by Septuagint
[4] καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν· τῆς φυλῆς Ρουβην Σαλαμιηλ υἱὸς Ζακχουρ·
[5] And these are their names: of the tribe of Ruben, Samuel the son of Zachur.
[5] τῆς φυλῆς Συμεων Σαφατ υἱὸς Σουρι·
[6] Of the tribe of Symeon, Saphat the son of Suri.
[6] τῆς φυλῆς Ιουδα Χαλεβ υἱὸς Ιεφοννη·
[7] Of the tribe of Judah, Chaleb the son of Jephonne.
[7] τῆς φυλῆς Ισσαχαρ Ιγααλ υἱὸς Ιωσηφ·
[8] Of the tribe of Issachar, Ilaal the son of Joseph.
[8] τῆς φυλῆς Εφραιμ Αυση υἱὸς Ναυη·
[9] Of the tribe of Ephraim, Ause the son of Naue.
[9] τῆς φυλῆς Βενιαμιν Φαλτι υἱὸς Ραφου·
[10] Of the tribe of Benjamin, Phalti the son of Raphu.
[10] τῆς φυλῆς Ζαβουλων Γουδιηλ υἱὸς Σουδι·
[11] Of the tribe of Zabulon, Gudiel the son of Sudi.
[11] τῆς φυλῆς Ιωσηφ τῶν υἱῶν Μανασση Γαδδι υἱὸς Σουσι·
[12] Of the tribe of Joseph of the sons of Manasse, Gaddi the son of Susi.
[12] τῆς φυλῆς Δαν Αμιηλ υἱὸς Γαμαλι·
[13] Of the tribe of Dan, Amiel the son of Gamali.
[13] τῆς φυλῆς Ασηρ Σαθουρ υἱὸς Μιχαηλ·
[14] Of the tribe of Aser, Sathur the son of Michael.
[14] τῆς φυλῆς Νεφθαλι Ναβι υἱὸς Ιαβι·
[15] Of the tribe of Nephthali, Nabi the son of Sabi.
[15] τῆς φυλῆς Γαδ Γουδιηλ υἱὸς Μακχι.
[16] Of the tribe of Gad, Gudiel the son of Macchi.
[16] ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν, οὓς ἀπέστειλεν Μωϋσῆς κατασκέψασθαι τὴν γῆν. καὶ ἐπωνόμασεν Μωϋσῆς τὸν Αυση υἱὸν Ναυη Ἰησοῦν.
[17] These are the names of the men whom Moses sent to spy out the land; and Moses called Ause the son of Naue, Joshua.
[17] Καὶ ἀπέστειλεν αὐτοὺς Μωϋσῆς κατασκέψασθαι τὴν γῆν Χανααν καὶ εἶπεν πρὸς αὐτούς Ἀνάβητε ταύτῃ τῇ ἐρήμῳ καὶ ἀναβήσεσθε εἰς τὸ ὄρος
[18] And Moses sent them to spy out the land of Chanaan, and said to them, Go up by this wilderness; and ye shall go up to the mountain,
[18] καὶ ὄψεσθε τὴν γῆν, τίς ἐστιν, καὶ τὸν λαὸν τὸν ἐγκαθήμενον ἐπ’ αὐτῆς, εἰ ἰσχυρότερός ἐστιν ἢ ἀσθενής, εἰ ὀλίγοι εἰσὶν ἢ πολλοί·
[19] and ye shall see the land, what it is, and the people that dwells on it, whether it is strong or weak, or whether they are few or many.
[19] καὶ τίς ἡ γῆ, εἰς ἣν οὗτοι ἐγκάθηνται ἐπ’ αὐτῆς, εἰ καλή ἐστιν ἢ πονηρά· καὶ τίνες αἱ πόλεις, εἰς ἃς οὗτοι κατοικοῦσιν ἐν αὐταῖς, εἰ ἐν τειχήρεσιν ἢ ἐν ἀτειχίστοις·
[20] And what the land is on which they dwell, whether it is good or bad; and what the cities are wherein these dwell, whether they dwell in walled cities or unwalled.
[20] καὶ τίς ἡ γῆ, εἰ πίων ἢ παρειμένη, εἰ ἔστιν ἐν αὐτῇ δένδρα ἢ οὔ· καὶ προσκαρτερήσαντες λήμψεσθε ἀπὸ τῶν καρπῶν τῆς γῆς. καὶ αἱ ἡμέραι ἡμέραι ἔαρος, πρόδρομοι σταφυλῆς.
[21] And what the land is, whether rich or poor; whether there are trees in it or no: and ye shall persevere and take of the fruits of the land: and the days were the days of spring, the forerunners of the grape.
[21] καὶ ἀναβάντες κατεσκέψαντο τὴν γῆν ἀπὸ τῆς ἐρήμου Σιν ἕως Ρααβ εἰσπορευομένων Εφααθ.
[22] And they went up and surveyed the land from the wilderness of Sin to Rhoob, as men go in to Æmath.
[22] καὶ ἀνέβησαν κατὰ τὴν ἔρημον καὶ ἦλθον ἕως Χεβρων, καὶ ἐκεῖ Αχιμαν καὶ Σεσσι καὶ Θελαμιν γενεαὶ Εναχ· καὶ Χεβρων ἑπτὰ ἔτεσιν ᾠκοδομήθη πρὸ τοῦ Τάνιν Αἰγύπτου.
[23] And they went up by the wilderness, and departed as far as Chebron; and there was Achiman, and Sessi, and Thelami, the progeny of Enach. Now Chebron was built seven years before Tanin of Egypt.
[23] καὶ ἤλθοσαν ἕως Φάραγγος βότρυος καὶ κατεσκέψαντο αὐτήν· καὶ ἔκοψαν ἐκεῖθεν κλῆμα καὶ βότρυν σταφυλῆς ἕνα ἐπ’ αὐτοῦ καὶ ἦραν αὐτὸν ἐπ’ ἀναφορεῦσιν καὶ ἀπὸ τῶν ῥοῶν καὶ ἀπὸ τῶν συκῶν.
[24] And they came to the valley of the cluster and surveyed it; and they cut down thence a bough and one cluster of grapes upon it, and bore it on staves, and they took of the pomegranates and the figs.
[24] τὸν τόπον ἐκεῖνον ἐπωνόμασαν Φάραγξ βότρυος διὰ τὸν βότρυν, ὃν ἔκοψαν ἐκεῖθεν οἱ υἱοὶ Ισραηλ.
[25] And they called that place, The valley of the cluster, because of the cluster which the children of Israel cut down from thence.
[25] Καὶ ἀπέστρεψαν ἐκεῖθεν κατασκεψάμενοι τὴν γῆν μετὰ τεσσαράκοντα ἡμέρας
[26] And they returned from thence, having surveyed the land, after forty days.
[26] καὶ πορευθέντες ἦλθον πρὸς Μωυσῆν καὶ Ααρων καὶ πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ισραηλ εἰς τὴν ἔρημον Φαραν Καδης καὶ ἀπεκρίθησαν αὐτοῖς ῥῆμα καὶ πάσῃ τῇ συναγωγῇ καὶ ἔδειξαν τὸν καρπὸν τῆς γῆς.
[27] And they proceeded and came to Moses and Aaron and all the congregation of the children of Israel, to the wilderness of Pharan Cades; and they brought word to them and to all the congregation, and they shewed the fruit of the land:
[27] καὶ διηγήσαντο αὐτῷ καὶ εἶπαν Ἤλθαμεν εἰς τὴν γῆν, εἰς ἣν ἀπέστειλας ἡμᾶς, γῆν ῥέουσαν γάλα καὶ μέλι, καὶ οὗτος ὁ καρπὸς αὐτῆς·
[28] and they reported to him, and said, We came into the land into which thou sentest us, a land flowing with milk and honey; and this is the fruit of it.
[28] ἀλλ’ ἢ ὅτι θρασὺ τὸ ἔθνος τὸ κατοικοῦν ἐπ’ αὐτῆς, καὶ αἱ πόλεις ὀχυραὶ τετειχισμέναι καὶ μεγάλαι σφόδρα, καὶ τὴν γενεὰν Εναχ ἑωράκαμεν ἐκεῖ,
[29] Only the nation that dwells upon it is bold, and they have very great and strong walled towns, and we saw there the children of Enach.
[29] καὶ Αμαληκ κατοικεῖ ἐν τῇ γῇ τῇ πρὸς νότον, καὶ ὁ Χετταῖος καὶ ὁ Ευαῖος καὶ ὁ Ιεβουσαῖος καὶ ὁ Αμορραῖος κατοικεῖ ἐν τῇ ὀρεινῇ, καὶ ὁ Χαναναῖος κατοικεῖ παρὰ θάλασσαν καὶ παρὰ τὸν Ιορδάνην ποταμόν.
[30] And Amalec dwells in the land toward the south: and the Chettite and the Evite, and the Jebusite, and the Amorite dwells in the hill country: and the Chananite dwells by the sea, and by the river Jordan.
[30] καὶ κατεσιώπησεν Χαλεβ τὸν λαὸν πρὸς Μωυσῆν καὶ εἶπεν αὐτῷ Οὐχί, ἀλλὰ
ἀναβάντες ἀναβησόμεθα καὶ κατακληρονομήσομεν αὐτήν, ὅτι δυνατοὶ δυνησόμεθα πρὸς αὐτούς.
[31] And Chaleb stayed the people from speaking before Moses, and said to him, Nay, but we will go up by all means, and will inherit it, for we shall surely prevail against them.
[31] καὶ οἱ ἄνθρωποι οἱ συναναβάντες μετ’ αὐτοῦ εἶπαν Οὐκ ἀναβαίνομεν, ὅτι οὐ μὴ δυνώμεθα ἀναβῆναι πρὸς τὸ ἔθνος, ὅτι ἰσχυρότερόν ἐστιν ἡμῶν μᾶλλον.
[32] But the men that went up together with him said, We will not go up, for we shall not by any means be able to go up against the nation, for it is much stronger than we.
[32] καὶ ἐξήνεγκαν ἔκστασιν τῆς γῆς, ἣν κατεσκέψαντο αὐτήν, πρὸς τοὺς υἱοὺς Ισραηλ λέγοντες Τὴν γῆν, ἣν παρήλθομεν αὐτὴν κατασκέψασθαι, γῆ κατέσθουσα τοὺς κατοικοῦντας ἐπ’ αὐτῆς ἐστιν· πᾶς ὁ λαός, ὃν ἑωράκαμεν ἐν αὐτῇ, ἄνδρες ὑπερμήκεις·
[33] And they brought a horror of that land which they surveyed upon the children of Israel, saying, The land which we passed by to survey it, is a land that eats up its inhabitants; and all the people whom we saw in it are men of extraordinary stature.
[33] καὶ ἐκεῖ ἑωράκαμεν τοὺς γίγαντας καὶ ἦμεν ἐνώπιον αὐτῶν ὡσεὶ ἀκρίδες, ἀλλὰ καὶ οὕτως ἦμεν ἐνώπιον αὐτῶν.
[34] And there we saw the giants; and we were before them as locusts, yea even so were we before them.
CHAPTER 14
[1] Καὶ ἀναλαβοῦσα πᾶσα ἡ συναγωγὴ ἔδωκεν φωνήν, καὶ ἔκλαιεν ὁ λαὸς ὅλην τὴν νύκτα ἐκείνην.
[1] And all the congregation lifted up their voice and cried; and the people wept all that night.
[2] καὶ διεγόγγυζον ἐπὶ Μωυσῆν καὶ Ααρων πάντες οἱ υἱοὶ Ισραηλ, καὶ εἶπαν πρὸς αὐτοὺς πᾶσα ἡ συναγωγή Ὄφελον ἀπεθάνομεν ἐν γῇ Αἰγύπτῳ, ἢ ἐν τῇ ἐρήμῳ ταύτῃ εἰ ἀπεθάνομεν·
[2] And all the children of Israel murmured against Moses and Aaron; and all the congregation said to them,
[3] καὶ ἵνα τί κύριος εἰσάγει ἡμᾶς εἰς τὴν γῆν ταύτην πεσεῖν ἐν πολέμῳ; αἱ γυναῖκες ἡμῶν καὶ τὰ παιδία ἔσονται εἰς διαρπαγήν· νῦν οὖν βέλτιον ἡμῖν ἐστιν ἀποστραφῆναι εἰς Αἴγυπτον.
[3] Would we had died in the land of Egypt! or in this wilderness, would we had died! and why does the Lord bring us into this land to fall in war? our wives and our children shall be for a prey: now then it is better to return into Egypt.
[4] καὶ εἶπαν ἕτερος τῷ ἑτέρῳ Δῶμεν ἀρχηγὸν καὶ ἀποστρέψωμεν εἰς Αἴγυπτον.
[4] And they said one to another, Let us make a ruler, and return into Egypt.
[5] καὶ ἔπεσεν Μωϋσῆς καὶ Ααρων ἐπὶ πρόσωπον ἐναντίον πάσης συναγωγῆς υἱῶν Ισραηλ.
[5] And Moses and Aaron fell upon their face before all the congregation of the children of Israel.
[6] Ἰησοῦς δὲ ὁ τοῦ Ναυη καὶ Χαλεβ ὁ τοῦ Ιεφοννη τῶν κατασκεψαμένων τὴν γῆν διέρρηξαν τὰ ἱμάτια αὐτῶν
[6] But Joshua the son of Naue, and Chaleb the son of Jephonne, of the number of them that spied out the land, rent their garments,
[7] καὶ εἶπαν πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ισραηλ λέγοντες Ἡ γῆ, ἣν κατεσκεψάμεθα αὐτήν, ἀγαθή ἐστιν σφόδρα σφόδρα·
[7] and spoke to all the congregation of the children of Israel, saying, The land which we surveyed is indeed extremely good.
[8] εἰ αἱρετίζει ἡμᾶς κύριος, εἰσάξει ἡμᾶς εἰς τὴν γῆν ταύτην καὶ δώσει αὐτὴν ἡμῖν, γῆ ἥτις ἐστὶν ῥέουσα γάλα καὶ μέλι.
[8] If the Lord choose us, he will bring us into this land, and give it us; a land which flows with milk and honey.
[9] ἀλλὰ ἀπὸ τοῦ κυρίου μὴ ἀποστάται γίνεσθε· ὑμεῖς δὲ μὴ φοβηθῆτε τὸν λαὸν τῆς γῆς, ὅτι κατάβρωμα ἡμῖν ἐστιν· ἀφέστηκεν γὰρ ὁ καιρὸς ἀπ’ αὐτῶν, ὁ δὲ κύριος ἐν ἡμῖν· μὴ φοβηθῆτε αὐτούς.
[9] Only depart not from the Lord; and fear ye not the people of the land, for they are meat for us; for the season of prosperity is departed from them, but the Lord is among us: fear them not.
[10] καὶ εἶπεν πᾶσα ἡ συναγωγὴ καταλιθοβολῆσαι αὐτοὺς ἐν λίθοις. καὶ ἡ δόξα κυρίου ὤφθη ἐν νεφέλῃ ἐπὶ τῆς σκηνῆς τοῦ μαρτυρίου ἐν πᾶσι τοῖς υἱοῖς Ισραηλ.
[10] And all the congregation bade stone them with stones; and the glory of the Lord appeared in the cloud on the tabernacle of witness to all the children of Israel.
[11] καὶ εἶπεν κύριος πρὸς Μωυσῆν Ἕως τίνος παροξύνει με ὁ λαὸς οὗτος καὶ ἕως τίνος οὐ πιστεύουσίν μοι ἐν πᾶσιν τοῖς σημείοις, οἷς ἐποίησα ἐν αὐτοῖς;
[11] And the Lord said to Moses, How long does this people provoke me? and how long do they refuse to believe me for all the signs which I have wrought among them?
[12] πατάξω αὐτοὺς θανάτῳ καὶ ἀπολῶ αὐτοὺς καὶ ποιήσω σὲ καὶ τὸν οἶκον τοῦ πατρός σου εἰς ἔθνος μέγα καὶ πολὺ μᾶλλον ἢ τοῦτο.
[12] I will smite them with death, and destroy them; and I will make of thee and of thy father’s house a great nation, and much greater than this.
[13] καὶ εἶπεν Μωϋσῆς πρὸς κύριον Καὶ ἀκούσεται Αἴγυπτος ὅτι ἀνήγαγες τῇ ἰσχύι σου τὸν λαὸν τοῦτον ἐξ αὐτῶν,
[13] And Moses said to the Lord, So Egypt shall hear, for thou hast brought up this people from them by thy might.
[14] ἀλλὰ καὶ πάντες οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς ταύτης ἀκηκόασιν ὅτι σὺ εἶ κύριος ἐν τῷ λαῷ τούτῳ, ὅστις ὀφθαλμοῖς κατ’ ὀφθαλμοὺς ὀπτάζῃ, κύριε, καὶ ἡ νεφέλη σου ἐφέστηκεν ἐπ’ αὐτῶν, καὶ ἐν στύλῳ νεφέλης σὺ πορεύῃ πρότερος αὐτῶν τὴν ἡμέραν καὶ ἐν στύλῳ πυρὸς τὴν νύκτα.
[14] Moreover all the dwellers upon this land have heard that thou art Lord in the midst of this people, who, O Lord, art seen by them face to face, and thy cloud rests upon them, and thou goest before them by day in a pillar of a cloud, and by night in a pillar of fire.
[15] καὶ ἐκτρίψεις τὸν λαὸν τοῦτον ὡσεὶ ἄνθρωπον ἕνα, καὶ ἐροῦσιν τὰ ἔθνη, ὅσοι ἀκηκόασιν τὸ ὄνομά σου, λέγοντες
[15] And if thou shalt destroy this nation as one man; then all the nations that have heard thy name shall speak, saying,
[16] Παρὰ τὸ μὴ δύνασθαι κύριον εἰσαγαγεῖν τὸν λαὸν τοῦτον εἰς τὴν γῆν, ἣν ὤμοσεν αὐτοῖς, κατέστρωσεν αὐτοὺς ἐν τῇ ἐρήμῳ.
[16] Because the Lord could not bring this people into the land which he sware to them, he has overthrown them in the wilderness.
[17] καὶ νῦν ὑψωθήτω ἡ ἰσχύς σου, κύριε, ὃν τρόπον εἶπας λέγων
[17] And now, O Lord, let thy strength be exalted, as thou spakest, saying,
[18] Κύριος μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός, ἀφαιρῶν ἀνομίας καὶ ἀδικίας καὶ ἁμαρτίας, καὶ καθαρισμῷ οὐ καθαριεῖ τὸν ἔνοχον ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα ἕως τρίτης καὶ τετάρτης.
[18] The Lord is long-suffering and merciful, and true, removing transgressions and iniquities and sins, and he will by no means clear the guilty, visiting the sins of the fathers upon the children to the third and fourth generation.
[19] ἄφες τὴν ἁμαρτίαν τῷ λαῷ τούτῳ κατὰ τὸ μέγα ἔλεός σου, καθάπερ ἵλεως αὐτοῖς ἐγένου ἀπ’ Αἰγύπτου ἕως τοῦ νῦν.
[19] Forgive this people their sin according to thy great mercy, as thou wast favourable to them from Egypt until now.
[20] καὶ εἶπεν κύριος πρὸς Μωυσῆν Ἵλεως αὐτοῖς εἰμι κατὰ τὸ ῥῆμά σου·
[20] And the Lord said to Moses, I am gracious to them according to thy word.
[21] ἀλλὰ ζῶ ἐγὼ καὶ ζῶν τὸ ὄνομά μου καὶ ἐμπλήσει ἡ δόξα κυρίου πᾶσαν τὴν γῆν,
[21] But as I live and my name is living, so the glory of the Lord shall fill all the earth.
[22] ὅτι πάντες οἱ ἄνδρες οἱ ὁρῶντες τὴν δόξαν μου καὶ τὰ σημεῖα, ἃ ἐποίησα ἐν Αἰγύπτῳ καὶ ἐν τῇ ἐρήμῳ ταύτῃ, καὶ ἐπείρασάν με τοῦτο δέκατον καὶ οὐκ εἰσήκουσάν μου τῆς φωνῆς,
[22] For all the men who see my glory, and the signs which I wrought in Egypt, and in the wilderness, and have tempted me this tenth time, and have not hearkened to my voice,