out to them.
[24] καὶ ἤνεγκεν ὕδωρ νίψαι τοὺς πόδας αὐτῶν καὶ ἔδωκεν χορτάσματα τοῖς ὄνοις αὐτῶν.
[24] And he brought water to wash their feet; and gave provender to their asses.
[25] ἡτοίμασαν δὲ τὰ δῶρα ἕως τοῦ ἐλθεῖν Ιωσηφ μεσημβρίας· ἤκουσαν γὰρ ὅτι ἐκεῖ μέλλει ἀριστᾶν.
[25] And they prepared their gifts, until Joseph came at noon, for they heard that he was going to dine there.
[26] Εἰσῆλθεν δὲ Ιωσηφ εἰς τὴν οἰκίαν, καὶ προσήνεγκαν αὐτῷ τὰ δῶρα, ἃ εἶχον ἐν ταῖς χερσὶν αὐτῶν, εἰς τὸν οἶκον καὶ προσεκύνησαν αὐτῷ ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν.
[26] And Joseph entered into the house, and they brought him the gifts which they had in their hands, into the house; and they did him reverence with their face to the ground.
[27] ἠρώτησεν δὲ αὐτούς Πῶς ἔχετε; καὶ εἶπεν αὐτοῖς Εἰ ὑγιαίνει ὁ πατὴρ ὑμῶν ὁ πρεσβύτερος, ὃν εἴπατε; ἔτι ζῇ;
[27] And he asked them, How are ye? and he said to them, Is your father, the old man of whom ye spoke, well? Does he yet live?
[28] οἱ δὲ εἶπαν Ὑγιαίνει ὁ παῖς σου ὁ πατὴρ �
�μῶν, ἔτι ζῇ. καὶ εἶπεν Εὐλογητὸς ὁ ἄνθρωπος ἐκεῖνος τῷ θεῷ. καὶ κύψαντες προσεκύνησαν αὐτῷ.
[28] And they said, Thy servant our father is well; he is yet alive. And he said, Blessed be that man by God; — and they bowed, and did him reverence.
[29] ἀναβλέψας δὲ τοῖς ὀφθαλμοῖς Ιωσηφ εἶδεν Βενιαμιν τὸν ἀδελφὸν αὐτοῦ τὸν ὁμομήτριον καὶ εἶπεν Οὗτος ὁ ἀδελφὸς ὑμῶν ὁ νεώτερος, ὃν εἴπατε πρός με ἀγαγεῖν; καὶ εἶπεν Ὁ θεὸς ἐλεήσαι σε, τέκνον.
[29] And Joseph lifted up his eyes, and saw his brother Benjamin, born of the same mother; and he said, Is this your younger brother, whom ye spoke of bringing to me? and he said, God have mercy on thee, my son.
[30] ἐταράχθη δὲ Ιωσηφ – συνεστρέφετο γὰρ τὰ ἔντερα αὐτοῦ ἐπὶ τῷ ἀδελφῷ αὐτοῦ – καὶ ἐζήτει κλαῦσαι· εἰσελθὼν δὲ εἰς τὸ ταμιεῖον ἔκλαυσεν ἐκεῖ.
[30] And Joseph was troubled, for his bowels yearned over his brother, and he sought to weep; and he went into his chamber, and wept there.
[31] καὶ νιψάμενος τὸ πρόσωπον ἐξελθὼν ἐνεκρατεύσατο καὶ εἶπεν Παράθετε ἄρτους.
[31] And he washed his face and came out, and refrained himself, and said, Set on bread.
[32] καὶ παρέθηκαν αὐτῷ μόνῳ καὶ αὐτοῖς καθ’ ἑαυτοὺς καὶ τοῖς Αἰγυπτίοις τοῖς συνδειπνοῦσιν μετ’ αὐτοῦ καθ’ ἑαυτούς· οὐ γὰρ ἐδύναντο οἱ Αἰγύπτιοι συνεσθίειν μετὰ τῶν Εβραίων ἄρτους, βδέλυγμα γάρ ἐστιν τοῖς Αἰγυπτίοις.
[32] And they set on bread for him alone, and for them by themselves, and for the Egyptians feasting with him by themselves, for the Egyptians could not eat bread with the Hebrews, for it is an abomination to the Egyptians.