Septuagint Complete Greek and English Edition

Home > Other > Septuagint Complete Greek and English Edition > Page 669
Septuagint Complete Greek and English Edition Page 669

by Septuagint


  [12] And thence they departed, and encamped in the valley of Zared.

  [13] καὶ ἐκεῖθεν ἀπάραντες παρενέβαλον εἰς τὸ πέραν Αρνων ἐν τῇ ἐρήμῳ τὸ ἐξέχον ἀπὸ τῶν ὁρίων τῶν Αμορραίων· ἔστιν γὰρ Αρνων ὅρια Μωαβ ἀνὰ μέσον Μωαβ καὶ ἀνὰ μέσον τοῦ Αμορραίου.

  [13] And they departed thence and encamped on the other side of Arnon in the wilderness, the country which extends from the coasts of the Amorites; for Arnon is the borders of Moab, between Moab and the Amorites.

  [14] διὰ τοῦτο λέγεται ἐν βιβλίῳ Πόλεμος τοῦ κυρίου τὴν Ζωοβ ἐφλόγισεν καὶ τοὺς χειμάρρους Αρνων,

  [14] Therefore it is said in a book, A war of the Lord has set on fire Zoob, and the brooks of Arnon.

  [15] καὶ τοὺς χειμάρρους κατέστησεν κατοικίσαι Ηρ καὶ πρόσκειται τοῖς ὁρίοις Μωαβ.

  [15] And he has appointed brooks to cause Er to dwell there; and it lies near to the coasts of Moab.

  [16] καὶ ἐκεῖθεν τὸ φρέαρ· τοῦτό ἐστιν τὸ φρέαρ, ὃ εἶπεν κύριος πρὸς Μωυσῆν Συνάγαγε τὸν λαόν, καὶ δώσω αὐτοῖς ὕδωρ πιεῖν.

  [16] And thence they came to the well; this is the well of which the Lord said to Moses, Gather the people, and I will give them water to drink.

  [17] τότε ᾖσεν Ισραηλ τὸ ᾆσμα τοῦτο ἐπὶ τοῦ φρέατος Ἐξάρχετε αὐτῷ·

  [17] Then Israel sang this song at the well, Begin to sing of the well;

  [18] φρέαρ, ὤρυξαν αὐτὸ ἄρχοντες, ἐξελατόμησαν αὐτὸ βασιλεῖς ἐθνῶν ἐν τῇ βασιλείᾳ αὐτῶν, ἐν τῷ κυριεῦσαι αὐτῶν. καὶ ἀπὸ φρέατος εἰς Μανθαναιν·

  [18] the princes digged it, the kings of the nations in their kingdom, in their lordship sank it in the rock: and they went from the well to Manthanain,

  [19] καὶ ἀπὸ Μανθαναιν εἰς Νααλιηλ· καὶ ἀπὸ Νααλιηλ εἰς Βαμωθ·

  [19] and from Manthanain to Naaliel, and from Naaliel to Bamoth, and from Bamoth to Janen, which is in the plain of Moab as seen from the top of the quarried rock that looks toward the wilderness.

  [20] καὶ ἀπὸ Βαμωθ εἰς νάπην, ἥ ἐστιν ἐν τῷ πεδίῳ Μωαβ ἀπὸ κορυφῆς τοῦ λελαξευμένου τὸ βλέπον κατὰ πρόσωπον τῆς ἐρήμου.

  [20] And Moses sent ambassadors to Seon king of the Amorites, with peaceable words, saying,

  [21] Καὶ ἀπέστειλεν Μωϋσῆς πρέσβεις πρὸς Σηων βασιλέα Αμορραίων λόγοις εἰρηνικοῖς λέγων

  [21] We will pass through thy land, we will go by the road; we will not turn aside to the field or to the vineyard.

  [22] Παρελευσόμεθα διὰ τῆς γῆς σου· τῇ ὁδῷ πορευσόμεθα, οὐκ ἐκκλινοῦμεν οὔτε εἰς ἀγρὸν οὔτε εἰς ἀμπελῶνα, οὐ πιόμεθα ὕδωρ ἐκ φρέατός σου· ὁδῷ βασιλικῇ πορευσόμεθα, ἕως παρέλθωμεν τὰ ὅριά σου.

  [22] We will not drink water out of thy well; we will go by the king’s highway, until we have past thy boundaries.

  [23] καὶ οὐκ ἔδωκεν Σηων τῷ Ισραηλ παρελθεῖν διὰ τῶν ὁρίων αὐτοῦ, καὶ συνήγαγεν Σηων πάντα τὸν λαὸν αὐτοῦ καὶ ἐξῆλθεν παρατάξασθαι τῷ Ισραηλ εἰς τὴν ἔρημον καὶ ἦλθεν εἰς Ιασσα καὶ παρετάξατο τῷ Ισραηλ.

  [23] And Seon did not allow Israel to pass through his borders, and Seon gathered all his people, and went out to set the battle in array against Israel into the wilderness; and he came to Jassa, and set the battle in array against Israel.

  [24] καὶ ἐπάταξεν αὐτὸν Ισραηλ φόνῳ μαχαίρης καὶ κατεκυρίευσαν τῆς γῆς αὐτοῦ ἀπὸ Αρνων ἕως Ιαβοκ ἕως υἱῶν Αμμαν· ὅτι Ιαζηρ ὅρια υἱῶν Αμμων ἐστίν.

  [24] And Israel smote him with the slaughter of the sword, and they became possessors of his land, from Arnon to Jaboc, as far as the children of Amman, for Jazer is the borders of the children of Amman.

  [25] καὶ ἔλαβεν Ισραηλ πάσας τὰς πόλεις ταύτας, καὶ κατῴκησεν Ισραηλ ἐν πάσαις ταῖς πόλεσιν τῶν Αμορραίων, ἐν Εσεβων καὶ ἐν πάσαις ταῖς συγκυρούσαις αὐτῇ.

  [25] And Israel took all their cities, and Israel dwelt in all the cities of the Amorites, in Esebon, and in all cities belonging to it.

  [26] ἔστιν γὰρ Εσεβων πόλις Σηων τοῦ βασιλέως τῶν Αμορραίων, καὶ οὗτος ἐπολέμησεν βασιλέα Μωαβ τὸ πρότερον καὶ ἔλαβον πᾶσαν τὴν γῆν αὐτοῦ ἀπὸ Αροηρ ἕως Αρνων.

  [26] For Esebon is the city of Seon king of the Amorites; and he before fought against the king of Moab, and they took all his land, from Aroer to Arnon.

  [27] διὰ τοῦτο ἐροῦσιν οἱ αἰνιγματισταί Ἔλθετε εἰς Εσεβων, ἵνα οἰκοδομηθῇ καὶ κατασκευασθῇ πόλις Σηων.

  [27] Therefore say they who deal in dark speeches, Come to Esebon, that the city of Seon may be built and prepared.

  [28] ὅτι πῦρ ἐξῆλθεν ἐξ Εσεβων, φλὸξ ἐκ πόλεως Σηων καὶ κατέφαγεν ἕως Μωαβ καὶ κατέπιεν στήλας Αρνων.

  [28] For a fire has gone forth from Esebon, a flame from the city of Seon, and has consumed as far as Moab, and devoured the pillars of Arnon.

  [29] οὐαί σοι, Μωαβ· ἀπώλου, λαὸς Χαμως. ἀπεδόθησαν οἱ υἱοὶ αὐτῶν διασῴζεσθαι καὶ αἱ θυγατέρες αὐτῶν αἰχμάλωτοι τῷ βασιλεῖ τῶν Αμορραίων Σηων·

  [29] Woe to thee, Moab; thou art lost, thou people of Chamos: their sons are sold for preservation, and their daughters are captives to Seon king of the Amorites.

  [30] καὶ τὸ σπέρμα αὐτῶν ἀπολεῖται, Εσεβων ἕως Δαιβων, καὶ αἱ γυναῖκες ἔτι προσεξέκαυσαν πῦρ ἐπὶ Μωαβ.

  [30] And their seed shall perish from Esebon to Daebon; and their women have yet farther kindled a fire against Moab.

  [31] Κατῴκησεν δὲ Ισραηλ ἐν πάσαις ταῖς πόλεσιν τῶν Αμορραίων.

  [31] And Israel dwelt in all the cities of the Amorites.

  [32] καὶ ἀπέστειλεν Μωϋσῆς κατασκέψασθαι τὴν Ιαζηρ, καὶ κατελάβοντο αὐτὴν καὶ τὰς κώμας αὐτῆς καὶ ἐξέβαλον τὸν Αμορραῖον τὸν κατοικοῦντα ἐκεῖ. –

  [32] And Moses sent to spy out Jazer; and they took it, and its villages, and cast out the Amorite that dwelt there.

  [33] καὶ ἐπιστρέψαντες ἀνέβησαν ὁδὸν τὴν εἰς Βασαν· καὶ ἐξῆλθεν Ωγ βασιλεὺς τῆς Βασαν εἰς συνάντησιν αὐτοῖς καὶ πᾶς ὁ λαὸς αὐτοῦ εἰς πόλεμον εἰς Εδραιν.

  [33] And having returned, they went up the road that leads to Basan; and Og the king of Basan went forth to meet them, and all his people to war to Edrain.

  [34] καὶ εἶπεν κύριος πρὸς Μωυσῆν Μὴ φοβηθῇς αὐτόν, ὅτι εἰς τὰς χεῖράς σου πα�
�αδέδωκα αὐτὸν καὶ πάντα τὸν λαὸν αὐτοῦ καὶ πᾶσαν τὴν γῆν αὐτοῦ, καὶ ποιήσεις αὐτῷ καθὼς ἐποίησας τῷ Σηων βασιλεῖ τῶν Αμορραίων, ὃς κατῴκει ἐν Εσεβων.

  [34] And the Lord said to Moses, Fear him not; for I have delivered him and all his people, and all his land, into thy hands; and thou shalt do to him as thou didst to Seon king of the Amorites, who dwelt in Esebon.

  [35] καὶ ἐπάταξεν αὐτὸν καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ πάντα τὸν λαὸν αὐτοῦ ἕως τοῦ μὴ καταλιπεῖν αὐτοῦ ζωγρείαν· καὶ ἐκληρονόμησαν τὴν γῆν αὐτῶν.

  [35] And he smote him and his sons, and all his people, until he left none of his to be taken alive; and they inherited his land.

  CHAPTER 22

  [1] Καὶ ἀπάραντες οἱ υἱοὶ Ισραηλ παρενέβαλον ἐπὶ δυσμῶν Μωαβ παρὰ τὸν Ιορδάνην κατὰ Ιεριχω.

  [1] And the children of Israel departed, and encamped on the west of Moab by Jordan toward Jericho.

  [2] Καὶ ἰδὼν Βαλακ υἱὸς Σεπφωρ πάντα, ὅσα ἐποίησεν Ισραηλ τῷ Αμορραίῳ,

  [2] And when Balac son of Sepphor saw all that Israel did to the Amorite,

  [3] καὶ ἐφοβήθη Μωαβ τὸν λαὸν σφόδρα, ὅτι πολλοὶ ἦσαν, καὶ προσώχθισεν Μωαβ ἀπὸ προσώπου υἱῶν Ισραηλ.

  [3] then Moab feared the people exceedingly because they were many; and Moab was grieved before the face of the children of Israel.

  [4] καὶ εἶπεν Μωαβ τῇ γερουσίᾳ Μαδιαμ Νῦν ἐκλείξει ἡ συναγωγὴ αὕτη πάντας τοὺς κύκλῳ ἡμῶν, ὡς ἐκλείξαι ὁ μόσχος τὰ χλωρὰ ἐκ τοῦ πεδίου. καὶ Βαλακ υἱὸς Σεπφωρ βασιλεὺς Μωαβ ἦν κατὰ τὸν καιρὸν ἐκεῖνον.

  [4] And Moab said to the elders of Madiam, Now shall this assembly lick up all that are round about us, as a calf would lick up the green herbs of the field: — and Balac son of Sepphor was king of Moab at that time.

  [5] καὶ ἀπέστειλεν πρέσβεις πρὸς Βαλααμ υἱὸν Βεωρ Φαθουρα, ὅ ἐστιν ἐπὶ τοῦ ποταμοῦ γῆς υἱῶν λαοῦ αὐτοῦ, καλέσαι αὐτὸν λέγων Ἰδοὺ λαὸς ἐξελήλυθεν ἐξ Αἰγύπτου καὶ ἰδοὺ κατεκάλυψεν τὴν ὄψιν τῆς γῆς καὶ οὗτος ἐγκάθηται ἐχόμενός μου·

  [5] And he sent ambassadors to Balaam the son of Beor, to Phathura, which is on a river of the land of the sons of his people, to call him, saying, Behold, a people is come out of Egypt, and behold it has covered the face of the earth, and it has encamped close to me.

  [6] καὶ νῦν δεῦρο ἄρασαί μοι τὸν λαὸν τοῦτον, ὅτι ἰσχύει οὗτος ἢ ἡμεῖς· ἐὰν δυνώμεθα πατάξαι ἐξ αὐτῶν, καὶ ἐκβαλῶ αὐτοὺς ἐκ τῆς γῆς· ὅτι οἶδα οὓς ἐὰν εὐλογήσῃς σύ, εὐλόγηνται, καὶ οὓς ἐὰν καταράσῃ σύ, κεκατήρανται.

  [6] And now come, curse me this people, for it is stronger than we; if we may be able to smite some of them, and I will cast them out of the land: for I know that whomsoever thou dost bless, they are blessed, and whomsoever thou dost curse, they are cursed.

  [7] καὶ ἐπορεύθη ἡ γερουσία Μωαβ καὶ ἡ γερουσία Μαδιαμ, καὶ τὰ μαντεῖα ἐν ταῖς χερσὶν αὐτῶν, καὶ ἦλθον πρὸς Βαλααμ καὶ εἶπαν αὐτῷ τὰ ῥήματα Βαλακ.

  [7] And the elders of Moab went, and the elders of Madiam, and their divining instruments were in their hands; and they came to Balaam, and spoke to him the words of Balac.

  [8] καὶ εἶπεν πρὸς αὐτούς Καταλύσατε αὐτοῦ τὴν νύκτα, καὶ ἀποκριθήσομαι ὑμῖν πράγματα, ἃ ἐὰν λαλήσῃ κύριος πρός με· καὶ κατέμειναν οἱ ἄρχοντες Μωαβ παρὰ Βαλααμ.

  [8] And he said to them, Tarry here the night, and I will answer you the things which the Lord shall say to me; and the princes of Moab stayed with Balaam.

  [9] καὶ ἦλθεν ὁ θεὸς πρὸς Βαλααμ καὶ εἶπεν αὐτῷ Τί οἱ ἄνθρωποι οὗτοι παρὰ σοί;

  [9] And God came to Balaam, and said to him, Who are these men with thee?

  [10] καὶ εἶπεν Βαλααμ πρὸς τὸν θεόν Βαλακ υἱὸς Σεπφωρ βασιλεὺς Μωαβ ἀπέστειλεν αὐτοὺς πρός με λέγων

  [10] And Balaam said to God, Balac son of Sepphor, king of Moab, sent them to me, saying,

  [11] Ἰδοὺ λαὸς ἐξελήλυθεν ἐξ Αἰγύπτου καὶ ἰδοὺ κεκάλυφεν τὴν ὄψιν τῆς γῆς καὶ οὗτος ἐγκάθηται ἐχόμενός μου· καὶ νῦν δεῦρο ἄρασαί μοι αὐτόν, εἰ ἄρα δυνήσομαι πατάξαι αὐτὸν καὶ ἐκβαλῶ αὐτὸν ἀπὸ τῆς γῆς.

  [11] Behold, a people has come forth out of Egypt, and has covered the face of the land, and it has encamped near to me; and now come, curse it for me, if indeed I shall be able to smite it, and cast it out of the land.

  [12] καὶ εἶπεν ὁ θεὸς πρὸς Βαλααμ Οὐ πορεύσῃ μετ’ αὐτῶν οὐδὲ καταράσῃ τὸν λαόν· ἔστιν γὰρ εὐλογημένος.

  [12] And God said to Balaam, Thou shalt not go with them, neither shalt thou curse the people; for they are blessed.

  [13] καὶ ἀναστὰς Βαλααμ τὸ πρωῒ εἶπεν τοῖς ἄρχουσιν Βαλακ Ἀποτρέχετε πρὸς τὸν κύριον ὑμῶν· οὐκ ἀφίησίν με ὁ θεὸς πορεύεσθαι μεθ’ ὑμῶν.

  [13] And Balaam rose up in the morning, and said to the princes of Balac, Depart quickly to your lord; God does not permit me to go with you.

  [14] καὶ ἀναστάντες οἱ ἄρχοντες Μωαβ ἦλθον πρὸς Βαλακ καὶ εἶπαν Οὐ θέλει Βαλααμ πορευθῆναι μεθ’ ἡμῶν.

  [14] And the princes of Moab rose, and came to Balac, and said, Balaam will not come with us.

  [15] Καὶ προσέθετο Βαλακ ἔτι ἀποστεῖλαι ἄρχοντας πλείους καὶ ἐντιμοτέρους τούτων.

  [15] And Balac yet again sent more princes and more honourable than they.

  [16] καὶ ἦλθον πρὸς Βαλααμ καὶ λέγουσιν αὐτῷ Τάδε λέγει Βαλακ ὁ τοῦ Σεπφωρ Ἀξιῶ σε, μὴ ὀκνήσῃς ἐλθεῖν πρός με·

  [16] And they came to Balaam, and they say to him, Thus says Balac the son of Sepphor: I beseech thee, delay not to come to me.

  [17] ἐντίμως γὰρ τιμήσω σε, καὶ ὅσα ἐὰν εἴπῃς, ποιήσω σοι· καὶ δεῦρο ἐπικατάρασαί μοι τὸν λαὸν τοῦτον.

  [17] For I will greatly honour thee, and will do for thee whatsoever thou shalt say; come then, curse me this people.

  [18] καὶ ἀπεκρίθη Βαλααμ καὶ εἶπεν τοῖς ἄρχουσιν Βαλακ Ἐὰν δῷ μοι Βαλακ πλήρη τὸν οἶκον αὐτοῦ ἀργυρίου καὶ χρυσίου, οὐ δυνήσομαι παραβῆναι τὸ ῥῆμα κυρίου τοῦ θεοῦ ποιῆσαι αὐτὸ μικρὸν ἢ μέγα ἐν τῇ διανοίᾳ μου·

  [18] And Balaam answered and said to the princes of Balac, If Balac would give me his house full of silver and gold, I shall not be able to go beyond the
word of the Lord God, to make it little or great in my mind.

  [19] καὶ νῦν ὑπομείνατε αὐτοῦ καὶ ὑμεῖς τὴν νύκτα ταύτην, καὶ γνώσομαι, τί προσθήσει κύριος λαλῆσαι πρός με.

  [19] And now do ye also tarry here this night, and I shall know what the Lord will yet say to me.

  [20] καὶ ἦλθεν ὁ θεὸς πρὸς Βαλααμ νυκτὸς καὶ εἶπεν αὐτῷ Εἰ καλέσαι σε πάρεισιν οἱ ἄνθρωποι οὗτοι, ἀναστὰς ἀκολούθησον αὐτοῖς· ἀλλὰ τὸ ῥῆμα, ὃ ἂν λαλήσω πρὸς σέ, τοῦτο ποιήσεις.

  [20] And God came to Balaam by night, and said to him, If these men are come to call thee, rise and follow them; nevertheless the word which I shall speak to thee, it shalt thou do.

  [21] καὶ ἀναστὰς Βαλααμ τὸ πρωῒ ἐπέσαξεν τὴν ὄνον αὐτοῦ καὶ ἐπορεύθη μετὰ τῶν ἀρχόντων Μωαβ. –

  [21] And Balaam rose up in the morning, and saddled his ass, and went with the princes of Moab.

  [22] καὶ ὠργίσθη θυμῷ ὁ θεὸς ὅτι ἐπορεύθη αὐτός, καὶ ἀνέστη ὁ ἄγγελος τοῦ θεοῦ ἐνδιαβάλλειν αὐτόν, καὶ αὐτὸς ἐπιβεβήκει ἐπὶ τῆς ὄνου αὐτοῦ, καὶ δύο παῖδες αὐτοῦ μετ’ αὐτοῦ.

  [22] And God was very angry because he went; and the angel of the Lord rose up to withstand him. Now he had mounted his ass, and his two servants were with him.

  [23] καὶ ἰδοῦσα ἡ ὄνος τὸν ἄγγελον τοῦ θεοῦ ἀνθεστηκότα ἐν τῇ ὁδῷ καὶ τὴν ῥομφαίαν ἐσπασμένην ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἐξέκλινεν ἡ ὄνος ἐκ τῆς ὁδοῦ καὶ ἐπορεύετο εἰς τὸ πεδίον· καὶ ἐπάταξεν τὴν ὄνον τῇ ῥάβδῳ τοῦ εὐθῦναι αὐτὴν ἐν τῇ ὁδῷ.

 

‹ Prev