by Septuagint
[10] And Moses heard them weeping by their families, every one in his door: and the Lord was very angry; and the thing was evil in the sight of Moses.
[11] καὶ εἶπεν Μωϋσῆς πρὸς κύριον Ἵνα τί ἐκάκωσας τὸν θεράποντά σου, καὶ διὰ τί οὐχ εὕρηκα χάριν ἐναντίον σου ἐπιθεῖναι τὴν ὁρμὴν τοῦ λαοῦ τούτου ἐπ’ ἐμέ;
[11] And Moses said to the Lord, Why hast thou afflicted thy servant, and why have I not found grace in thy sight, that thou shouldest lay the weight of this people upon me?
[12] μὴ ἐγὼ ἐν γαστρὶ ἔλαβον πάντα τὸν λαὸν τοῦτον ἢ ἐγὼ ἔτεκον αὐτούς, ὅτι λέγεις μοι Λαβὲ αὐτὸν εἰς τὸν κόλπον σου, ὡσεὶ ἄραι τιθηνὸς τὸν θηλάζοντα, εἰς τὴν γῆν, ἣν ὤμοσας τοῖς πατράσιν αὐτῶν;
[12] Have I conceived all this people, or have I born them? that thou sayest to me, Take them into thy bosom, as a nurse would take her suckling, into the land which thou swarest to their fathers?
[13] πόθεν μοι κρέα δοῦναι παντὶ τῷ λαῷ τούτῳ; ὅτι κλαίουσιν ἐπ’ ἐμοὶ λέγοντες Δὸς ἡμῖν κρέα, ἵνα φάγωμεν.
[13] Whence have I flesh to give to all this people? for they weep to me, saying, Give us flesh, that we may eat.
[14] οὐ δυνήσομαι ἐγὼ μόνος φέρειν τὸν λαὸν τοῦτον, ὅτι βαρύτερόν μοί ἐστιν τὸ ῥῆμα τοῦτο.
[14] I shall not be able to bear this people alone, for this thing is too heavy for me.
[15] εἰ δὲ οὕτως σὺ ποιεῖς μοι, ἀπόκτεινόν με ἀναιρέσει, εἰ εὕρηκα ἔλεος παρὰ σοί, ἵνα μὴ ἴδω μου τὴν κάκωσιν. –
[15] And if thou doest thus to me, slay me utterly, if I have found favour with thee, that I may not see my affliction.
[16] καὶ εἶπεν κύριος πρὸς Μωυσῆν Συνάγαγέ μοι ἑβδομήκοντα ἄνδρας ἀπὸ τῶν πρεσβυτέρων Ισραηλ, οὓς αὐτὸς σὺ οἶδας ὅτι οὗτοί εἰσιν πρεσβύτεροι τοῦ λαοῦ καὶ γραμματεῖς αὐτῶν, καὶ ἄξεις αὐτοὺς πρὸς τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ στήσονται ἐκεῖ μετὰ σοῦ.
[16] And the Lord said to Moses, Gather me seventy men from the elders of Israel, whom thou thyself knowest that they are the elders of the people, and their scribes; and thou shalt bring them to the tabernacle of witness, and they shall stand there with thee.
[17] καὶ καταβήσομαι καὶ λαλήσω ἐκεῖ μετὰ σοῦ καὶ ἀφελῶ ἀπὸ τοῦ πνεύματος τοῦ ἐπὶ σοὶ καὶ ἐπιθήσω ἐπ’ αὐτούς, καὶ συναντιλήμψονται μετὰ σοῦ τὴν ὁρμὴν τοῦ λαοῦ, καὶ οὐκ οἴσεις αὐτοὺς σὺ μόνος.
[17] And I will go down, and speak there with thee; and I will take of the spirit that is upon thee, and will put it upon them; and they shall bear together with thee the burden of the people, and thou shalt not bear them alone.
[18] καὶ τῷ λαῷ ἐρεῖς Ἁγνίσασθε εἰς αὔριον, καὶ φάγεσθε κρέα, ὅτι ἐκλαύσατε ἔναντι κυρίου λέγοντες Τίς ἡμᾶς ψωμιεῖ κρέα; ὅτι καλὸν ἡμῖν ἐστιν ἐν Αἰγύπτῳ. καὶ δώσει κύριος ὑμῖν κρέα φαγεῖν, καὶ φάγεσθε κρέα.
[18] And to the people thou shalt say, Purify yourselves for the morrow, and ye shall eat flesh; for ye wept before the Lord, saying, Who shall give us flesh to eat? for it was well with us in Egypt: and the Lord shall allow you to eat flesh, and ye shall eat flesh.
[19] οὐχ ἡμέραν μίαν φάγεσθε οὐδὲ δύο οὐδὲ πέντε ἡμέρας οὐδὲ δέκα ἡμέρας οὐδὲ εἴκοσι ἡμέρας·
[19] Ye shall not eat one day, nor two, nor five days, nor ten days, nor twenty days;
[20] ἕως μηνὸς ἡμερῶν φάγεσθε, ἕως ἂν ἐξέλθῃ ἐκ τῶν μυκτήρων ὑμῶν, καὶ ἔσται ὑμῖν εἰς χολέραν, ὅτι ἠπειθήσατε κυρίῳ, ὅς ἐστιν ἐν ὑμῖν, καὶ ἐκλαύσατε ἐναντίον αὐτοῦ λέγοντες Ἵνα τί ἡμῖν ἐξελθεῖν ἐξ Αἰγύπτου;
[20] ye shall eat for a full month, until the flesh come out at your nostrils; and it shall be nausea to you, because ye disobeyed the Lord, who is among you, and wept before him, saying, What had we to do to come out of Egypt?
[21] καὶ εἶπεν Μωϋσῆς Ἑξακόσιαι χιλιάδες πεζῶν ὁ λαός, ἐν οἷς εἰμι ἐν αὐτοῖς, καὶ σὺ εἶπας Κρέα δώσω αὐτοῖς φαγεῖν, καὶ φάγονται μῆνα ἡμερῶν;
[21] And Moses said, The people among whom I am are six hundred thousand footmen; and thou saidst, I will give them flesh to eat, and they shall eat a whole month.
[22] μὴ πρόβατα καὶ βόες σφαγήσονται αὐτοῖς, καὶ ἀρκέσει αὐτοῖς; ἢ πᾶν τὸ ὄψος τῆς θαλάσσης συναχθήσεται αὐτοῖς, καὶ ἀρκέσει αὐτοῖς;
[22] Shall sheep and oxen be slain for them, and shall it suffice them? or shall all the fish of the sea be gathered together for them, and shall it suffice them?
[23] καὶ εἶπεν κύριος πρὸς Μωυσῆν Μὴ χεὶρ κυρίου οὐκ ἐξαρκέσει; ἤδη γνώσει εἰ ἐπικαταλήμψεταί σε ὁ λόγος μου ἢ οὔ.
[23] And the Lord said to Moses, Shall not the hand of the Lord be fully sufficient? now shalt thou know whether my word shall come to pass to thee or not.
[24] καὶ ἐξῆλθεν Μωϋσῆς καὶ ἐλάλησεν πρὸς τὸν λαὸν τὰ ῥήματα κυρίου καὶ συνήγαγεν ἑβδομήκοντα ἄνδρας ἀπὸ τῶν πρεσβυτέρων τοῦ λαοῦ καὶ ἔστησεν αὐτοὺς κύκλῳ τῆς σκηνῆς.
[24] And Moses went out, and spoke the words of the Lord to the people; and he gathered seventy men of the elders of the people, and he set them round about the tabernacle.
[25] καὶ κατέβη κύριος ἐν νεφέλῃ καὶ ἐλάλησεν πρὸς αὐτόν· καὶ παρείλατο ἀπὸ τοῦ πνεύματος τοῦ ἐπ’ αὐτῷ καὶ ἐπέθηκεν ἐπὶ τοὺς ἑβδομήκοντα ἄνδρας τοὺς πρεσβυτέρους· ὡς δὲ ἐπανεπαύσατο τὸ πνεῦμα ἐπ’ αὐτούς, καὶ ἐπροφήτευσαν καὶ οὐκέτι προσέθεντο.
[25] And the Lord came down in a cloud, and spoke to him, and took of the spirit that was upon him, and put it upon the seventy men that were elders; and when the spirit rested upon them, they prophesied and ceased.
[26] καὶ κατελείφθησαν δύο ἄνδρες ἐν τῇ παρεμβολῇ, ὄνομα τῷ ἑνὶ Ελδαδ καὶ ὄνομα τῷ δευτέρῳ Μωδαδ, καὶ ἐπανεπαύσατο ἐπ’ αὐτοὺς τὸ πνεῦμα – καὶ οὗτοι ἦσαν τῶν καταγεγραμμένων καὶ οὐκ ἦλθον πρὸς τὴν σκηνήν – καὶ ἐπροφήτευσαν ἐν τῇ παρεμβολῇ.
[26] And there were two men left in the camp, the name of the one was Eldad, and the name of the other Modad; and the spirit rested upon them, and these were of the number of them that were enrolled, but they did not come to the tabernacle; and they prophesied in the camp.
[27] καὶ προσδραμὼν ὁ νεανίσκος ἀπήγγειλεν Μωυσῇ καὶ εἶπεν λέγων Ελδαδ καὶ Μωδαδ προφ�
�τεύουσιν ἐν τῇ παρεμβολῇ.
[27] And a young man ran and told Moses, and spoke, saying, Eldad and Modad prophesy in the camp.
[28] καὶ ἀποκριθεὶς Ἰησοῦς ὁ τοῦ Ναυη ὁ παρεστηκὼς Μωυσῇ ὁ ἐκελεκτὸς εἶπεν Κύριε Μωυσῆ, κώλυσον αὐτούς.
[28] And Joshua the son of Naue, who attended on Moses, the chosen one, said, My lord Moses, forbid them.
[29] καὶ εἶπεν αὐτῷ Μωϋσῆς Μὴ ζηλοῖς σύ μοι; καὶ τίς δῴη πάντα τὸν λαὸν κυρίου προφήτας, ὅταν δῷ κύριος τὸ πνεῦμα αὐτοῦ ἐπ’ αὐτούς;
[29] And Moses said to him, Art thou jealous on my account? and would that all the Lord’s people were prophets; whenever the Lord shall put his spirit upon them.
[30] καὶ ἀπῆλθεν Μωϋσῆς εἰς τὴν παρεμβολήν, αὐτὸς καὶ οἱ πρεσβύτεροι Ισραηλ. –
[30] And Moses departed into the camp, himself and the elders of Israel.
[31] καὶ πνεῦμα ἐξῆλθεν παρὰ κυρίου καὶ ἐξεπέρασεν ὀρτυγομήτραν ἀπὸ τῆς θαλάσσης καὶ ἐπέβαλεν ἐπὶ τὴν παρεμβολὴν ὁδὸν ἡμέρας ἐντεῦθεν καὶ ὁδὸν ἡμέρας ἐντεῦθεν κύκλῳ τῆς παρεμβολῆς ὡσεὶ δίπηχυ ἀπὸ τῆς γῆς.
[31] And there went forth a wind from the Lord, and brought quails over from the sea; and it brought them down upon the camp a day’s journey on this side, and a day’s journey on that side, round about the camp, as it were two cubits from the earth.
[32] καὶ ἀναστὰς ὁ λαὸς ὅλην τὴν ἡμέραν καὶ ὅλην τὴν νύκτα καὶ ὅλην τὴν ἡμέραν τὴν ἐπαύριον καὶ συνήγαγον τὴν ὀρτυγομήτραν, ὁ τὸ ὀλίγον συνήγαγεν δέκα κόρους, καὶ ἔψυξαν ἑαυτοῖς ψυγμοὺς κύκλῳ τῆς παρεμβολῆς.
[32] And the people rose up all the day, and all the night, and all the next day, and gathered quails; he that gathered least, gathered ten measures; and they refreshed themselves round about the camp.
[33] τὰ κρέα ἔτι ἦν ἐν τοῖς ὀδοῦσιν αὐτῶν πρὶν ἢ ἐκλείπειν, καὶ κύριος ἐθυμώθη εἰς τὸν λαόν, καὶ ἐπάταξεν κύριος τὸν λαὸν πληγὴν μεγάλην σφόδρα.
[33] The flesh was yet between their teeth, before it failed, when the Lord was wroth with the people, and the Lord smote the people with a very great plague.
[34] καὶ ἐκλήθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου Μνήματα τῆς ἐπιθυμίας, ὅτι ἐκεῖ ἔθαψαν τὸν λαὸν τὸν ἐπιθυμητήν.
[34] And the name of that place was called the Graves of Lust; for there they buried the people that lusted.
[35] Ἀπὸ Μνημάτων ἐπιθυμίας ἐξῆρεν ὁ λαὸς εἰς Ασηρωθ, καὶ ἐγένετο ὁ λαὸς ἐν Ασηρωθ.
[35] The people departed from the Graves of Lust to Aseroth; and the people halted at Aseroth.
CHAPTER 12
[1] Καὶ ἐλάλησεν Μαριαμ καὶ Ααρων κατὰ Μωυσῆ ἕνεκεν τῆς γυναικὸς τῆς Αἰθιοπίσσης, ἣν ἔλαβεν Μωϋσῆς, ὅτι γυναῖκα Αἰθιόπισσαν ἔλαβεν,
[1] And Mariam and Aaron spoke against Moses, because of the Ethiopian woman whom Moses took; for he had taken an Ethiopian woman.
[2] καὶ εἶπαν Μὴ Μωυσῇ μόνῳ λελάληκεν κύριος; οὐχὶ καὶ ἡμῖν ἐλάλησεν; καὶ ἤκουσεν κύριος.
[2] And they said, Has the Lord spoken to Moses only? has he not also spoken to us? and the Lord heard it.
[3] καὶ ὁ ἄνθρωπος Μωϋσῆς πραὺς σφόδρα παρὰ πάντας τοὺς ἀνθρώπους τοὺς ὄντας ἐπὶ τῆς γῆς.
[3] And the man Moses was very meek beyond all the men that were upon the earth.
[4] καὶ εἶπεν κύριος παραχρῆμα πρὸς Μωυσῆν καὶ Μαριαμ καὶ Ααρων Ἐξέλθατε ὑμεῖς οἱ τρεῖς εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου· καὶ ἐξῆλθον οἱ τρεῖς εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου.
[4] And the Lord said immediately to Moses and Aaron and Mariam, Come forth all three of you to the tabernacle of witness.
[5] καὶ κατέβη κύριος ἐν στύλῳ νεφέλης καὶ ἔστη ἐπὶ τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ ἐκλήθησαν Ααρων καὶ Μαριαμ καὶ ἐξήλθοσαν ἀμφότεροι.
[5] And the three came forth to the tabernacle of witness; and the Lord descended in a pillar of a cloud, and stood at the door of the tabernacle of witness; and Aaron and Mariam were called; and both came forth.
[6] καὶ εἶπεν πρὸς αὐτούς Ἀκούσατε τῶν λόγων μου· ἐὰν γένηται προφήτης ὑμῶν κυρίῳ, ἐν ὁράματι αὐτῷ γνωσθήσομαι καὶ ἐν ὕπνῳ λαλήσω αὐτῷ.
[6] And he said to them, Hear my words: If there should be of you a prophet to the Lord, I will be made known to him in a vision, and in sleep will I speak to him.
[7] οὐχ οὕτως ὁ θεράπων μου Μωϋσῆς· ἐν ὅλῳ τῷ οἴκῳ μου πιστός ἐστιν·
[7] My servant Moses is not so; he is faithful in all my house.
[8] στόμα κατὰ στόμα λαλήσω αὐτῷ, ἐν εἴδει καὶ οὐ δι’ αἰνιγμάτων, καὶ τὴν δόξαν κυρίου εἶδεν· καὶ διὰ τί οὐκ ἐφοβήθητε καταλαλῆσαι κατὰ τοῦ θεράποντός μου Μωυσῆ;
[8] I will speak to him mouth to mouth apparently, and not in dark speeches; and he has seen the glory of the Lord; and why were ye not afraid to speak against my servant Moses?
[9] καὶ ὀργὴ θυμοῦ κυρίου ἐπ’ αὐτοῖς, καὶ ἀπῆλθεν.
[9] And the great anger of the Lord was upon them, and he departed.
[10] καὶ ἡ νεφέλη ἀπέστη ἀπὸ τῆς σκηνῆς, καὶ ἰδοὺ Μαριαμ λεπρῶσα ὡσεὶ χιών· καὶ ἐπέβλεψεν Ααρων ἐπὶ Μαριαμ, καὶ ἰδοὺ λεπρῶσα.
[10] And the cloud departed from the tabernacle; and, behold, Mariam was leprous, white as snow; and Aaron looked upon Mariam, and, behold, she was leprous.
[11] καὶ εἶπεν Ααρων πρὸς Μωυσῆν Δέομαι, κύριε, μὴ συνεπιθῇ ἡμῖν ἁμαρτίαν, διότι ἠγνοήσαμεν καθότι ἡμάρτομεν·
[11] And Aaron said to Moses, I beseech thee, my lord, do not lay sin upon us, for we were ignorant wherein we sinned.
[12] μὴ γένηται ὡσεὶ ἴσον θανάτῳ, ὡσεὶ ἔκτρωμα ἐκπορευόμενον ἐκ μήτρας μητρὸς καὶ κατεσθίει τὸ ἥμισυ τῶν σαρκῶν αὐτῆς.
[12] Let her not be as it were like death, as an abortion coming out of his mother’s womb, when the disease devours the half of the flesh.
[13] καὶ ἐβόησεν Μωϋσῆς πρὸς κύριον λέγων Ὁ θεός, δέομαί σου, ἴασαι αὐτήν.
[13] And Moses cried to the Lord, saying, O God, I beseech thee, heal her.
[14] καὶ εἶπεν κύριος πρὸς Μωυσῆν Εἰ ὁ πατὴρ αὐτῆς πτύων ἐνέπτυσεν εἰς τὸ πρόσωπον αὐτῆς, οὐκ ἐντραπήσεται ἑπτὰ ἡμέρας; ἀφορισθήτω ἑπτὰ ἡμέρας ἔξω τῆς παρεμβ
ολῆς καὶ μετὰ ταῦτα εἰσελεύσεται.
[14] And the Lord said to Moses, If her father had only spit in her face, would she not be ashamed seven days? let her be set apart seven days without the camp, and afterwards she shall come in.
[15] καὶ ἀφωρίσθη Μαριαμ ἔξω τῆς παρεμβολῆς ἑπτὰ ἡμέρας· καὶ ὁ λαὸς οὐκ ἐξῆρεν, ἕως ἐκαθαρίσθη Μαριαμ.
[15] And Mariam was separated without the camp seven days; and the people moved not forward till Mariam was cleansed.
CHAPTER 13
[16] Καὶ μετὰ ταῦτα ἐξῆρεν ὁ λαὸς ἐξ Ασηρωθ καὶ παρενέβαλον ἐν τῇ ἐρήμῳ τοῦ Φαραν.
[1] And afterwards the people set forth from Aseroth, and encamped in the wilderness of Pharan.
[1] Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
[2] And the Lord spoke to Moses, saying,
[2] Ἀπόστειλον σεαυτῷ ἄνδρας, καὶ κατασκεψάσθωσαν τὴν γῆν τῶν Χαναναίων, ἣν ἐγὼ δίδωμι τοῖς υἱοῖς Ισραηλ εἰς κατάσχεσιν, ἄνδρα ἕνα κατὰ φυλὴν κατὰ δήμους πατριῶν αὐτῶν ἀποστελεῖς αὐτούς, πάντα ἀρχηγὸν ἐξ αὐτῶν.
[3] Send for thee men, and let them spy the land of the Chananites, which I give to the sons of Israel for a possession; one man for a tribe, thou shalt send them away according to their families, every one of them a prince.
[3] καὶ ἐξαπέστειλεν αὐτοὺς Μωϋσῆς ἐκ τῆς ἐρήμου Φαραν διὰ φωνῆς κυρίου· πάντες ἄνδρες ἀρχηγοὶ υἱῶν Ισραηλ οὗτοι.
[4] And Moses sent them out of the wilderness of Pharan by the word of the Lord; all these were the princes of the sons of Israel.